Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η εναρμόνιση των προφητειών με το Πάθος και ο σωτηριολογικός σκοπός του

Θεολογική ανάλυση της συγκατάβασης του Λόγου, της συνύπαρξης προφητείας και ελεύθερης προαίρεσης, και της ανακαίνισης του ανθρώπου στον Γολγοθά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

Καὶ τί μοι χρεία πολλῶν; Οὐδέν ἐστιν, ὃ λέγει ὁ Θεὸς, καὶ ἀπλήρωτον τοῦτο μένει. Κἂν παραυτίκα τις ὀλιγωρῇ ζητῶν τὸν λόγον, ἀλλὰ τῷ χρόνῳ τὴν ἀπόδοσιν ἡ ὑπόσχεσις ἔχει, καὶ τῷ χρόνῳ πάντως ἡ ἐπαγγελία πληροῦται. Ἰδοὺ γὰρ καὶ τὰ πρὸ πολλοῦ λεχθέντα ὑπὸ τοῦ Κυρίου καὶ τὰ πρὸ πολλῶν εἰρημένα χρόνων νῦν ἐν τοῖς Εὐαγγελίοις ὁρῶμεν πληρούμενα.

Ἡσαΐας μὲν γὰρ προεφήτευσεν ἐξ ἀπειρογάμου γυναικὸς τεχθήσεσθαι τὸν Ἐμμανουήλ· αὐτὸς δὲ ἐκ Μαρίας τῆς Παρθένου γεννηθεὶς καὶ Θεὸς φαινόμενος, ἐπλήρου προφήτου τὸν λόγον. Καὶ ὁ μὲν Μιχαίας προαπήγγειλε καὶ τὸν τόπον, ἐν ᾧ μέλλει ὁ Χριστὸς γεννᾶσθαι· αὐτὸς δὲ Κύριος, ἐν Βηθλεὲμ ἐπὶ φάτνης ἀνακείμενος, ἐδείκνυε τὸν προφήτην ἀληθῆ. Καὶ ὁ μὲν Ζαχαρίας εὐηγγελίζετο τῇ Ἱερουσαλὴμ τὴν εἴσοδον τοῦ Σωτῆρος· αὐτὸς δὲ ὁ Κύριος, ἀποστέλλων ἐπὶ τὸν ὄνον καὶ εἰσερχόμενος, ἐφ᾽ ἑαυτοῦ τὴν προφητείαν ἀνεπλήρου. Καὶ ὅλως, ἵνα μὴ τὸ καθέκαστον ὀνομάζω τῶν γεγραμμένων, αὐτὸς πλήρωμα τοῦ νόμου καὶ τῶν προφητῶν γέγονεν. Ἃ γὰρ δι᾽ αὐτῶν προαπήγγελλε, ταῦτα παρὼν αὐτὸς ἐτελείου πληρῶν καὶ λέγων· «Αὐτὸς ὁ λαλῶν πάρειμι.» Ἰδοὺ οὖν καὶ νῦν τὰ πάλαι ἀναφωνούμενα περὶ τοῦ Σωτῆρος ἐν τοῖς Ψαλμοῖς, ἄρτι πάλιν πληροῦται διὰ τῆς τῶν στρατιωτῶν τόλμης. Ἃ γὰρ προεσήμανε παθεῖν αὐτὸν, ταῦτα νῦν οἱ δῆμοι Ἰουδαίων ἐνεργοῦσι, διαμεριζόμενοι τὰ ἱμάτια τοῦ Σωτῆρος, καὶ ποτίζοντες αὐτὸν ὄξος μετὰ χολῆς. «Ταῦτα γὰρ,» φησὶν, «ἐγίνετο, ἵνα πληρωθῶσιν αἱ Γραφαί·» ἡ μὲν λέγουσα· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·» ἡ δὲ πάλιν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.»

