Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η δίκη, ο εμπαιγμός του Σωτήρος και η ήττα του διαβόλου

Εξέταση της εκούσιας πορείας προς το Πάθος, όπου η απόκρυψη της θεότητας και τα σύμβολα του εμπαιγμού μετατρέπονται σε όπλα κατατρόπωσης του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Ἀνάγκη γὰρ, ἐγειρομένου τοῦ Σωτῆρος, συνεγείρεσθαι τούτῳ καὶ τὸν Ἀδὰμ, καὶ πάντας τοὺς ἐκ τοῦ Ἀδὰμ γενομένους. Καὶ ὥσπερ, ἀποθνήσκοντος τοῦ Ἀδὰμ, ἐμένομεν καὶ ἡμεῖς δι᾽ αὐτὸν νεκροὶ, οὕτως ἐγειρομένου τοῦ κυριακοῦ σώματος, ἀνάγκη λοιπὸν πάντας συνεγείρεσθαι αὐτῷ. Αὕτη τοῦ Παύλου ἡ διάνοια τυγχάνει· γράφει γὰρ Κορινθίοις λέγων· «Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Πῶς δὲ ἄγουσιν αὐτὸν ἐπὶ τὸν σταυρὸν, ἀναγκαῖον ἰδεῖν τὰ γεγραμμένα· πάντως γὰρ καὶ ταῦτα οὐκ ἀνωφελῆ, οὐδὲ ἁπλῶς ἐν τοῖς Εὐαγγελίοις γέγραπται. Μετὰ τὸ κριθῆναι τὸν Κύριον· ἐκρίθη γὰρ, καὶ ἔμπροσθεν ἐστάθη τοῦ ἡγεμόνος. Καὶ μή τις αἰσχυνέσθω ταῦτα· ὑπέμεινε γὰρ καὶ τοῦτο δι᾽ ἡμᾶς, ἵνα μὴ, κατὰ τὸ σιωπώμενον ἐνεδρευθέντος αὐτοῦ, κρύπτηται τῶν Ἰουδαίων ἡ ἐπιβουλή· ἀλλ᾽ ἵνα καὶ ἐκ κρίσεως φανερὰ τῶν ἐπιβουλευσάντων ἡ συκοφαντία γένηται. Μὴ κριθέντος γὰρ τοῦ Σωτῆρος, ἄδηλος ὑπενοεῖτο τῶν Ἰουδαίων ὁ κατ᾽ αὐτοῦ φθόνος· κριθέντος δὲ αὐτοῦ, λοιπὸν οὐδένα λαθεῖν οὕτως ἠδυνήθη. Καὶ Πιλᾶτος μὲν αὐτὸς, τῷ μὲν Σωτῆρι ἐμαρτύρει τὸ ἀναίτιον καὶ καθαρόν· τῶν δὲ Ἰουδαίων τὴν ἐπιβουλὴν ἐξῆγεν. «ᾜδει γὰρ,» φησὶν, «ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.» Οὐκ ἂν δὲ Πιλᾶτος ἔγνω τὸν φθόνον τῷ Ἰουδαίων, εἰ μὴ ἐστάθη κρινόμενος ὁ Σωτήρ.

Μέγα πρᾶγμα καὶ παράδοξον ἀληθῶς πεποίηκεν ὁ Σωτήρ· σιωπῶν ἐνήργει, καὶ μὴ ἀπολογούμενος ἐποίει τὸν δικαστὴν ὁμολογεῖν τὴν συσκευὴν, καὶ ὅτι μᾶλλον τοῖς ὄχλοις ἢ τῷ δικαίῳ πέπεισται. Ἀπολογουμένου μὲν γὰρ, ἦν ὑπονοῆσαι δειλίαν τοῦ θανάτου· σιωπῶντος δὲ, τὸ στεῤῥὸν καὶ τὴν ἀνδρείαν θαυμάσαι. Καὶ τὸ οὕτως δὲ τὸν Πιλᾶτον ἀπολογεῖσθαι, οὐδὲν ἦν ἕτερον, ἢ πιστεῦσαι τὸν κρινόμενον εἶναι Θεόν. Ἀμέλει, κρινόμενος ὑπὸ Πιλάτου, ἐχρημάτιζε τῇ τούτου γυναικί· ἵνα τῇ μὲν σιωπῇ τὴν ἀνδρίαν καταπλαγῇ· τῷ δὲ χρηματισμῷ γινώσκῃ, ὅτι οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν κρίνει.

