Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Ανασκευή των κακοδοξιών περί παλινδρομήσεως και πλατυσμού της Μονάδας

Κριτική των απόψεων ότι ο Λόγος δημιουργήθηκε αποκλειστικά για τον άνθρωπο, ότι επιστρέφει στη σιωπή του Πατρός και ότι η θεότητα υποβάλλεται σε παθητικό πλατυσμό από Μονάδα σε Τριάδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀκεῖνοι γάρ φασι δι᾽ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἢ προβάληται κατ᾽ ἐκείνους, ἢ κτίσῃ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ υἱῷ χαρίζονται· οὐ γὰρ ἡμεῖς δι᾽ ἐκεῖνον, φασίν, ἀλλ᾽ ἐκεῖνος δι᾽ ἡμᾶς γέγονεν, εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾽ αὐτοῦ κτίσῃ ὁ θεός. Οὗτοι δὲ ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες ἔλαττον τῷ θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μέν, ἐνθυμούμενοι δὲ ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται, εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ λόγος ἐν τῷ θεῷ ὢν τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι.

Εἰ μὲν οὖν ἀτελὴς ἦν ἐν θεῷ ὤν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε δι᾽ ἡμᾶς γεγέννηται· δι᾽ ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἠδύνατο γὰρ καὶ ἐν πατρὶ ὢν δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ δι᾽ ἡμᾶς, ἀλλ᾽ ὅτι ἀεὶ ἐκ τοῦ πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ἐκ θεοῦ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.

Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι λαλήσαντα. Καὶ πόθεν προσείληφεν; Καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο ἔχων ἐν ἑαυτῷ τὸν λόγον ποιεῖν, περιττῶς γεννᾷ δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ θεῷ ἦν ὁ λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν λέγει· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; Εἰ δὲ νῦν ἐν τῷ πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ πατρί, ὥσπερ καὶ νῦν ἐστιν, καὶ περιττὸν τὸ λέγειν· δι᾽ ἡμᾶς γεγέννηται καὶ μεθ᾽ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν. Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλ᾽ ἔστιν ὥσπερ ἦν ἀεὶ καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων, ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ ὅπερ ἦν, τοῦτ᾽ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὤν, δῆλον, ὅτι οὐκ ἔστι νῦν, ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν θεῷ ἦν πρότερον καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον, ὅτι οὐκ ἔστι νῦν ἐν τῷ θεῷ ὁ λόγος. Ἀλλ᾽ ἐλέγχει τούτους ὁ κύριος λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· οὕτως γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί.

Εἰ δὲ οὕτως νῦν ἐστιν, ὥσπερ ἦν ἀεί, δῆλον, ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν θεῷ ἡσυχία ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλ᾽ ἔστιν ἀεὶ πατὴρ καὶ υἱὸς ὁ τούτου λόγος, οὐκ ὀνόματι μόνον λόγος, οὐδὲ κατ᾽ ἐπίνοιαν υἱὸς ὁ λόγος, ἀλλ᾽ ὑπάρχων ὁμοούσιος τῷ πατρί, οὐ δι᾽ ἡμᾶς γεννηθείς· ἡμεῖς γὰρ δι᾽ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾽ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δέ, ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ θεῷ σιωπήσει πάλιν ὁ θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν σιωπῶντος αὐτοῦ, ἡσυχία καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις.

Ὥσπερ γὰρ προελθόντος τοῦ λόγου γέγονεν ἡ κτίσις καὶ ὑπῆρξεν, οὕτως παλινδρομοῦντος τοῦ λόγου οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν ἡ χρεία τοῦ γενέσθαι, εἰ παύσεται; Ἢ τί καὶ ἐλάλει ὁ θεός, ἵνα μετὰ ταῦτα σιωπήσῃ; Τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; Τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελεν; Τί δὲ πάλιν ἔσται, ἄδηλον. Ἢ γὰρ σιωπήσει ἀεὶ ἢ πάλιν γεννήσει καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει—ἢ γὰρ ἂν διέμεινεν ἡ γενομένη—, ἀλλ᾽ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.

Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιουμένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενότητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστιν, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς πλατυνθεῖσα γέγονε τριάς, ἡ δὲ μονάς ἐστιν ὁ πατήρ, τριὰς δὲ πατήρ, υἱός, ἅγιον πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς πάθος ὑπέμεινε καὶ γέγονεν, ὅπερ οὐκ ἦν (ἐπλατύνθη γὰρ οὐκ οὖσα πλατεῖα), ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ὁ αὐτὸς ἄρα πατὴρ γέγονε καὶ υἱὸς καὶ πνεῦμα κατὰ Σαβέλλιον, ἐκτὸς εἰ μὴ λεγομένη παρ᾽ αὐτῷ μονὰς ἄλλο τί ἐστι παρὰ τὸν πατέρα. Οὐκ ἔτι οὖν πλατύνεσθαι ἔδει λέγειν, ἀλλ᾽ ἡ μονὰς τριῶν ποιητική, ὥστε εἶναι μονάδα, εἶτα καὶ πατέρα καὶ υἱὸν καὶ πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη καὶ ἐξέτεινεν ἑαυτήν, αὐτὴ ἂν εἴη, ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν πλατυνθεῖσα οὐκ ἔτι μονάς ἐστιν· μονὰς δὲ οὖσα οὔπω ἦν τριάς. Καὶ ὁ πατὴρ ἄρα ὢν οὔπω ἦν υἱὸς καὶ πνεῦμα· γενόμενος δὲ ταῦτα, οὐκ ἔτι πατὴρ μόνον ἐστίν. Ταῦτα δὲ καταψευδόμενος ἄν τις εἴποι τοῦ θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου; Ἢ τί ἐστι τὸ πλατυνόμενον ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον;

ταὐτὸν γάρ ἐστι χρόνῳ μόνον διαφέρον ἑαυτοῦ.

Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος πρὸς Κορινθίους ἐπιστέλλων· «μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ ὑμεῖς, Κορίνθιοι». Τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν μεταβάλλειν συμβουλεύει. Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν φησίν· «ἡ καρδία ἡμῶν πεπλάτυνται»· καὶ ὁ Νῶε λέγει· «Πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»· ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν, ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτῇ ἐπλάτυνεν, αὐτὴ ἂν εἴη, ὅπερ ἐπλατύνθη. Τί δέ ἐστιν ἢ ὁ υἱὸς καὶ πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα καλόν· τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ ὡς ἐπ᾽ αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; Τὸ γὰρ μὴ μένον τὸ αὐτό, ἀλλ᾽ ὕστερον πλατυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι᾽ ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα λόγος καὶ πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν ‛μονάς‚, εἶτα ‛ἐπλατύνθη‚. Οὐ γὰρ ὕστερον λόγος καὶ πνεῦμα, ἀλλ᾽ ἀεί, ἵνα μὴ ἄλογος ὁ θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε εἰ ἀεὶ ἦν λόγος καὶ πνεῦμα, ἀεὶ πλατεῖα καὶ οὐ πρῶτον μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλατύνθη καὶ γέγονε τότε τριάς, ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς.

Φανήσεται δὲ ὁ πατὴρ καὶ γεγονὼς σάρξ, εἴγε αὐτὸς μονὰς ὢν ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται καὶ σὰρξ καὶ, τὸ τρίτον, πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον. Δυνατὸν γὰρ ἦν καὶ μονάδα μένουσαν αὐτὴν πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι.

Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον. Εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλατύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις· πάλιν δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ· ἀναιρεθήσεται καὶ ἡ κτίσις.