Πολλοὶ, τοῖς Εὐαγγελίοις ἐντυγχάνοντες, καὶ ἀκούοντες τὸ, «Ἵνα πληρωθῇ τὸ γεγραμμένον,» ἐνόμισαν τὰ γινόμενα δι᾽ οὐδὲν ἕτερον γίνεσθαι, ἢ ἵνα πληρωθῇ τὰ γεγραμμένα· καὶ ἐκ τούτων ᾠήθησαν μὴ μόνον ἀναιτίους εἶναι τοὺς πράττοντας, ἀλλὰ καὶ μᾶλλον ἀξίους ἐπαίνου, ὅτι οὐχ ὡς ἁμαρτάνοντες, ἀλλ᾽ ὡς διακονοῦντες τοῖς γεγραμμένοις ἐνεργοῦσι· μὴ γὰρ ἂν ἀληθεῖς γεγενῆσθαι τῶν προφητῶν τοὺς λόγους, εἰ μὴ τούτων ἦσαν αἱ πράξεις. Μάλιστα δὲ ταῦτα ὑπέλαβον ἐκ τῶν εἰς τὸ κατὰ Ἰωάννην ῥητῶν κινηθέντες, ἔνθα, τῶν Ἰουδαίων τὴν ἀπιστίαν διηγούμενος, κατὰ τὴν Ἡσαΐου προφητείαν φησί· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν· ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ, ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Εἰ γὰρ, ἵνα ὁ λόγος Ἡσαΐου πληρωθῇ, οὐκ ἐπίστευον οἱ Ἰουδαῖοι, οὐκ αὐτοὶ τῆς ἀπιστίας αἴτιοι, ἀλλ᾽ ὁ ταῦτα εἰρηκὼς, δι᾽ ὃν καὶ ταῦτα πεπλήρωται. Ἆρον γὰρ, φήσουσι, τὸν λόγον τοῦ προφήτου, καὶ πάντως ἐκεῖνοι πιστεύσουσιν.

Ἀλλὰ ταῦτα καὶ ἡ τοιαύτη διάνοια πολὺ τῆς ἀληθείας ἀποδέει· οὔτε γὰρ ὁ προφήτης αἴτιος τούτοις, οὔτε οἱ Ἰουδαῖοι τῆς ἀπιστίας ἑαυτῶν ἀναίτιοι τυγχάνουσιν· ἀλλ᾽ ὁ μὲν προφήτης, προβλέπων ἃ μέλλουσι πράττειν, ἀπήγγειλεν· αὐτοὶ δὲ μετὰ ταῦτα πράττοντες, ἐδείκνυον τοῦ προφήτου τὸν λόγον ἀληθῆ· καὶ οὐχ ὡς διακονοῦντες τοῖς προφητικοῖς, ἐτόλμων κατὰ τοῦ Σωτῆρος, ἀλλὰ τῇ προαιρέσει θέλοντες ἔπραττον τὰ πράγματα· ὥστε τὸν μὲν προφήτην μὴ αἴτιον αὐτοῖς γεγενῆσθαι, ἀλλὰ τὴν προαίρεσιν αὐτῶν· αὐτοὺς δὲ μᾶλλον αἰτίους γεγενῆσθαι τῷ προφήτῃ τοῦ ταῦτα αὐτὸν περὶ αὐτῶν εἰπεῖν.

Τοῦ μὲν γὰρ προφήτου ἴδιόν ἐστιν ὁρᾷν τὰ μέλλοντα, καὶ μὴ σφάλλεσθαι· τῶν δὲ πράξεων ἕκαστος τὴν ἰδίαν προαίρεσιν αἰτίαν ἔχει. Καὶ ὥσπερ ἡμεῖς τὰ ἐν ὀφθαλμοῖς ὁρῶντες, οὐ σφαλλόμεθα βλέποντες, οὐδὲ ἄλλως μὲν βλέπομεν, ἄλλως δὲ γίνεται· ἀλλ᾽ ὡς γίνεται, βλέπομεν, καὶ ὡς βλέπομεν, γίνεται· οὕτω καὶ οἱ προφῆται τὰ μέλλοντα ὡς παρόντα ἔβλεπον· καὶ ἃ ἔβλεπον, ἔδει γενέσθαι, καὶ τὰ γινόμενα πάντως ὁρᾷν ἔδει. Καὶ πάλιν, ὥσπερ ἡμεῖς ἃ βλέπομεν ἐν ὀφθαλμοῖς, ἀνάγκη πάντως εἶναι, τὰ γὰρ ὄντα βλέπομεν, καὶ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ ὡς ὁρῶμεν· οὕτω καὶ οἱ προφῆται, ἃ προέβλεπον, ἔδει πάντως εἶναι, καὶ μὴ ἄλλως γίνεσθαι ἢ ὡς προεωράκασιν.

Ἐπεὶ εἰ τὰ γενησόμενα μὴ προέβλεπον, οὐκέτι ἂν ἦσαν προφῆται. Καὶ καθόλου δὲ τοῦτο εἰδέναι δεῖ, ὅτι οἱ προφῆται οὐ νόμων εἰσὶ διδάσκαλοι, ἵνα μόνον, ἃ προστάττουσι, γίγνηται, ἀλλὰ τῶν μελλόντων εἰσὶ προσημάντορες. Οὐ γὰρ ἐπειδὴ λέγουσι, διὰ τοῦτο καὶ γίνεται τὰ γινόμενα, ἀλλ᾽ ὅτι γίνεσθαι μέλλει, διὰ τοῦτο καὶ προλέγουσι, καὶ ἀνάγκη μὴ ψεύδεσθαι τοὺς προφήτας, ὁρῶσι γὰρ ἀληθῶς. Εἰ γὰρ καθ᾽ ὑπόθεσιν μὴ προαπήγγελλον οἱ προφῆται, ἀλλὰ τῶν Ἰουδαίων ἦν ἡ προαίρεσις, ὥστε πράττειν ταῦτα. Καὶ ὅλως οἱ ἅγιοι οὐκ ἀναγκαστικοὶ τῶν γιγνομένων εἰσίν· ἀλλὰ τὴν προαίρεσιν τῶν πραττόντων προβλέποντες σημαίνουσι. Καὶ ὥσπερ οἱ ἀνασκευάζοντες ἔλεγον· Ἆρον τὸν λόγον τοῦ προφήτου, καὶ πάντως οἱ Ἰουδαῖοι πιστεύσουσιν· οὕτως φαίην ἂν κἀγώ· Ἆρον τὰς πράξεις τῶν Ἰουδαίων, καὶ πάντως οὐ προεφήτευε ἂν περὶ αὐτῶν ὁ Ἡσαΐας τοιαῦτα.

Ἐὰν τοίνυν ὁ Ἰωάννης λέγῃ· «Οὐκ ἐπίστευον εἰς αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα πληρωθῇ ὁ λόγος Ἡσαΐου,» μὴ τῷ λόγῳ τοῦ προφήτου τὴν αἰτίαν δῷς τῆς ἀπιστίας αὐτῶν, ἀλλὰ τῇ πράξει αὐτῶν τῶν Ἰουδαίων. Ἃ γὰρ οὗτοι νῦν ἔπραττον, ταῦτα προέβλεπεν ὁ προφήτης ἐκ πολλοῦ· καὶ ἔδει τοῦτον μὴ ψεύσασθαι, ἀλλὰ γνωσθῆναι, ὅτι τὰ νῦν γινόμενα προεώρακεν ἀληθῶς. Ἵνα γὰρ ὁ λόγος αὐτοῦ ἀληθὴς τοῖς μετὰ ταῦτα φανῇ, ἠλέγχθησαν ἄπιστοι καὶ κρυπτόμενοι.

