Ἔνθα δὴ ὁ δείλαιος διάβολος, θεωρήσας τὸ κατὰ Πιλᾶτον θαῦμα, ὅτι μᾶλλον ὁ κρίνων ἢ ὁ κρινόμενος κατέπτηξεν· ὁρῶν δὲ καὶ τὴν μετὰ πεποιθήσεως αὐτοῦ νῦν ἀπόδυσιν, πάντα πειράζειν ἐσπούδαζε, βουλόμενος γνῶναι, ὃ πρότερον οὐκ ἠδυνήθη, πειράζων αὐτὸν ἐν τῷ ὄρει, μαθεῖν, εἰ οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Τότε καταισχυνθεὶς, ἐτήρει τὸν τοῦ θανάτου καιρόν· νομίζων, ὅτι ἐν ᾧ πάντας καταδεδουλώκει, δύνασθαι καὶ ἐν τῷ θανάτῳ τοῦτον πειράσαι. Γέγραπται γὰρ παρὰ τῷ Λουκᾷ, ὅτι συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ καιρὸς, ἐν ᾧ καὶ αὐτὸς ὁ πολέμιος ἐγίνωσκεν ἑαυτὸν καταπατηθήσεσθαι ὑπὸ πάντων, εἰ καὶ τούτου διαπέσοι· μόνον γὰρ τοῦτο αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. Διὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως περὶ αὐτοῦ μάθῃ, μηδὲ τολμήσῃ προσελθεῖν, εἰδὼς τὴν ἀπρόσιτον καὶ θείαν αὐτοῦ δύναμιν. Ὁ δὲ Κύριος, θεωρῶν αὐτοῦ τὴν πανουργίαν, ὅτι οὐ τιμῇ τῇ πρὸς αὐτὸν, ἀλλὰ τῆς τῶν ἀνθρώπων χάριν δουλείας ἐθήρευε τοῦτο, ἵνα τυραννεύῃ κατὰ πάντων, ὑπέκρυπτε τὴν ἑαυτοῦ θεότητα, καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο· ἵνα, ὡς Θεῷ μὴ προσελθὼν, ἀπαθὴς ἀπέλθῃ, ἀλλ᾽ ὡς ἀνθρώπου καταφρονήσας, προσέλθῃ, καὶ λοιπὸν ὑπὸ ἀνθρώπων ἄρξηται καταπαίζεσθαι.