Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀληθείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα;» Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ γὰρ ἐκεῖνα ἐβόα, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος.» Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω, πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυρίου ἐστὶ φωνὴ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.» Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριότης Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμότιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς μερίσαι τὴν τιμὴν, εἰπών· «Τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τίμα Πατέρα, ἵνα τιμήσῃς Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα.