Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Μαρτυρίαι ἐκ τῶν γραφῶν

Μέγας Αθανάσιος

Η θεότητα, το θέλημα και η απόλυτη ισοτιμία του Υιού προς τον Πατέρα

Αγιογραφικές αποδείξεις ότι ο Υιός είναι αληθινός Θεός, εξήγηση των εκφράσεων συγκαταβάσεως και αναίρεση των απόψεων περί υποταγής ή κτιστότητας του Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Ὅτι ὁ Υἱὸς ἀληθινὸς Θεός. Ὁ Ἰωάννης γράφει ἐν τῇ Ἐπιστολῇ· «Οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καί ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος.»

Ὅτι μέγας Θεὸς ἐκλήθη ὁ Υἱός. Ὁ Ἀπόστολος πρὸς Τῖτον· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.» Ἀμήν.

Πρὸς τοὺς ἐκλαμβάνοντας εἰς ὕβριν τὸ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Εἰ αἰσχύνην φέρει τῷ Υἱῷ, τὸ πληροῦν τὸ θέλημα τοῦ Πατρὸς, αἰσχύνην φέρει καὶ τῷ Θεῷ, καὶ Πατρὶ, πληροῦν τὸ θέλημα τοῦ δικαίου· »Θέλημα» γὰρ, φησὶν ὁ Δαβὶδ, «τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Εἰ θνητῆς φύσεως θέλημα πληροῦν ὁ Θεὸς οὐκ αἰσχύνεται, ὁ Υἱὸς διὰ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς, καὶ κατάστασιν τὴν δουλικὴν, τὴν δι᾽ ἡμᾶς γενομένην, λέγων· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν θέλημα,» τουτέστι τὸ τῆς σαρκὸς, ἐπειδὴ ἡ σὰρξ ἰδία αὐτοῦ, «ἀλλὰ τὸ τοῦ Πατρός·» τουτέστι τὸ θεϊκόν· μὴ οὖν εἰς εὐτέλειαν ἐκλαμβανέσθω, εἰ καὶ τὰ μάλιστα ἐκλύεται αὐτῶν ἡ ἐπίνοια· «Προσῆλθεν αὐτῷ λεπρὸς, γονυπετῶν καὶ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι·» μὴ ἀπεσείσατο αὐτὸν ὁ Σωτήρ; μὴ εἶπε, Τί βλασφημεῖς, ἐὰν ἐγὼ θέλω; ἐὰν θέλῃ ὁ Θεός· οὐχὶ δὲ ἐδέξατο τὸ ἀπηρτισμένον τῆς πίστεως; οὐχὶ, τῷ αὐτῷ λόγῳ ἀντιτρέψας αὐτῷ τὴν συλλαβὴν, τὴν σωτηρίαν ἤγαγεν αὐτῷ, λέγων· «Θέλω, καθαρίσθητι;»

Θέλων καθαρίζει λεπρόν· θέλων ζωοποιεῖ νεκρόν· ἠθέλησε, καὶ ἤγειρε Λάζαρον· καὶ αὐτοῦ ἐστι φωνή· «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» καὶ πάλιν· «Ὥσπερ ὁ Πατὴρ ζωοποιεῖ τοὺς νεκροὺς, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ·» καὶ τοῦτο Δαβὶδ λέγει· «Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.»

Πρὸς τοὺς λέγοντας, ὅτι εἰπεῖν τὸν Σωτῆρα τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου· Τί θέλεις; ὡς ἀγνοοῦντός ἐστιν· Εὑρίσκομεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, λέγοντος τοῦ Θεοῦ Σολομῶνι· «Αἴτησαι παρ᾽ ἐμοῦ, καὶ ποιήσω σοι.» Ἆρ᾽ οὖν πρὶν αἰτῆσαι, οὐκ ᾔδει ἃ εἶχε κατὰ ψυχήν; Ἀλλὰ βούλεται ἡμᾶς μετὰ τῆς γνώσεως τοῦ Θεοῦ φανεροῦν τὰ αἰτήματα, ὥς φησι Παῦλος· «Καὶ τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Γνωρίζετε αὐτῷ τί θέλετε, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ᾽ ὡς τὴν καλὴν πρόθεσιν ἀποδεχομένῳ.

Πρὸς τοὺς λέγοντας ἐν ὑπηρέτου τάξει κεῖσθαι τὸν Υἱὸν, διὰ τὸ προσφέρειν τῷ Πατρὶ τὴν ἀνθρωπότητα. Ἡ Γραφὴ δείκνυσι τὸν Πατέρα προσάγοντα τῷ Υἱῷ. Ἄκουε γὰρ τοῦ Υἱοῦ λέγοντος· «Οὐδεὶς δύναται πρὸς μὲ ἐλθεῖν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος ἑλκύσῃ αὐτόν.

Πρὸς τοὺς δουλεύοντας λέξεσι, καὶ μὴ τοῖς νοήμασι τῶν θείων Γραφῶν, καὶ ποιοῦντας τὸν Πατέρα Θεὸν τοῦ Υἱοῦ. Ὁ Ἀπόστολος λέγει· »Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης.» Ἐνταῦθα τὴν οἰκονομίαν διώρισε· καὶ δόξαν μὲν τὸν Μονογενῆ καλεῖ· Ἰησοῦν δὲ Χριστὸν τὸ κήρυγμα τῆς οἰκονομίας.

