Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος πρὸς τοὺς ἀποταξαμένους τῷ κόσμῳ

Μέγας Αθανάσιος

Ασκητική πολιτεία, αρετές και η τάξη του κελλίου

Ανάλυση της ασκητικής ζωής μέσω της αντιπαραβολής αρετών και παθών, οδηγίες για την τάξη του κελλίου και την κατάκτηση της τέλειας αμεριμνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Μὴ θαῤῥήσῃς ἑαυτοῦ τῷ σώματι. Ὁ φοβούμενος τοὺς δαίμονας δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ γὰρ φοβούμενος τὸν Θεὸν ἐξ ὅλης αὐτοῦ τῆς καρδίας ἑδραῖός ἐστιν ἐπ᾽ αὐτοῖς. Τὸ μὴ μετρῆσαι ἑαυτὸν, ἀλλ᾽ ἑαυτὸν ἔχειν ἄγνωστον, φανεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ πολλῶν, δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ βουλόμενος σωθῆναι σχολάσει τῷ Θεῷ, καὶ καταπατήσει τὰ πάθη. Τὸ φροντίσαι ἐν γνώσει ἐκδιώκει τὰ πάθη· γέγραπται γάρ· «Φροντὶς ἐπελεύσεται ἐπ᾽ ἄνδρα σοφόν.» Ὥσπερ ἡ ἀκηδία βοήθειά ἐστι τῶν παθῶν, οὕτω καὶ ἡ μακροθυμία δύναμίς ἐστι τῶν ἀρετῶν. Τὸ μὴ κρίνειν ἄνθρωπον τεῖχός ἐστιν ἀντίτητον· τὸ δὲ ψέξαι ἢ καταλαλῆσαι ἀπώλειαν τῇ ψυχῇ κατεργάζεται. Τὸ κρατῆσαι τῆς γλώττης δηλοποιεῖται, ὅτι πρακτικός ἐστι μὲν ταῖς ἀρεταῖς· ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης σημαίνει, ὅτι οὐ κέκτηται ἀρετὴν ἔνδοθεν. Ἡ ἐν γνώσει ἐλεημοσύνη τίκτει τὸ προορᾷν, καὶ ὁδηγεῖ εἰς τὴν ἀγάπην· ἡ δὲ ἀνελεημοσύνη τίκτει τὴν ἀπανθρωπίαν. Μήτηρ ἀρετῶν ἐστιν ἡ συμπάθεια· πλήρωμα δὲ κακῶν ἡ ἀνυποταξία.

Ἡ ἀγαθότης τίκτει τὴν ἁγνείαν· ἡ δὲ ὀξυχολία τίκτει τὰ πάθη. Ἡ σκληροκαρδία τίκτει τὴν ὀργήν· ἡ δὲ ἀκηδία τίκτει τὴν ἔνδειαν. Κόρος ὕπνου ταραχὴ παθῶν· σωτηρία δὲ ψυχῆς ἀγρυπνία ἔμμετρος. Ὕπνος ἐν κόρῳ πλῆθος φαντασιῶν· ἄνθος δὲ τοῦ νοῦ, ἀγρυπνία ἐν προσευχῇ. Πολὺς ὕπνος παχύνει καρδίαν, ἀγρυπνία δὲ λεπτύνει αὐτήν· ἀγρυπνίαν δὲ λέγω τὴν κατὰ Θεὸν γινομένην ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς. Ἀγαθὸς γὰρ ὕπνος ἐν σιωπῇ τῶν ἀγρυπνούντων ἐν ματαιολογίᾳ.

Τὸ πένθος ἐκδιώκει τὰ πάθη, τὸ δὲ γέλως χωρίζει ἀπὸ Θεοῦ. Τὸ μὴ πλῆξαι ἄνθρωπον τίκτει ταπείνωσις· ἡ δὲ δόξα τῶν ἀνθρώπων τίκτει τὴν ὑπερηφανίαν. Ἡ ἀοργησία τίκτει τὴν πραότητα· ἡ δὲ μνησικακία τίκτει τὴν ἀπώλειαν. Τὸ ἀγαπᾷν τὸν πλατυσμὸν ἐκδιώκει τὰς ἀρετάς· ἡ δὲ στενοχωρία ταπεινοῖ τὰ πάθη. Ἡ ἐπιθυμία τῶν ἐδεσμάτων διάγει εἰς τὰ πάθη· ἡ δὲ ἐγκράτεια ἐκδιώκει αὐτά. Κόσμησις σώματος, ψυχῆς καταστροφή· τῆξις δὲ σώματος, ἀνακαινισμὸς ψυχῆς. Περιφρόνησις σώματος, σωτηρία ψυχῆς· ἐπιμέλεια δὲ σώματος, παγὶς τῇ ψυχῇ.

