Πρὸς τοὺς ἐκλαμβάνοντας εἰς ὕβριν τὸ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Εἰ αἰσχύνην φέρει τῷ Υἱῷ, τὸ πληροῦν τὸ θέλημα τοῦ Πατρὸς, αἰσχύνην φέρει καὶ τῷ Θεῷ, καὶ Πατρὶ, πληροῦν τὸ θέλημα τοῦ δικαίου· »Θέλημα» γὰρ, φησὶν ὁ Δαβὶδ, «τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Εἰ θνητῆς φύσεως θέλημα πληροῦν ὁ Θεὸς οὐκ αἰσχύνεται, ὁ Υἱὸς διὰ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς, καὶ κατάστασιν τὴν δουλικὴν, τὴν δι᾽ ἡμᾶς γενομένην, λέγων· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν θέλημα,» τουτέστι τὸ τῆς σαρκὸς, ἐπειδὴ ἡ σὰρξ ἰδία αὐτοῦ, «ἀλλὰ τὸ τοῦ Πατρός·» τουτέστι τὸ θεϊκόν· μὴ οὖν εἰς εὐτέλειαν ἐκλαμβανέσθω, εἰ καὶ τὰ μάλιστα ἐκλύεται αὐτῶν ἡ ἐπίνοια· «Προσῆλθεν αὐτῷ λεπρὸς, γονυπετῶν καὶ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·» μὴ ἀπεσείσατο αὐτὸν ὁ Σωτήρ; μὴ εἶπε, Τί βλασφημεῖς, ἐὰν ἐγὼ θέλω; ἐὰν θέλῃ ὁ Θεός· οὐχὶ δὲ ἐδέξατο τὸ ἀπηρτισμένον τῆς πίστεως; οὐχὶ, τῷ αὐτῷ λόγῳ ἀντιτρέψας αὐτῷ τὴν συλλαβὴν, τὴν σωτηρίαν ἤγαγεν αὐτῷ, λέγων· «Θέλω, καθαρίσθητι;»