Ἦσαν μὲν γὰρ τῇ προαιρέσει φαῦλοι· ἐπειδὴ δὲ ἔκρυπτον αὐτῶν τὴν ἀπιστίαν, ὁ λόγος ἔλεγχος γέγονεν αὐτῶν. Διὰ τοῦτο γοῦν οὐκ ἐπίστευον, ὅτι ἤλεγχεν αὐτοὺς ὁ λόγος κρυπτομένους; Καὶ ἐὰν λέγῃ πάλιν· Οὐκ ἠδύναντο πιστεύειν οἱ Ἰουδαῖοι, ὅτι γέγραπται τὰ κατ᾽ αὐτῶν· μὴ τὸ ἀδύνατον τῇ προαιρέσει τῶν πραττόντων δῷς. Ἐδύναντο γὰρ καὶ μεταβάλλεσθαι· ἀλλὰ τὸ ἀδύνατον τὸ μὴ ψεύσασθαι τὸν προφήτην. Ἐπειδὴ γὰρ ἀληθῶς ἑώρακε, διὰ τοῦτο ἀδύνατον ἦν σφαλῆναι αὐτόν. Οὐ γὰρ ἄλλως ἑώρακεν, ἢ ὡς γέγονε, καὶ ἐφάνησαν ἄπιστοι. Οὕτως καὶ τὸ κατὰ τὴν Παρθένον πεπλήρωται θαῦμα, καὶ τὸ κατὰ Ἰωάννην ἀπέβη σήμερον, καὶ πάντα τὰ προγεγραμμένα πεπλήρωται. Οὐδὲ γὰρ ἐπειδὴ γέγραπται, διὰ τοῦτο καὶ ἀπέβαινον, ἀλλ᾽ ὅτι ἐγίγνετο πάντως, διὰ τοῦτο καὶ προελέχθη. Οὕτως καὶ τὸ κατὰ τὸν μερισμὸν νῦν τῶν ἱματίων γέγονε· καὶ ὡς γέγονεν, οὕτως καὶ προεωρᾶτο· καὶ ὡς προεσημάνθη καὶ προαπηγγέλθη, οὕτως καὶ πεπλήρωται καὶ πέπρακται.

Γέγραπται δὲ οὕτω· «Σταυρώσαντες δὲ αὐτὸν, διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ματθαῖος μὲν οὖν μετὰ τῶν ἄλλων εὐαγγελιστῶν ἁπλούστερον τὸν μερισμὸν γεγενῆσθαί φησι· ὁ δὲ Ἰωάννης καὶ τὴν ποιότητα τοῦ μερισμοῦ, καὶ τὴν αἰτίαν τοῦ γεγενημένου κλήρου διηγεῖται λέγων οὕτως· «Οἱ οὖν στρατιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος. Τὸν δὲ χιτῶνα, ἐπεὶ ἦν ἄῤῥαφος ἐκ τῶν ἄνω ὑφαντὸς διόλου, εἶπον πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· ἵνα ἡ Γραφὴ πληρωθῇ· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἴσως τις τούτων ἀκούων ἐρυθριᾷ· ἴσως τις ὁρῶν τὸν Κύριον παιζόμενον, καὶ ἀπαγόμενον, καὶ τυπτόμενον, αἰσχύνεται· ἴσως νῦν τις ὁρῶν τὸν Κύριον, καὶ Σωτῆρα, καὶ βασιλέα τοῦ παντὸς κρινόμενον ὑπὸ Πιλάτου, καὶ σταυρούμενον ὑπὸ Ἰουδαίων, δυσωπεῖται, καὶ κάτω τὸν ὀφθαλμὸν ἔχει. Οὐδὲ γὰρ οὐδὲ ἥλιος ἤνεγκε τὴν θέαν ἰδεῖν, ἀλλ᾽ ἐσκοτίζετο ὅλος, ἵνα καὶ τοὺς ἄλλων ὀφθαλμοὺς ἀποστρέψῃ· καὶ οὐκ ἐφρόντιζεν ἔτι τῆς ἐντολῆς τοῦ φαίνειν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ παραβαίνειν ἐτόλμα λοιπὸν, ὁρῶν τὸν ἐντειλάμενον αὐτῷ Δεσπότην ὑπὸ ἀνθρώπων πάσχοντα.

