Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾧ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ εἰς λόγον, ἀλλ᾽ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δίδοται. Εἴπερ οὖν κατ᾽ αὐτοὺς ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, καὶ οὐκ ἔστιν υἱὸς ὁ λόγος, οὐδὲν πρὸς τὸν λόγον τὸ βάπτισμα· Πῶς οὖν σύνεστιν ὁ λόγος κατ᾽ αὐτοὺς τῷ πατρὶ οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλ᾽ ἴσως ἂν εἴποιεν. ἐν τῷ τοῦ πατρὸς ὀνόματι περιέχεται καὶ ὁ λόγος. Διὰ τί οὖν οὐχὶ καὶ τὸ πνεῦμα; Ἢ ἐκτὸς τοῦ πατρὸς τὸ πνεῦμα; Καὶ ἄνθρωπος μέν, εἴπερ οὐκ ἔστιν υἱὸς ὁ λόγος, μετὰ τὸν πατέρα ὀνομάζεται, τὸ δὲ πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατ᾽ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλ᾽ εἰς τετράδα· πατέρα καὶ λόγον καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι καί φασι μὴ τὸν ἄνθρωπον καθ᾽ ἑαυτόν, ὃν ἐφόρησεν ὁ κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε λόγον καὶ τὸν ἄνθρωπον, εἶναι υἱόν· συνημμένα γὰρ ἀμφότερα υἱός, ὡς αὐτοὶ λέγουσιν, ὀνομάζεται. Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον υἱὸν κατεσκεύασεν; Ἢ, ἵνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ λόγος υἱός, ἢ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται; Ἢ οὐδ᾽ ὁπότερον τούτων, ἀλλ᾽ ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι υἱόν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον υἱόν.