Τῆς μὲν γὰρ οἰκονομίας Θεὸς, τῆς δὲ δόξης Πατήρ. Εἰ δὲ μὴ πείθει σε τὸ ῥῆμα, ἀλλὰ ἄλλην τινὰ νομίζεις δόξαν εἶναι, ἧς Πατὴρ ὁ Θεός· ἄλλην τινὰ ἐπινόησον φύσιν ἀνωτέραν τοῦ Υἱοῦ· ἵνα ἐκείνης μὲν Πατὴρ κληθῇ, τούτου δὲ Θεὸς ὀνομασθῇ ὁ Πατὴρ τῆς δόξης.

Δόξα γὰρ λέγεται ὁ Μονογενής· «Ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός·» ὥστε τὸ, «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,» ἀντὶ τοῦ, ὁ Θεὸς τῆς σαρκὸς τοῦ Χριστοῦ· ὁ Πατὴρ τῆς δόξης, ὁ Πατὴρ τῆς θεότητος.

Δόξαν γὰρ καὶ ὁ Ἡσαΐας τὸν Σωτῆρα καλεῖ, κατὰ τὸ τῆς θεότητος ἀξίωμα· εἰπὼν γὰρ τὰ ἐν τῇ ἐρήμῳ θαύματα, καὶ εὐαγγελισάμενος τὴν ἔρημον, φησίν· «Ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀνθείτω ὡς κρίνον· ὅτι ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ· καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Δόξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς· Θεὸς δὲ τῆς σαρκὸς τοῦ Χριστοῦ. Οὐκ ἄλλον δὲ τὸν Χριστὸν λέγω, καὶ ἄλλον τὸν Μονογενῆ· τῇ γὰρ ἐννοίᾳ οὐ τέμνω τὰ μὴ τεμνόμενα τῇ ἑνώσει. Πατὴρ γὰρ τοῦ Μονογενοῦς πρὸ αἰώνων· Θεὸς δὲ τοῦ Μονογενοῦς κατὰ τὴν σάρκα ἐπὶ τέλει τοῦ αἰῶνος· ἀεὶ αὐτοῦ Πατὴρ, οὐκ ἀεὶ αὐτοῦ Θεὸς, ἀλλὰ ἀφ᾽ οὗ σάρκα ἀνέλαβεν. Θεὸς ὁ Πατὴρ αὐτοῦ τῆς θεότητος· ὁ μὲν γὰρ Πατὴρ ἀΐδιος, ὁ δὲ Υἱὸς συναΐδιος· καὶ οὐκ ἔχει τομὴν, οὐδὲ διαίρεσιν ἡ δόξα τῆς ἀληθείας. Πότε οὖν ἐκλήθη Θεὸς τοῦ Υἱοῦ ὁ Πατὴρ διὰ τὴν σάρκα; ἀφ᾽ οὗ προῆλθεν ἐκ κοιλίας μητρός. Διὰ τοῦτο ἐν τῷ προφήτῃ, βουλόμενος δεῖξαι ἑαυτοῦ καὶ τὴν θεότητα καὶ τὴν σάρκα ἀληθεύουσαν, ἔλεγεν· «Ἐκ κοιλίας μητρός μου, Θεός μου εἶ σύ.» Εἰ δὲ βούλει τὰ ὑπόλοιπα γνῶναι, ἐν τῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ διδαχθήσῃ.

Πρὸς τοὺς λέγοντας μέγαν Θεὸν εἶναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν μὴ ἴσον. Εἰ καὶ τὰ μάλιστα τὴν Τριάδα μίαν θεότητα λέγοντες, εὑρίσκομεν τὸν Υἱὸν ἐν τῇ Γραφῇ, πρὸς τὸ φράξαι τὰ στόματα τῶν ἐναντίων, μέγαν παρὰ τὸν Πατέρα· λέγει γὰρ ὁ Δαβίδ· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός· ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·» ἡ δὲ Ἰουδαία περιώριστο τόπῳ φανερῷ. Περὶ δὲ τοῦ Υἱοῦ· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!» Ἐπειδὴ πᾶσαν ἐπλήρωσε τὴν γῆν ἡ Χριστοῦ προσηγορία· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἁγίων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· εἰκότως λέγει ὁ ψαλμός· «Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» Καὶ τί τὸ ἐπαγόμενον, «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν;» Πληροῦται δὲ τοῦτο, ὅτε ἀνέβησαν εἰς τὸ ὄρος οἱ μαθηταὶ μετὰ τοῦ Σωτῆρος, μέλλοντος ἀναλαμβάνεσθαι, ἔλεγε πρὸς αὐτούς· «Μείνατε εἰς Ἱεροσόλυμα, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» διὰ τὸ ἐπῆρθαι· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Αὐτῷ οὖν Δαβὶδ προσφωνεῖ λέγων· «Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου.»

Ὅτι ὥσπερ ὁ Πατὴρ Κύριος Σαβαὼθ, οὕτως καὶ ὁ Υἱὸς ὁμοίως. Ὁ Ἡσαΐας λέγει· «Καὶ σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.» Ἐν δὲ τῷ ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ᾽ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.»