Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η απόλυτη ταύτιση του Λόγου και του Υιού

Ανατρέπονται οι αιρετικές δοξασίες που διαχωρίζουν τον Λόγο από τον Υιό. Μέσα από τη γραφική παράδοση τεκμηριώνεται ότι ο δημιουργός Λόγος και ο μονογενής Υιός ταυτίζονται στο ίδιο πρόσωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως παυομένου τοῦ πλατυσμοῦ παύσεται καὶ ἡ κτίσις. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολμῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν λόγον, ἕτερον δὲ τὸν υἱόν, καὶ πρότερον μὲν εἶναι τὸν λόγον εἶτα τὸν υἱόν, φέρε· καὶ περὶ τούτων ἴδωμεν. Ἔστι δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέγοντες αὐτὸν τὸν λόγον τότε υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν.

Ἀπὸ γὰρ λόγου, φασίν, γέγονεν υἱὸς οὐκ ὢν πρότερον υἱός, ἀλλὰ λόγος μόνον. Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν θεόν, καὶ ἀρνεῖσθαι τὸν υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι ὀνομάζοντες λόγον ἀρνοῦνται αὐτὸν υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ τοῦ θεοῦ ὁ λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι υἱόν.

Εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστιν, διὰ τί μὴ συνορῶσιν, ὅτι τὸ ἔκ τινος ὑπάρχον υἱός ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ τοῦ λόγου πατήρ ἐστιν ὁ θεός, διὰ τί μὴ καὶ ὁ λόγος υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ πατρός; Πατὴρ γάρ τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ υἱός τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι πατὴρ ὁ θεός, οὐδὲ ὁ λόγος υἱὸς ἂν εἴη· εἰ δὲ πατὴρ ὁ θεός, εἰκότως ἂν εἴη καὶ ὁ λόγος υἱός. Εἰ δὲ ὕστερον μὲν πατὴρ καὶ πρῶτον θεός· Ἀρειανῶν μὲν τὸ φρόνημα· ἔπειτα ἄτοπον μεταβάλλεσθαι τὸν θεόν· σωματικὸν γάρ. Εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιητής, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολή, οὐχὶ τοῦ θεοῦ.

Εἰ μὲν οὖν ποίημα καὶ ὁ υἱός, καλῶς ἂν ὕστερον πατὴρ καὶ ἐπ᾽ αὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ υἱός, ἀεὶ ἄρα ὁ πατήρ, ἀεὶ καὶ ὁ υἱός. Εἰ δὲ ἀεὶ ὁ υἱός, αὐτὸς ἂν εἴη ὁ λόγος. Εἰ γὰρ μὴ υἱὸς εἴη ὁ λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι, ἢ τὸν λόγον πατέρα λέγει ἢ τὸν υἱὸν κρείττονα τοῦ λόγου. Τοῦ γὰρ υἱοῦ ἐν κόλποις ὄντος τοῦ πατρὸς ἀνάγκη ἢ μὴ εἶναι πρὸ υἱοῦ τὸν λόγον —οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ πατρί—, ἢ εἰ ὁ λόγος ἄλλος ἐστὶ παρὰ τὸν υἱόν, ὁ λόγος ἂν εἴη ὁ πατήρ, ἐν ᾧ ἐστι ὁ υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ λόγος πατήρ, ἀλλὰ λόγος, ἐκτὸς ἂν εἴη ὁ λόγος τοῦ πατρὸς ὄντος τοῦ υἱοῦ ἐν τοῖς κόλποις τοῦ πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε λόγος καὶ ὁ υἱός, ἐν τοῖς κόλποις, ἀλλ᾽ ἕνα εἶναι δεῖ καὶ τοῦτον τὸν υἱόν, ὅς ἐστι μονογενής. Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, κρείττων εὑρεθήσεται ὁ υἱὸς τοῦ λόγου· «οὐδεὶς γὰρ γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», οὐχ ὁ λόγος. Ἢ τοίνυν οὐκ οἶδεν ὁ λόγος, ἢ εἰ οἶδεν, ψεῦδος τὸ «οὐδεὶς γινώσκει». Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Υἱοῦ γάρ εἰσι φωναί, καὶ οὐ λόγου κατ᾽ αὐτούς. Δῆλον δὲ ἀπὸ τῶν εὐαγγελίων.

Κατὰ γὰρ τὸν Ἰωάννην λέγοντος τοῦ κυρίου «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», «ἐβάστασαν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐγὼ εἶπα· θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». Καίτοι, ὅσον ἐκ τοῦ προφανοῦς δεῖ νοεῖν, οὐθ᾽ ὅτι θεός εἰμι, οὐδ᾽ ὅτι υἱὸς θεοῦ εἰμι, εἶπεν, ἀλλὰ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν».

Οἱ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι «ἕν» ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν πατέρα. Ὁ δέ γε σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν ὅτι· εἰ καὶ θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον «ἐγὼ εἶπα· θεοί ἐστε», εἶτα τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» σαφηνίζων, ἐν τῷ «υἱῷ» τὴν πρὸς τὸν πατέρα ἑνότητα ἀποδέδωκε λέγων· «ὅτι εἶπον· υἱός εἰμι τοῦ θεοῦ». Εἰ γὰρ καὶ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ «ἕν ἐσμεν» ἀποδέδωκε τῷ υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ᾽ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ υἱός;

Ἐπιφέρει γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ᾽ ἐν τῷ αὐτὸν ἐν τῷ πατρὶ καὶ τὸν πατέρα ἐν τῷ υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον. Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ «ὁ πατήρ εἰμι» ἀλλ᾽ «υἱὸς τοῦ θεοῦ», καὶ Ἄρειον ἐν τῷ εἰπεῖν «ἕν ἐσμεν».