Ἀλλ᾽ ἐὰν τὴν αἰτίαν μάθωμεν, καὶ διὰ τί πέπονθεν ἴδωμεν, οὐκέτι ἐρυθριῶμεν, ἀλλὰ θαυμάζομεν τὴν ἀγαθότητα καὶ τὴν φιλανθρωπίαν αὐτοῦ· καὶ καυχησόμεθα δὲ καὶ ἡμεῖς, ὡς ὁ Παῦλος, ἐν τῷ σταυρῷ· ὅτι οὐκ αὐτὸς ὁ Κύριος δι᾽ ἑαυτὸν, ἀλλ᾽ ἡμεῖς ἐν ἐκείνῳ πάσχοντες ἦμεν. Τῶν μὲν γὰρ ἀνθρώπων ἡ ἁμαρτία πολλή τις ἦν, καὶ πᾶσαν τὴν οἰκουμένην προκατειλήφει τοῦτο τὸ κακὸν, μέγα μὲν τυγχάνον καὶ πρὸ τούτου, κατ᾽ ὀλίγον δὲ καὶ αὐξανόμενον, καὶ ἀφόρητον γινόμενον τοῖς ἀνθρώποις. Καὶ γὰρ καὶ ὁ θάνατος ἐπὶ πάντας καὶ κατὰ πάντων ἴσχυε βασιλεύειν. Ὁ δὲ Κύριος ἡμῶν ἀθάνατος καὶ ἄφθαρτός ἐστι· καὶ ὥσπερ ἀθάνατος καὶ ἄφθαρτος, οὕτως ἀγαθὸς καὶ φιλάνθρωπος.

Ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ὁ Λόγος ὑπάρχει· διὸ οὐ παρεῖδεν ἀπολέσθαι τὸ γενόμενον, οὐδ᾽ ὑπέμεινε τῶν αὐτοῦ ποιημάτων ἄλλον γενέσθαι Κύριον· ἀλλ᾽ ὁρῶν τὸ μὲν τῆς κακίας ἀφόρητον, καὶ τὸ θνητὸν γένος οὐχ ἱκανὸν ἀντιστῆναι πρὸς τὸν θάνατον, οὐδὲ τὴν τιμωρίαν τῶν κακῶν δυνατὸν ἀποδοῦναι· ὑπερῆρε γὰρ πᾶσαν τιμωρίαν ἡ τῆς κακίας ὑπερβολή· ὁρῶν δὲ καὶ τὴν τοῦ Πατρὸς ἀγαθότητα, ὁρῶν καὶ τὴν ἑαυτοῦ ἱκανότητα καὶ δύναμιν· «Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία·» κεκίνηται τῇ φιλανθρωπίᾳ, καὶ οἰκτείρας τὴν ἀσθένειαν ἡμῶν, ἐνεδύσατο ταύτην. Αὐτὸς γὰρ, ὡς ὁ προφήτης φησὶ, τὰς ἀσθενείας ἡμῶν ἦρε, καὶ τὰς νόσους ἐβάστασε. Καὶ ἐλεήσας τὸ θνητὸν ἡμῶν, περιεβάλετο τοῦτο. Λέγει γὰρ ὁ Παῦλος· «Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Ἰδὼν δὲ καὶ τὸ πρὸς τὴν ἀπόδοσιν ἡμῶν τῆς τιμωρίας ἀδύνατον, ἀνεδέξατο ταύτην αὐτός· «Χριστὸς γὰρ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.» Καὶ οὕτω δὴ τὰ ἀνθρώπινα περιβαλόμενος καὶ ἀμφιεσάμενος, δι᾽ ἑαυτοῦ τὰ ἡμῶν προσήγαγε τῷ Πατρὶ, ἵνα, ὡς αὐτὸς πάσχων, ἀβλαβῆ τὸν ἄνθρωπον πάσχοντα κατασκευάσῃ, καὶ μικρὰ μεγάλοις ἀντικαταλλάξηται. Καταβέβηκε γὰρ, ἵνα ἡμῶν τὴν ἄνοδον κατασκευάσῃ· καὶ πεπείραται γενέσεως, ἵνα ἡμεῖς δι᾽ αὐτοῦ τῷ ἀγεννήτῳ φιλιάσωμεν.