Ἐφοβήθη οὖν ὁ κρίνων τὸν κρινόμενον, καὶ μᾶλλον αὐτὸς ἐκρίνετο τῷ φόβῳ τοῦ κρινομένου ἢ κρίνων αὐτὸς κατέπληττε τὸν Κύριον. Διὸ καὶ ἐνίψατο τὰς χεῖρας λέγων· «Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου·» εἰ καὶ ὕστερον, κινηθεὶς τῇ τῶν Ἰουδαίων φιλίᾳ συνέδραμεν αὐτοῖς ἐπιβουλεύουσιν· ὥστε καὶ εἰς σταυρὸν αὐτὸν παραδοῦναι. Παραδίδοται τοίνυν ὁ Σωτὴρ, καὶ παραδοθεὶς, οὐ κατέπτηξε τὸν θάνατον, ἀλλὰ καὶ μᾶλλον ἀπεδύσατο πρὸς αὐτὸν, καὶ ἐδίωκε φεύγοντα τὸν ὄφιν. Οὐ γὰρ ὡς ἀποθνήσκων ἦν ὁ Κύριος, ἀλλ᾽ ὡς τὸν θάνατον εἰς τοῦτο διώκων.

Ἔνθα δὴ ὁ δείλαιος διάβολος, θεωρήσας τὸ κατὰ Πιλᾶτον θαῦμα, ὅτι μᾶλλον ὁ κρίνων ἢ ὁ κρινόμενος κατέπτηξεν· ὁρῶν δὲ καὶ τὴν μετὰ πεποιθήσεως αὐτοῦ νῦν ἀπόδυσιν, πάντα πειράζειν ἐσπούδαζε, βουλόμενος γνῶναι, ὃ πρότερον οὐκ ἠδυνήθη, πειράζων αὐτὸν ἐν τῷ ὄρει, μαθεῖν, εἰ οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Τότε καταισχυνθεὶς, ἐτήρει τὸν τοῦ θανάτου καιρόν· νομίζων, ὅτι ἐν ᾧ πάντας καταδεδουλώκει, δύνασθαι καὶ ἐν τῷ θανάτῳ τοῦτον πειράσαι. Γέγραπται γὰρ παρὰ τῷ Λουκᾷ, ὅτι συντελέσας πάντα πειρασμὸν ὁ διάβολος, ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ καιρὸς, ἐν ᾧ καὶ αὐτὸς ὁ πολέμιος ἐγίνωσκεν ἑαυτὸν καταπατηθήσεσθαι ὑπὸ πάντων, εἰ καὶ τούτου διαπέσοι· μόνον γὰρ τοῦτο αὐτῷ περιελείπετο λοιπὸν τὸ ἆθλον, πάντων γυμνωθέντι. Διὸ καὶ πάντα ποιεῖ τοῦ μαθεῖν ἕνεκεν, εἰ οὗτός ἐστιν ὁ Σωτήρ· καὶ τοῦτο ἐποίει, ἵνα, ἐὰν ὄντως περὶ αὐτοῦ μάθῃ, μηδὲ τολμήσῃ προσελθεῖν, εἰδὼς τὴν ἀπρόσιτον καὶ θείαν αὐτοῦ δύναμιν. Ὁ δὲ Κύριος, θεωρῶν αὐτοῦ τὴν πανουργίαν, ὅτι οὐ τιμῇ τῇ πρὸς αὐτὸν, ἀλλὰ τῆς τῶν ἀνθρώπων χάριν δουλείας ἐθήρευε τοῦτο, ἵνα τυραννεύῃ κατὰ πάντων, ὑπέκρυπτε τὴν ἑαυτοῦ θεότητα, καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο· ἵνα, ὡς Θεῷ μὴ προσελθὼν, ἀπαθὴς ἀπέλθῃ, ἀλλ᾽ ὡς ἀνθρώπου καταφρονήσας, προσέλθῃ, καὶ λοιπὸν ὑπὸ ἀνθρώπων ἄρξηται καταπαίζεσθαι.

Καὶ ὥσπερ ἄν τις, τὸν ἀντίπαλον αὐτοῦ θεωρῶν καταπτήσσοντα, καὶ διὰ τοῦτο ἀποφεύγοντα λοιπὸν, ἀσθένειαν σχηματίζοιτο πρὸς τὴν ἐκείνου πρόσκλησιν· εἶτα ἐκεῖνος ὁ φεύγων, πρὸς τὴν σχηματισθεῖσαν ἀσθένειαν ἀποβλέπων, θαῤῥήσας προσέλθοι, καὶ ὁ γενναῖος παλαιστὴς τῇ ἀσθενείᾳ προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει νικήσει· οὕτω καὶ ὁ Κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος, τῇ ἑαυτοῦ δυνάμει ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. Διὰ τοῦτο παρὰ τὸν καιρὸν τοῦ θανάτου καὶ ἀδημονεῖ, καὶ περίλυπος ἤρξατο γίνεσθαι· καὶ ἐδέετο παρελθεῖν ἐκεῖνο τὸ ποτήριον, καὶ ἐβόα· «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής·» ἵνα ὁ ἀντίδικος ἡμῶν, ὡς ἀνθρώπῳ προσελθὼν, πειραθῇ θείας δυνάμεως.

Τούτοις γοῦν ὑπαχθεὶς ὁ ἄθλιος, ἐπαίχθη καὶ προσῆλθε τῷ Κυρίῳ, Εἶτα, θεωρῶν τὴν ἀνδρείαν αὐτοῦ, κατέπτησσε· θεωρῶν δὲ καὶ τὴν τοῦ σώματος ἀσθένειαν, πάλιν ἐτόλμα· καὶ λοιπὸν ἦν ἰδεῖν τὸν μὲν διάβολον σὺν ὅλῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ ταῖς ἀρχαῖς, καὶ ταῖς ἐξουσίαις αὐτοῦ φεύγοντα· τὸν δὲ Κύριον ἀνθρωπίνοις ὅπλοις διώκοντα τὴν διαβολικὴν φάλαγγα.

Οὐ γὰρ πολὺ γέγονε τὸ διάστημα, καὶ πάντων ἐσκύλευσε τὸν ἐχθρόν· ὅτε καταισχυνθεὶς λοιπὸν δι᾽ ἑαυτοῦ ἐκίνει πάντα κατὰ τοῦ Κυρίου· Ἰουδαίους μὲν, ἵνα συσκευάσωνται, Πιλᾶτον δὲ ἵνα κατακρίνῃ· τοὺς δὲ στρατιώτας, ἵνα παίζωσι κατ᾽ αὐτοῦ· ἀλλὰ καὶ τοῦτο ἠγνόει καθ᾽ ἑαυτοῦ ποιῶν· τυφλὸν γὰρ ἡ κακία, καὶ ἀπροόρατον ἡ πονηρία· καθ᾽ ἑαυτῆς τὰς χεῖρας ἀκονῶσα ἠγνόει. Οἷον γὰρ εἴ τις ὄφεως τῇ χειρὶ ἐπιλάβοιτο, καὶ θέλων καὶ ἑτέρῳ ῥῖψαι, πάντως αὐτὸς ἐδάχθη· ἢ καὶ πῦρ τῇ χειρὶ κρατῶν, καὶ θέλων τὸν ἐχθρὸν ἀδικῆσαι, οὐκ οἶδεν, ὅτι πάντως αὐτὸς κατακαίεται· οὕτως ἡ κακία κατὰ τῶν χρωμένων αὐτῇ στρατεύεται, καὶ μᾶλλον ἀδικεῖ τοὺς κατέχοντας ἢ πρὸς οὓς ἂν αὐτὴν ἀποστεῖλαι θέλωσιν. Οὕτως ὁ Φαραὼ, θέλων καταλαβεῖν, κατελήφθη· καὶ ἀρξάμενος διώκειν, κατεδιώχθη· καὶ ἀποκτεῖναι θελήσας, κατεποντίσθη. Οὕτως ὁ Γολιὰθ, ἐν οἷς ἐπῄρετο, ἐν τούτοις ἀπετμήθη, καὶ σκυλεῦσαι θέλων, ἐσκυλεύθη.

Τοῦτον τὸν τρόπον πέπονθε καὶ ὁ ἄθλιος διάβολος· πειράσαι γὰρ θέλων, ἐπειράσθη, καὶ κινῶν τοὺς στρατιώτας, μᾶλλον δὲ αὐτὸς ἐν τοῖς δημίοις κινούμενος, καθ᾽ ἑαυτοῦ πάντα ἐνήργει. Ἄρτι γὰρ ἐσκυλεύετο, καὶ ἀφανὴς ἦν τοῖς ἀνθρώποις ἡ νίκη· ἀλλ᾽ εἰς φανερὸν αὐτὴν ἤνεγκε, καὶ ἄκων ὁ ἄθλιος· ὡς γὰρ ἀπεδύσατο ὁ Κύριος, καὶ γέγονε τὸ γενόμενον ἀοράτως κατὰ τοῦ διαβόλου τρόπαιον, ἵνα καὶ τοῦτο φανερὸν γένηται, εὐθέως μὲν ἐνέδυσαν αὐτὸν, ὡς μὲν Ἰωάννης λέγει, πορφύραν, ὡς δὲ Ματθαῖος καὶ Μάρκος, χλαμύδα κοκκίνην, καὶ στέφανον ἐξ ἀκανθῶν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ χεῖρα ἐδίδουν· καὶ οὕτω προσάγοντες, ἐγονυπέτουν αὐτῷ.

Θαῦμα καινὸν καὶ παράδοξον, καὶ νίκης ἀληθῶς μεγάλης γνώρισμα! ὃν γὰρ ὡς ἄνθρωπον ἔκριναν, τοῦτον ἀποθνήσκοντα λοιπὸν ὡς Θεὸν προσεκύνουν· καὶ ὃν ἐξουθένουν ὡς εὐτελῆ, τοῦτον ὁμολόγουν βασιλέα· καὶ ἀφ᾽ οὗ τὰ τυχόντα ἱμάτια ἦραν, τούτῳ πορφύραν περιετίθουν· καὶ ὃν οὐκ εἰδότες ὕβριζον, τοῦτον προφήτην καὶ ἄκοντες προσηγόρευον· καὶ ὃν ἔπαιζον τύπτοντες, τούτῳ τὰ νικητήρια ἀπεδίδουν, τὴν κοκκίνην χλαμύδα, καὶ τὸν ἐξ ἀκανθῶν στέφανον, καὶ τὸν κάλαμον. Εἰ γὰρ καὶ ὡς ὑβρίζοντες ἐποίουν ταῦτα, ἀλλ᾽ ἠγνόουν, ὅτι καὶ ἄκοντες ἐσκυλεύοντο ὑπ᾽ αὐτοῦ. Ἐπειδὴ γὰρ τῇ ἁμαρτίᾳ πεφονοκτόνητο ἡ γῆ ὑπὸ τοῦ διαβόλου, καὶ πλεῖον ὑδάτων αἵμασιν ἦν βεβαμμένη, ἐξ ἀρχῆς μὲν χάνασα καὶ δεξαμένη τοῦ δικαίου Ἄβελ τὸ αἷμα, ὕστερον δὲ λοιπὸν αἵματα ἐφ᾽ αἵμασι μισγόντων τῶν ἀνθρώπων, κατὰ τὸ γεγραμμένον· «Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾽ αἵμασι μίσγουσι.» Καὶ ἦν διὰ τοῦτο καὶ κατηραμένη ἡ γῆ, λέγοντος τοῦ Θεοῦ· «Καὶ νῦν ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα Ἄβελ τοῦ ἀδελφοῦ σου.» Ἦν δὲ καὶ πρότερον διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ καταρασάμενος αὐτὴν ὁ Δεσπότης λέγων· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φαγῇ αὐτὴν ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς σου.» Καὶ ὅλως ἦν αἱμάτων πάντα μεστὰ, καὶ ἄκανθαι πανταχοῦ ἐφύοντο διὰ τὴν κατάραν.

Καὶ τούτων ἔχων τὸ χειρόγραφον, ἐπῄρετο κατὰ πάντων ὁ ἐχθρὸς, καὶ ἐτυράννευεν ὡς ὑποχειρίους πάντας ἔχων. Τούτου ἕνεκεν σκυλεύσας αὐτὸν ἁπάντων ὁ Κύριος, λοιπὸν ἀπαγόμενος εἰς τὸν θάνατον, περιέκειτο ταῦτα· ἵνα δείξῃ τοῦ θανάτου τὸ κατόρθωμα, ὅτι οὐχ ἁπλῶς, ἀλλ᾽ ὑπὲρ τῆς σωτηρίας ἡμῶν γέγονε.

Καὶ τὰ μὲν αἵματα ἐν τῇ κοκκίνῃ χλαμύδι εἶχε, τὰς δὲ ἀκάνθας ἐν τῷ στεφάνῳ, τὸ δὲ χειρόγραφον ἐν τῷ καλάμῳ, ἐν ᾧ καὶ πάλαι κατέγραφεν ἡμῶν ὁ διάβολος· ἵνα σὺν τῷ θανάτῳ καὶ ταῦτα λοιπὸν ἐξαφανίσῃ, καὶ τὴν κτίσιν ἀπὸ τούτων καθάρῃ· καὶ ἀντὶ μὲν τῶν ἀκανθῶν τὸ ξύλον τῆς ζωῆς χαρίσηται· ἀντὶ δὲ τῶν τῆς ἁμαρτίας αἱμάτων τῷ ἰδίῳ αἵματι τὴν γῆν καὶ τοὺς πάντας καθαρίσῃ· καὶ ἀντὶ τῆς κατάρας μακαρίσῃ λοιπὸν τοὺς ἐν τῇ γῇ, λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Διὰ τοῦτο γὰρ, τὰ ἡμῶν αἵματα βαστάσας, τὸ ἴδιον εἰς αὐτὴν ἐξεκένωσεν, ἀφ᾽ οὗ καὶ ἀντὶ ἀκανθῶν ἀγαθὰ καὶ ζωὴ πέφυκεν εἰς αὐτήν· εἰς ἣν ἀποβλέπων ὁ ἅγιος Δαβίδ φησι· «Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.» Καὶ ἄλλως δὲ τὸν στέφανον τῶν ἀκανθῶν ἐφόρει, ἵνα τὰς μερίμνας ἡμῶν ἐξαφανίσῃ τοῦ βίου.

Ἐπέῤῥιψε γὰρ ὁ ἄθλιος καὶ ἄκων τὰς μερίμνας ἡμῶν ἐπ᾽ αὐτὸν οὐκ εἰδὼς, ὅτι, ταύτας βαστάζων ὁ Κύριος, τοὺς πάντας ἀμερίμνους κατ᾽ ἐκείνου κατασκευάσει· ὥστε τὸν μὲν σπόρον τοῦ λόγου ἐλεύθερον ἔχειν ἀπὸ τῶν ἀκανθῶν, ἐν δὲ ταῖς εὐχαῖς τὸ ἀπερίσπαστον.

Αὐτὸς γὰρ περὶ ἡμῶν ὠδυνᾶτο καὶ ἐμερίμνα, ἵνα ἡμεῖς ἀνώδυνοι γενώμεθα. Διὰ τοῦτο δὲ πάλιν καὶ τὸν κάλαμον ἐλάμβανε παρ᾽ αὐτῶν ὁ Κύριος, καὶ αὐτὸς ὁ διάβολος ἐπεδίδου τοῦτον τῷ Κυρίῳ, οὐκ εἰδὼς, ὅτι καθ᾽ ἑαυτοῦ τὸ ξίφος ἀκονᾷ. Λέγεται γὰρ ὁ κάλαμος ἀναιρετικὸς εἶναι τῶν ὄφεων, καὶ τούτῳ μᾶλλον ἢ ἑτέρῳ καταράσσεσθαι αὐτούς. Ἐπεὶ τοίνυν αὐτὸς ὁ Κύριος Σαβαὼθ, ὡς Ἡσαΐας λέγει, ἐδίωκε τὸν φεύγοντα δράκοντα, τὸν ὄφιν, τὸν μέγαν διάβολον· τούτου ἕνεκεν αὐτοῦ τὸ ἀναιρετικὸν ἐλάμβανε παρ᾽ αὐτῶν ὁ Κύριος, ἵνα, τοῖς ἰδίοις ἐξασθενήσαντος τοῦ διαβόλου, τοῖς τοῦ Κυρίου ἐνδυναμωθῶσιν οἱ ἄνθρωποι.