Εἰ τοίνυν ὁ υἱὸς ἄλλο, καὶ ὁ λόγος ἄλλο, οὐχ ὁ λόγος ἕν ἐστι πρὸς τὸν πατέρα, ἀλλ᾽ ὁ υἱός· οὐδὲ ὁ τὸν λόγον ἑωρακὼς ἑώρακε τὸν πατέρα, ἀλλ᾽ ὁ τὸν υἱόν. Τούτων δὲ δεικνυμένων ἢ μείζων ὁ υἱὸς τοῦ λόγου, ἢ πλεῖον οὐδὲν ὁ λόγος τοῦ υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον τοῦ «ἓν» καὶ τοῦ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ τοῦ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα»;

Καὶ γὰρ καὶ αὗται αἱ φωναὶ τοῦ υἱοῦ εἰσιν. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πέμψαντά με», καί· «ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με», καί· «ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν λόγων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δέ, ὃν ἀκούει, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ»· «ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι».

Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν. «Εἰ γάρ», φησιν, «μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐχ ἕξουσίν», φησιν, ἀκηκοότες μου τῶν ῥημάτων, δι᾽ ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.

Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς μὴ υἱοῦ, ἀλλὰ λόγου εἶναι τὴν φωνὴν ταύτην. Ἀλλ᾽ ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον γενήσεται, ὅτι υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα «οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι», δείκνυται οὐκ ἄλλος εἶναι ἢ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ὁ αὐτὸς Ἰωάννης· «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ᾽ ἵνα σωθῇ ὁ κόσμος δι᾽ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα». Εἰ ὁ λέγων «οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾽ ἵνα σώσω αὐτόν», αὐτός ἐστιν ὁ λέγων «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με», ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον καὶ μὴ κρῖναι αὐτὸν ὁ μονογενής ἐστιν υἱὸς τοῦ θεοῦ, δῆλον, ὅτι ὁ αὐτὸς υἱός ἐστιν ὁ λέγων «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με».

Καὶ γὰρ ὁ λέγων «ὁ πιστεύων εἰς ἐμὲ» καὶ «ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτόν», αὐτός ἐστιν ὁ υἱός, περὶ οὗ ταῦτά φησιν «ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ». Καὶ πάλιν· «καὶ αὕτη ἐστὶν ἡ κρίσις τοῦ μὴ πιστεύοντος εἰς τὸν υἱόν, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ οὐκ ἐπίστευσαν αὐτῷ», δηλονότι ὁ υἱός. Αὐτὸς γὰρ ἂν εἴη «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον»· καὶ ὅσον χρόνον ἐπὶ γῆς ὑπῆρχε κατὰ τὴν ἐνανθρώπησιν, φῶς εἰς τὸν κόσμον ἦν, ὡς φησὶν αὐτός· «ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ἐγὼ γὰρ φῶς», φησίν, «εἰς τὸν κόσμον ἐλήλυθα».

Καὶ τούτου τοίνυν δειχθέντος 〈δῆλον〉, ὅτι υἱός ἐστιν ὁ λέγων. Εἰ δὲ ὁ υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθός, ἀναντιῤῥήτως διὰ τοῦ υἱοῦ ὁ κόσμος ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ εὐαγγελίου περὶ τοῦ Βαπτιστοῦ λέγων Ἰωάννου ὁ εὐαγγελιστής φησιν. «οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν γάρ», ὡς προέφημεν, «τὸ φῶς» αὐτὸς ὁ Χριστὸς «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον». «Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα δι᾽ αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθήσονται λέγειν, ἵν᾽ ὁ μὲν δι᾽ υἱοῦ, ὁ δὲ διὰ τοῦ λόγου εἴη γεγονώς· ἢ εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ τὸν αὐτὸν υἱὸν καὶ λόγον πρὸ πάσης κτίσεως· δι᾽ αὐτοῦ γὰρ γέγονεν.

Οὐκοῦν εἰ ὡς διὰ τοῦ λόγου, οὕτως καὶ διὰ υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν ἂν εἴη εἰπεῖν, ὡς «ἐν ἀρχῇ ἦν ὁ λόγος»· 〈καὶ〉 ἐν ἀρχῇ ἦν ὁ υἱός. Εἰ δέ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης· ‛ἐν ἀρχῇ ἦν ὁ υἱός‚, οὐχ ἁρμόζειν φήσουσι τῷ υἱῷ τὰ τοῦ λόγου, ὥρα καὶ τὰ τοῦ υἱοῦ μὴ ἁρμόζειν τῷ λόγῳ. Τοῦ δὲ υἱοῦ ἐδείχθη τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ τὸ «ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός», ὑπάρχειν αὐτόν· καὶ τὸ «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με» κοινὸν μέντοι πρός τε τὸν λόγον καὶ τὸν υἱὸν τὸ τὸν κόσμον δι᾽ αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γινομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ λόγου κατ᾽ αὐτοὺς ἂν εἴη, ἀλλὰ τοῦ υἱοῦ.

Εἶπε γάρ, φησιν, ὁ Ἰησοῦς· «τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμί, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Καὶ πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ». Οὐκοῦν εἰ ὁ πατὴρ δοξάζεται ἐν τῷ υἱῷ, ὁ υἱὸς ἂν εἴη ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», αὐτὸς καὶ τὸ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». Αὐτὸς γὰρ ὁ ταῦτα λέγων υἱὸν ἑαυτὸν δείκνυσιν ἐπάγων, «ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ».