Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Αγιογραφικές αποδείξεις περί των κοινών ενεργειών και ιδιοτημάτων της Αγίας Τριάδος

Μαρτυρίες από την Παλαιά και την Καινή Διαθήκη για την αδιαίρετη παρουσία, την κοινή δράση, την πανταχού παρουσία και το ακατάληπτο των τριών υποστάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Ἰδιοποιεῖται τοῦ Υἱοῦ τὴν ὕβριν ὁ Θεός· λέγει γὰρ ὁ Σωτήρ· «Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ.» Μὴ νομίσωσιν αἱρετικοὶ, ὅτι τῷ Θεῷ χαρίσονται μείζονα αὐτὸν λέγοντες τοῦ Υἱοῦ αὐτοῦ. Οὐ δέχεται τιμὴν τὴν εἰς ἑαυτὸν ὁ Πατὴρ, τοῦ Υἱοῦ αὐτοῦ ὑβριζομένου. Καὶ βλέπε πραγμάτων ἀπόδειξιν ἐναργῆ ἐκ τῆς παλαιᾶς Γραφῆς. Οἱ φίλοι τοῦ Ἰὼβ, οἱ ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ, ὡς φθεγγομένῳ τολμηρὰ, καὶ ἐδικαίουν τὸν Θεόν. Ὁ Ἰὼβ ἔλεγε τῷ Θεῷ· «Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα ἴδω πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτως με ἔκρινας;» Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίωσαν τὸν Θεὸν, καίτοιγε ἀγνοουμένης τῆς ὑποθέσεως· καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα· τὸν δὲ Θεὸν, ὡς δικαίως ἐπάγοντα, ἐπῄνεσαν· καὶ λέγουσι τῷ Ἰώβ· «Μεγάλως ἐλάλησας, ὑπερβαλλόντως ἐτόλμησας, σὺ κατὰ τοῦ ἱκανοῦ λαλήσας·» καὶ, «Ὁ Θεὸς μὴ ταράττει τὸ δίκαιον.» Καὶ πάλιν λέγει ὁ φίλος αὐτοῦ· «Κατὰ τὰς ἁμαρτίας σου ἐπήγαγέ σοι. Εἰ δὲ μὴ πολλαί σου ἦσαν αἱ ἁμαρτίαι, οὐκ ἂν ἐμάστιξέ σε.» Καὶ ἐδόκουν τῷ Θεῷ συνηγορεῖν, τὸν δὲ δίκαιον κατακρίνειν· ἆρα ὁ Θεὸς ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον;

Ἆρα ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, καὶ ἠτίμασε τὸν δίκαιον; Οὐδαμῶς. Οὐκοῦν οὐ δέχεται τὴν εἰς ἑαυτὸν τιμὴν, ἀτιμαζομένου τοῦ Υἱοῦ. Ἴδωμεν δὲ τί λέγει τοῖς φίλοις τοῦ Ἰώβ· «Διὰ τί οὐκ ἐλαλήσατε ὀρθὰ περὶ τοῦ θεράποντός μου;» Εἰ οὖν τοὺς κατὰ τοῦ θεράποντος αὐτοῦ ὀρθὰ μὴ λέγοντας ἀποσείεται, τοὺς κατὰ τοῦ Μονογενοῦς ἀκονῶντας τὴν γλῶτταν δέχεται; Οὐδαμῶς. Ἀπαραίτητος τοίνυν δίκη τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον· ἄκουε γὰρ τί φησιν ὁ Σωτήρ· «Πᾶσα βλασφημία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται.»

Ὅτι ἡ Τριὰς ἀποστέλλει ἀποστόλους. Περὶ τοῦ Πατρὸς λέγει· «Ἐν γὰρ τῷ ὄρει Σιὼν, ἥξει ὁ εὐαγγελιζόμενος, καὶ οἱ εὐαγγελιζόμενοι, οὓς ὁ Κύριος προσκέκληται.» Περὶ τοῦ Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθον εἰς Σελεύκειαν.» Εἰ τοίνυν Θεοῦ τὸ προσκαλεῖσθαι, διὰ τί τὸ Πνεῦμα διὰ τῶν προφητῶν λέγει· «Τάδε λέγει Κύριος;» Καὶ πάλιν τὸ Πνεῦμα τοῖς ἐν Ἀντιοχείᾳ ἁγίοις· «Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς;» Μάθε οὖν τὴν δύναμιν τῆς Τριάδος. Ὁ Πατὴρ νομοθετεῖ· ὁ Υἱὸς κελεύει· τὸ Πνεῦμα αὐθεντεῖ. Ἄκουε λέγοντος τοῦ Θεοῦ· «Εὐαγγελιζόμενοι ἥξουσιν, οὓς ὁ Κύριος προσκέκληται.»

Ὅτι ἡ ἁγία Τριὰς δείκνυται καθῆσθαι ἐπὶ θρόνου ὑψηλοῦ. Φησὶν ὁ Ἡσαΐας· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ἀνάγκη, ὅτι ὁ Πατὴρ ὑπολαμβάνεται πρὸ πάντων.

Εἶθ᾽ ὑποκαταβὰς λέγει· «Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου, λέγοντος· Τίνα ἀποστελῶ; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,» καὶ τὰ ἑξῆς. Ὁ δὲ Ἰωάννης εἰς τὸν Υἱὸν ἐκλαμβάνει ταῦτα· λέγει γάρ· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· »Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Περὶ τοῦ Πνεύματος δὲ ὁ Παῦλος διαλεγόμενος τοῖς ἐν Ῥώμῃ Ἰουδαίοις, εἶπε· «Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε,» καὶ τὰ ἑξῆς.

Περὶ τοῦ καθῆσθαι τὸ Πνεῦμα. Ἐκ τῆς βίβλου Μωσέως οὐ μόνον καθήμενον, ἀλλὰ καὶ συγκαθήμενον τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ καὶ Υἱῷ δείκνυται. Ἐκ τῆς οὖν πρεπούσης ἱστορίας. Ὥρμημαι δὲ ἐπὶ Ἀβραάμ· «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς, οὓς καὶ ἐξένισεν ὑπὸ τὴν δρῦν, οἳ ἐξανέστησαν, ἐπιβλέψαντες ἐπὶ πρόσωπον Σοδόμων.» Τὸ δὲ, «ἐξανέστησαν,» καθισάντων ἐστὶ σημασία. Εἰπὲ οὖν, ἐπὶ τῆς τραπέζης οἱ τρεῖς ἐκάθισαν, ἢ οὔ; Φησὶν, Ἐκάθισαν. Τὸ οὖν καθῆσθαι ἐπὶ τὸ αὐτὸ συγκαθίσαι ἐστίν. Ἐν δὲ τῷ Δανιὴλ, Σωσάννης ἀπαγομένης θανατωθῆναι, λέγει ἡ Γραφή· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου, ᾧ ὄνομα Δανιήλ.» Ἡ οὖν «ἐξεγέρσεως» φωνὴ οὐκ ἐπὶ ἑστῶτος λαμβάνεται, ἀλλ᾽ ἐπὶ καθημένου ἢ κοιμωμένου· ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· «Ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου·» καὶ τὸ, «Ἐξηγέρθη Κύριος ἐκ νεφελῶν ἁγίων αὐτοῦ.» Καὶ ἄλλης ἱστορίας μνημονεύσω τοῦ Πατρὸς τοῦ Κυρίου, πρὸς τὸν Ἰωάννην λέγοντος· «Ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ᾽ αὐτόν.» Ὁ Κύριος εἶπεν· «Εἰ καὶ ὁ Πατὴρ, ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰπὲ οὖν κατὰ τὰς μαρτυρίας, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα μένουσιν ἐν τῷ Υἱῷ, ἢ οὔ; Φησὶ, Μένουσιν.

Οἱ οὖν ἐν τῷ Υἱῷ μένοντες, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ καθίσαντος, ἀνάγκη πᾶσα συγκαθῆσθαι αὐτῷ καὶ οἱ μένοντες ἐν αὐτῷ· ὡς οὖν κάθηται, καὶ συγκάθηνται. Εἰ οὖν αὕτη ἐστὶν ἱστορία ἐπὶ Ἀβραὰμ καὶ Λὼτ, καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Καὶ ἐκάθισεν ἐφ᾽ ἕνα ἕκαστον αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον·» ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· «Ὁ καθήμενος ἐπὶ χερουβίμ·» τῷ μὲν Υἱῷ ἴσμεν ἀφωρισμένην δίαιταν ἐκ δεξιῶν τοῦ Πατρὸς ἰδιάζουσαν. Τῶν γοῦν τριῶν καθισάντων ἐπὶ τοῦ Ἀβραὰμ, δῆλον ὅτι ἐξ εὐωνύμων ἐκάθισε τὸ Πνεῦμα τὸ ἅγιον· αὕτη γὰρ αὐτῷ ἀφωρισμένη δίαιτα.

Ὥσπερ οὖν πρὸς τὸν ἑαυτοῦ Υἱὸν εἶπε· «Κάθου ἐκ δεξιῶν μου·» ἐκ δὲ τοῦ καθίσαι ἐκ δεξιῶν τὸν Υἱὸν ἔστιν ἐπινοῆσαι, ὅτι κατ᾽ ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυτοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ καθημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ γὰρ καθήμενος ἐμπερίγραφός ἐστιν, ἐν ᾧ κάθηται τόπῳ. Ὁ δὲ Θεὸς ἡμῶν ἀπερίγραφός ἐστι φύσει· περιγράφεσθαι δὲ δοκεῖ μετενσωματούμενος· οὐ γὰρ ἀνθρωπίζει ἡ Γραφὴ τὸν Θεόν· ἀλλ᾽ ἐκ τοῦ καθ᾽ ἡμᾶς διαλέγεται, ἵνα τὰ ὑπὲρ ἡμᾶς ἐμφάνῃ πράγματα ἐν τοίᾳ φύσει. Ὅτι δὲ ἐν τῷ ἑκατοστῷ ἐννάτῳ ψαλμῷ φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» καὶ καθισάντων αὐτῶν, λέγει ἡ Γραφὴ πρὸς αὐτὸν τὸν Χριστόν· «Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·» καὶ, «Κύριος ἐκ δεξιῶν σου·» δῆλον οὖν ὅτι τὸ Πνεῦμα ἐκ δεξιῶν ἐστι

Ὅτι ἡ Τριὰς ἤγειρε τὸν Χριστὸν κατὰ τὴν σάρκα ἐκ νεκρῶν. Περὶ Πατρὸς οὕτως λέγει· «Ὁ δὲ Θεὸς, καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Περὶ Υἱοῦ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Περὶ δὲ τοῦ Πνεύματος· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ νεκρῶν, οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.»

Ὅτι ἡ Τριὰς ὑφ᾽ ἑαυτῆς δοξάζεται. Ὁ Υἱὸς δοξάζει τὸν Πατέρα· λέγει γάρ· «Ἐδόξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς·» ὁ Πατὴρ τῷ Υἱῷ λέγει ἐν τῷ Εὐαγγελίῳ· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ὅτι δεδόξασται Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ Πατὴρ παρὰ τοῦ Υἱοῦ, λέγει ἐν τῷ Εὐαγγελίῳ· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Τὸ Πνεῦμα τὸν Υἱὸν δοξάζει· λέγει γὰρ περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Ὁ Υἱὸς τὸ Πνεῦμα δοξάζει, λέγων· «Πᾶσα ἁμαρτία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται,» διὰ τῆς πρὸς Πατέρα καὶ Υἱὸν κοινωνίας· καὶ ἐν τούτῳ, «ὅτι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.»

Περὶ δοξολογίας Πνεύματος ἁγίου. «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Τὸ Πνεῦμα οὖν ἐστι, τὸ εἰπόν· «Ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Δῆλον ὅτι, αὐτὸ γὰρ εἶπε, «Θῦσον τῷ Θεῷ.»

Ὅτι πάρεστι πάντη ἡ Τριάς. —Περὶ Πατρός. «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος.»

Περὶ Υἱοῦ. «Ὁ ἀναβὰς, αὐτός ἐστι καὶ ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα.»

Περὶ Πνεύματος. «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Ἄλλο· «Ὑμεῖς δὲ γινώσκετε αὐτὸν, καὶ παρ᾽ ὑμῖν μένει.» Καὶ ὁ Ἡσαΐας· «Ὁ στερεώσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ διδοὺς πνοὴν τῷ λαῷ, τῷ ἐπ᾽ αὐτῆς, ἢ καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·» καὶ, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην» καὶ, «Πνεῦμά μου ἕστηκεν ἐν μέσῳ ὑμῶν.» Ὁρᾷς πῶς τὸ Πνεῦμα προτάττεται τοῦ Πατρός;

Ὅτι οὐδεὶς γινώσκει τὴν Τριάδα. Λέγει ὁ Σωτήρ· «Πάτερ ἅγιε, κόσμος σε οὐκ ἔγνω· ἐγὼ δέ σε ἔγνων.» Περὶ τοῦ Υἱοῦ ἐν τῷ Εὐαγγελίῳ·» Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Περὶ τοῦ Πνεύματος· «Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ γινώσκει αὐτό.»

Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ἡ Τριὰς τὴν ἐνέργειαν τὴν ἰδίαν ἐνδείκνυται. «Λάβε,» φησὶ, «τὸ αἷμα τῆς τελειώσεως, καὶ ἐπίθες ἐπὶ τοὺς ἱερεῖς, ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς.» Καὶ βλέπε τὴν κεφαλὴν τοῦ λαοῦ τρίτον σφραγιζομένην, κατὰ τὸν τύπον τῶν Σεραφὶμ τῶν λεγόντων· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ·» καὶ κατὰ τὸν τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· «Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς· Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος εὐλογήσω αὐτούς. Εὐλογήσει σε Κύριος, καὶ φυλάξει σε· ἐπιφανεῖ τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσει σε. Ἐπάρῃ Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δῴη σοι εἰρήνην.» Καὶ ἐν τῇ Νέᾳ ὁμοίως περὶ Πατρὸς ὁ Παῦλος· «Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Περὶ τοῦ Υἱοῦ ὁ αὐτός· «Ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός.» Περὶ τοῦ ἁγίου Πνεύματος· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.»

Ὅτι ἡ Τριὰς παρακαλεῖ· Παράκλητος γὰρ διὰ τὸ παρακαλεῖν καὶ σώζειν λέγεται, ὡς Θεὸς καὶ Σωτήρ. Περὶ τοῦ Πατρὸς ὁ Παῦλος λέγει· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι᾽ ἡμῶν.» Καὶ ὁ Ἡσαΐας πρὸς τὴν Ἱερουσαλήμ· «Παρακαλεῖ σε ὁ ὀνομάσας σε.» Παρακαλεῖ ὁ Υἱός· ὡς ἔλεγε· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.» Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐάν τις ἁμάρτῃ, ἔχομεν Παράκλητον πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτός ἐστιν ἱλασμὸς περὶ ἁμαρτιῶν ἡμῶν.» Περὶ τοῦ Πνεύματος ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε. Κἀγὼ ἀναβαίνω πρὸς τὸν Πατέρα μου· καὶ παρακαλέσω αὐτόν· καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας.

Περὶ τῆς Τριάδος. »Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·» (ἰσχὺν λέγει τὸν Υἱόν· ἰσχὺς δὲ δύναμίς ἐστι· «Χριστὸς γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία·») καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς,» τουτέστι τοῦ Πνεύματος· ὡς ἔλεγεν ὁ Σωτήρ· «Ἰδοὺ δίδωμι ὑμῖν Πνεῦμα σοφίας καὶ συνέσεως·» καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ πάλιν· «Εὐλογήσει ὑμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν· εὐλογήσει ὑμᾶς ὁ Θεός.»