Τῆξις δὲ σώματος φωτισμὸς ψυχῆς. Τὸ προσέχειν τὸν νοῦν ἄνω πάντοτε, τίκτει τὴν ἀγάπην τὴν πρὸς Θεόν· ἡ δὲ μέριμνα τοῦ βίου ἐκδιώκει τὰς ἀρετάς. Τὸ φυλάξαι τὸ στόμα, διεγείρει τὴν διάνοιαν πρὸς τὸν Θεόν· ἡ δὲ πολυλογία τίκτει τὴν ἀκηδίαν καὶ τὴν μανίαν.

Τὸ ποιῆσαι τὸ θέλημα τοῦ πλησίον, σημαίνει ὁ νοῦς βλέπειν τὰς ἀρετάς· τὸ δὲ ποιῆσαι τὸ ἴδιον θέλημα, σημαίνει τὴν ἄγνοιαν. Ἡ μελέτη ἐν φόβῳ, φυλάσσει τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ· τὸ δὲ λαλεῖν τοὺς κοσμικοὺς λόγους σκοτίζει τὴν ψυχήν. Τὸ ἀγαπᾷν τὴν ὕλην τοῦ κόσμου, χωρίζει ἀπὸ τοῦ Θεοῦ τὸν νοῦν· ἡ δὲ ἀκτημοσύνη παῤῥησίᾳ βλέπει τῷ Θεῷ. Τὸ μὴ ἐξάξαι τοὺς λογισμοὺς δηλοποιεῖται, ὅτι ἐκζητεῖ τὴν δόξαν τοῦ κόσμου τούτου τὴν αἰσχρὰν καὶ ματαίαν· τὸ δὲ γνωρίσαι αὐτὰ πνευματικοῖς πατράσιν, ἐκδιώκει αὐτά. Ὥσπερ ὁ ἰὸς βιβρώσκεται ὁ μοναχὸς ὑπὸ τὴν δόξαν τῶν ἀνθρώπων, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῷ. Ὥσπερ σκώληξ, ἤτοι σμίλαξ, συμπλακεὶς τῇ ἀμπέλῳ, ἀφανίζει τὸν καρπὸν αὐτῆς· οὕτως ἀφανίζει κενοδοξία τὸν καρπὸν τοῦ μοναχοῦ, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῇ. Πρὸ πάντων τῶν ἀρετῶν ἐστιν ἡ ταπεινοφροσύνη· πρὸ δὲ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία. Τέλος ἀρετῶν, ἀγάπη· πλήρωμα δὲ κακῶν, τὸ ἑαυτὸν λογίσασθαι εἶναι δίκαιον.

Ὥσπερ σκώληξ κατεσθίων ξύλον ἀφανίζει αὐτὸ, οὕτως ἀφανίζει μνησικακία τὴν ψυχὴν τοῦ μοναχοῦ. Τὸ παραῤῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, τίκτει τὸ ὑποφέρειν ὕβριν ἀταράχως· τὸ δὲ μὴ ἐξουθενεῖν ἑαυτὸν, τίκτει τὴν ὑπερηφανίαν. Μὴ ἔσο πεποιθὼς ἐπὶ τῇ σῇ δυνάμει, καὶ ἡ βοήθεια τοῦ Θεοῦ παροικήσει σοι. Μὴ ἔχε ἔχθραν μετά τινος, ἐπεὶ ἀπρόσδεκτός ἐστιν ἡ προσευχή σου. Ἀλήθειαν ἀγάπα· τῆς γὰρ ψευδόμενος ἀθετεῖ τὸν καλόν. Φύλαξον τοὺς ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ πάντα πονηρὸν σπόρον.

