Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Θεοπρεπής ερμηνεία των ανθρωπομορφικών και προφητικών εκφράσεων

Εξηγούνται όροι της Παλαιάς Διαθήκης, όπως η φράση «εκ γαστρός προ εωσφόρου», ως δηλωτικοί της προαιώνιας γέννησης του Υιού, και επιβεβαιώνεται η αδιαίρετη ενότητα των θείων προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Ἐπειδὴ δέ τινες τῶν ἀπαιδεύτων ἀναιροῦντες τὸ εἶναι υἱὸν εὐτελίζουσι τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας—μὴ γὰρ ἂν ἐπὶ θεοῦ ἁρμόζειν γαστέρα λέγειν—, ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν οὖν, ὅτι ἡ γαστὴρ ἀνθρώπινόν ἐστιν, διὰ τοῦτο ἀλλότριον θεοῦ, δῆλον, ὅτι καὶ ἡ καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον.

Ἀκολουθεῖ γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφοτέρων δὴ ἀνθρωπίνων ὄντων ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ ἀμφοτέρων τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ γαστρὸς γέννημα. Καὶ ὥσπερ καρδίας θεοῦ λεγομένης οὐκ ἀνθρωπίνην νοοῦμεν αὐτὴν, οὕτως ἐὰν «ἐκ γαστρὸς» ἡ γράφη λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ γραφῇ, ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν.

Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· «αἱ χεῖρές σου ἐποιησάν με καὶ ἔπλασάν με», καί· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα», καί· «αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». Ἁρμοζόντως ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον, τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ κτίζει, τὸν δὲ γεννᾷ ἐξ ἑαυτοῦ λόγον, σοφίαν. Γαστὴρ γὰρ καὶ καρδία τὸ ἴδιον καὶ γνήσιον δηλοῦσιν. Καὶ γὰρ καὶ ἡμεῖς τὸ μὲν γνήσιον ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.

Τί οὖν, φασίν, καὶ τὸ «πρὸ τοῦ ἑωσφόρου»; Ἐγὼ δ᾽ ἂν εἴποιμι· εἰ τὸ «πρὸ τοῦ ἑωσφόρου» τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται, ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; Ἔπειτα διαφέρει τὸ γεννῆσαι τοῦ ἐξαγαγεῖν. Τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς· τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνή, ἰστέον, ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν, ὅτε τοῖς ποιμέσιν εὐηγγελίσθη νυκτός, ἀλλ᾽ ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νύξ· οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τίθησιν ἡ γραφή, καὶ τὸ μὲν γεγεννῆσθαι «πρὸ ἑωσφόρου» φησίν, τὸ δὲ «ἐκ γαστρὸς» πρόοδον ὀνομάζει, ὡς ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ· «σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός». Ἄλλως τε οὐκ εἶπε «πρὸ ἀνατολῆς ἑωσφόρου», ἀλλ᾽ ἁπλῶς «πρὸ ἑωσφόρου».

Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητόν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα (πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα) ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν. Ἐν γὰρ τῇ Ἀποκαλύψει φησίν· «ἐγὼ τὸ α καὶ τὸ ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στόλας αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν· Ἔξω οἱ κύνες καὶ οἱ φαρμακοί, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν».

Εἰ τοίνυν τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ θεοῦ γέννημα, ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ· ‛ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπιφανείας‚.

Τὸ γὰρ «πρὸ ἑωσφόρου» ἴσον ἐστι τῷ ‛πρὸ τῆς σαρκώσεως τοῦ λόγου‚. Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾷ νεώτερά ἐστιν, λεγέτωσαν οἱ οὕτως φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ Παρακλήτου πνεύματος εἴρηται; Περὶ πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ Παρακλήτου δὲ οὐδαμῶς. Ἆρ᾽ οὖν ἕτερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον.

Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ πνεῦμα καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ, ὡς εἷς καὶ αὐτὸς λόγος υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοί, οὐ δι᾽ ἄλλου, ἀλλ᾽ ἢ διὰ τοῦ υἱοῦ τεκνοποιούμενοι.

Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας υἱὸς ὁ τοῦ θεοῦ, πῶς πρὸ πάντων ἐστιν ὄντων πρὸ αὐτοῦ υἱῶν; Πῶς δὲ καὶ πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος; Ἀλλ᾽ οὔτε δεύτερος ὁ Παράκλητος (πρὸ πάντων γὰρ ἦν) οὔτε νεώτερος ὁ υἱός («ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος») καὶ ὡς ταὐτὸν τὸ πνεῦμα καὶ Παράκλητος, οὕτως ταὐτὸν ὁ υἱὸς καὶ λόγος· καὶ ὥς φησιν ὁ σωτὴρ περὶ τοῦ πνεύματος· «ὁ δὲ Παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου», ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος λέγει· «καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ τὴν ταυτότητα ἀπήγγειλεν. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ᾽ ἓν καὶ ταὐτόν, οὕτως οὐκ ἄλλος λόγος, καὶ ἄλλος υἱός, ἀλλ᾽ ὁ λόγος μονογενής ἐστιν. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκός, ἀλλ᾽ αὐτοῦ τοῦ λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν λόγον καὶ υἱὸν διαιρείτω καὶ πνεῦμα καὶ Παράκλητον.

Εἰ δὲ ἀδιαίρετον τὸ πνεῦμα, ἀδιαίρετος καὶ ὁ λόγος, ὁ αὐτὸς ὢν υἱὸς καὶ σοφία καὶ δύναμις. Τὸ δὲ ἀγαπητὸν καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν «μονογενής». Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσσέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας. «Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα Ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, Μοῦνος ἐὼν ἀγαπητός; Ὃ δ᾽ ὤλετο τηλόθι πάτρης Διογενὴς Ὀδυσεύς, ἀλλογνώτων ἐνὶ δήμῳ.» Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ἀγαπητὸς λέγεται.