Ἠσθένησε δι᾽ ἡμᾶς, ἵνα ἡμεῖς ἐγερθῶμεν ἐν δυνάμει, καὶ εἴπωμεν, ὡς ὁ Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Ἰησοῦ Χριστῷ.» Ἔλαβε σῶμα φθαρτὸν, ἵνα τὸ φθαρτὸν ἐνδύσηται τὴν ἀφθαρσίαν· ἐνεδύσατο τὸ θνητὸν, ἵνα τὸ θνητὸν ἐνδύσηται τὴν ἀθανασίαν. Καὶ τέλος γέγονεν ἄνθρωπος καὶ ἀπέθανεν, ἵνα ἡμεῖς, οἱ ὡς ἄνθρωποι ἀποθνήσκοντες, θεοποιηθῶμεν, καὶ μηκέτι τὸν θάνατον ἔχωμεν βασιλεύοντα. Θάνατος γὰρ ἡμῶν οὐ κατακυριεύει, καὶ ὁ ἀποστολικὸς δὲ κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξαγοράσῃ, καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. Πάσχων γὰρ αὐτὸς, ἐβλάπτετο μὲν οὐδ᾽ ὅλως, ἐχαρίζετο δὲ μᾶλλον· καὶ ἀποθνήσκων, οὐκ ἔμενε νεκρὸς, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζωοποίει· καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο, καὶ αὐτὸς ἔμενεν ἀπαθής.

Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. Δύο πραγμάτων ἐν τούτῳ γέγονε σύνοδος· πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. Θνητὸν γὰρ ἀθανάτῳ συνεπλέκετο, καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. Καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον· ἀπαθὲς γὰρ ἦν· ἀλλ᾽ ἔμενε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ· τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχάνει. Διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον Λόγον, καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ, ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. Ὁ δὲ Λόγος, ἄφθαρτος ὢν, ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ· τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται, καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Διὰ τοῦτο καὶ νῦν ὑπὸ τῶν δημίων ἐκδιδύσκεται, οὓς ἡμεῖς ἐν τῷ Ἀδὰμ ἐνεδυσάμεθα, δερματίνους χιτῶνας, ἵνα ἀντὶ τούτων τὸν Χριστὸν ἐνδύσασθαι δυνηθῶμεν. Διὰ τοῦτο καὶ τὰ ἱμάτια μερίζεσθαι ὑπομένει, ἵνα ἡμεῖς τὸν ἐκ Πατρὸς ἀμέριστον ἔχωμεν Λόγον· «Ἐγὼ γὰρ καὶ ὁ Πατὴρ,» φησὶν, «ἕν ἐσμεν.» Διὰ τοῦτο καὶ λαγχάνουσιν ἐπὶ τὸν χιτῶνα, καὶ τοῦτο πάσχων παρορᾷ, ἵνα ἡμῶν κλῆρος ὁ Χριστὸς γένηται, καθὼς καὶ ὁ ψαλμῳδός φησι· «Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου.» Ὅθεν οὐδὲ ἀλλαχοῦ πάσχει, οὐδὲ εἰς ἄλλον τόπον σταυροῦται, ἢ εἰς τὸν Κρανίου τόπον, ὃν Ἑβραίων οἱ διδάσκαλοί φασι τοῦ Ἀδὰμ εἶναι τάφον.

Ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τεθάφθαι διαβεβαιοῦνται. Ὅπερ εἰ οὕτως ἔχει, θαυμάζω τοῦ τόπου τὴν οἰκειότητα. Ἔδει γὰρ τὸν Κύριον, ἀνανεῶσαι θέλοντα τὸν πρῶτον Ἀδὰμ, ἐν ἐκείνῳ τῷ τόπῳ παθεῖν, ἵνα, ἐκείνου λύων τὴν ἁμαρτίαν, ἀπὸ παντὸς αὐτὴν ἄρῃ τοῦ γένους· καὶ ἐπειδὴ ἤκουσεν ὁ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» διὰ τοῦτο πάλιν ἐκεῖ τέθειται, ἵνα τὸν Ἀδὰμ εὑρὼν ἐκεῖ, λύσῃ μὲν τὴν κατάραν, ἀντὶ δὲ τοῦ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,» λοιπὸν εἴπῃ· «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός·» καὶ πάλιν· «Ἀνάστα, καὶ δεῦρο, ἀκολούθει μοι,» ἵνα μηκέτι τεθῇς ἐπὶ γῆς, ἀλλ᾽ ἐν οὐρανοῖς ἀνέλθῃς.