Φεύξου ἀπὸ καταλαλιᾶς τοῦ πονηροτάτου δαίμονος, καὶ εἰρήνευε μετὰ πάντων, ἵνα παῤῥησιάσῃ εὐχόμενος. Μὴ ἐπιποθῇς ἀκοῦσαι βλάβην λύπης παντὸς ἀνθρώπου, ἵνα μὴ ἀνταποδώσεις αὐτὸν ἐν τῇ καρδίᾳ σου. Ἐργάζου ἐν τῷ ἐργοχείρῳ σου, ἵνα εὕρῃ πτωχὸς σὸν ἄρτον· ἡ γὰρ ἀργία θάνατός ἐστι τῇ ψυχῇ. Τὸ συνεχῶς προσεύχεσθαι λυτροῦται τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ.

Τὸ δὲ καταμικραμελῆσαι, οἰκητήριον τῶν δαιμόνων ἀποκαθίσταται. Καθήμενος ἐν τῷ κελλίῳ σου τῶν ποτε τούτων φρόντιζε συνεχῶς· τῆς εὐχῆς, καὶ τῆς μελετῆς, καὶ τοῦ ἐργοχείρου. Καθ᾽ ἑκάστην ἡμέραν μνημόνευε, ποῦ εἶς, καὶ τί ἐργάζῃ, καὶ ὅταν μεταστῇς, ποῦ ἔχεις ἀπελθεῖν, καὶ πρόσεχε σεαυτῷ.

Ἐὰν ὁ λογισμός σου ὕζει σε, ὅτι ἔχει τις κατὰ σοῦ, μὴ καταφρονήσῃς αὐτῷ, ἀλλὰ βάλε αὐτῷ μετάνοιαν. Βλέπε μὴ καταφρονήσῃς ἑκάστῃ ὥρᾳ τὰς λειτουργίας σου ἐπιτελεῖν· αὐτὰ γὰρ φέρουσι τὸν φωτισμὸν ἐν τῇ ψυχῇ. Εἰ ἀγαθὰ ἐποίησας, μὴ κατακαυχῶ· εἰ δὲ πολλὰ ἐποίησας κακὰ, μὴ ἀμέτρως λυπηθῇς, ἀλλὰ στῆθι, μηκέτι αὐτὰ πράξεις, καὶ σωθήσῃ.

Ἐὰν ὀχλήσῃ πορνείας λογισμὸς, εὐχὴν ἀδιάλειπτον θῦσον τῷ Θεῷ, καὶ ἀναπαύσει σοι. Ἐὰν ὁ ζῆλος καὶ ὁ φθόνος πολεμῇ τὴν καρδίαν σου, μνήσθησο, ὅτι μέλη Χριστοῦ ἐσμεν πάντες, καὶ ὅτι ἡ τιμὴ, καὶ τὸ ὄνειδος τοῦ πλησίον πάντων ἡμῶν ἐστι, καὶ φεύξεται ἀπὸ σοῦ. Ταῦτα δὲ πάντα συνάγουσα ἡ διάκρισις καὶ ἀναλογιζομένη, τὰς μὲν ἀρετὰς περιπύσεται, τὰ δὲ πονηρὰ ἐκποδὼν ποιεῖται. Ἀδύνατον δὲ ἐλθεῖν σοι τὴν διάκρισιν, ἐὰν μὴ πρῶτον τὰς ἀρετὰς αὐτῆς ἐπιτελέσῃς, πρὸ πάντων δὲ τὴν ἡσυχίαν. Ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν· ἡ ἄσκησις τίκτει τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν· ὁ κλαυθμὸς τίκτει τὸν φόβον· ὁ φόβος τίκτει τὴν ταπείνωσιν ἡ ταπείνωσις τίκτει τὸ προορᾷν· τὸ προορᾷν τίκτει τὴν ἀγάπην· ἡ ἀγάπη τίκτει τῇ ψυχῇ τὸ μετὰ ἀγγέλων ὁμιλεῖν. Τότε γινώσκει ὁ ἄνθρωπος λοιπὸν, ὅτι μακράν ἐστιν ἀπὸ Θεοῦ.

Ὁ θέλων οὖν, ἀδελφοὶ, ἐλθεῖν ἐπὶ πάσας τὰς ἐντίμους ἀρετὰς ταύτας, ἀμέριμνός τε δεῖ εἶναι ἀπὸ παντὸς πράγματος, καὶ μισῆσαι τὸν κόσμον τοῦτον· καὶ λοιπὸν τότε ἀξιοῦται κτήσασθαι τὰς ἀρετὰς ταύτας παρὰ Κυρίου.