Οἷον δέ τι πεποίηκεν ὁ Δαβὶδ ἐπὶ τοῦ Γολιὰθ, λαβὼν τοῦ ἐχθροῦ τὸ ξίφος, καὶ ἐν αὐτῷ τὴν κεφαλὴν τοῦ ἐχθροῦ τεμών. Τοῦτο νῦν καὶ ὁ Σωτὴρ πεποίηκε, λαβὼν τὸν κάλαμον παρ᾽ αὐτῶν, ἵνα μὴ μόνον ἡμᾶς ἐλευθερώσῃ ἀπὸ τῆς ἀπάτης τοῦ ὄφεως, ἀλλὰ καὶ αὐτὸν τὸν ὄφιν ἀνέλῃ τῷ καλάμῳ, καὶ δείξῃ νεκρόν. Οὕτω δὲ οὖν παιχθεὶς ὁ ἄθλιος, καὶ ἰδὼν ἑαυτὸν ἐκπεσόντα τούτων, ἐν οἷς ἐπῄρετο καθ᾽ ἡμῶν· ἰδὼν δὲ αὐτὸν ἐκβληθέντα ἐκ τῆς γῆς, καὶ τὴν γῆν καθαριζομένην ἀπὸ τῶν αἱμάτων καὶ τῶν ἀκανθῶν, καὶ ἰδὼν ἑαυτὸν ἀπολέσαντα τὸ χειρόγραφον καὶ τὸν κάλαμον, ἐν ᾧ κατέγραφεν ἡμῶν, τολμᾷ πάλιν ἀτόλμητα, πλεῖον ἑαυτὸν καὶ ἐν τούτῳ πλήττων.

Ἀκούσας γὰρ ὁ πονηρὸς λέγοντος τοῦ Κυρίου· «Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενὴς,» νομίσας, ὅτι ὁ Λόγος συνησθένει τῷ σώματι, καὶ οὐ μᾶλλον τῇ δυνάμει τοῦ Λόγου συνισχύετο καὶ τὸ σῶμα, πάλιν ἐπιχειρεῖ παράνομα· καὶ τοὺς μὲν δημίους παροξύνει κατὰ τοῦ Σωτῆρος, αὐτὸς δὲ τῶν ἀκανθῶν εἴχετο, καὶ περὶ αὐτὰς ἐκυλίετο, πρᾶγμα πάσχων ἐναντίον.

Ἔχων γὰρ αὐτὰς ἀπώλεσε, καὶ ᾠήθη μὴ ἔχων δύνασθαι λαβεῖν αὐτάς· ἀλλ᾽ οὐ πρότερον εἴληφεν, εἰ μὴ τὴν καθ᾽ ἡμῶν ἐν αὐταῖς κειμένην κατάραν ἐκούφισεν ὁ Σωτήρ. Βαστάσαντος γὰρ τοῦ Κυρίου ταύτην, πάλιν ἔλαβε τὰς ἀκάνθας καὶ τὴν χλαμύδα· οὐκ ἔτι μὲν ἰσχύοντα καθ᾽ ἡμῶν, ἐκείνων δὲ τὴν πονηρίαν ἐλέγχοντα. Νῦν μὲν γὰρ αὐτὸς ὁ διάβολος ἐν μὲν ταῖς ἀκάνθαις ὡς ἐν κέντροις ἐστὶ λακτίζων καθ᾽ ἡμῶν. Λέγεται δὲ αὐτῷ περὶ τῆς κοκκίνης χλαμύδος· ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔστι καθαρὸν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας.

Διὰ τοῦτο καὶ νῦν, κινῶν τοὺς δημίους κατὰ τοῦ Σωτῆρος, ἐλάκτιζεν ὡς ἐν κέντροις ταῖς ἀκάνθαις, καὶ μᾶλλον ἐπλήττετο ἢ ἔπληττεν. Οὓς γὰρ ἐκίνει κατὰ τοῦ Σωτῆρος, οὗτοι κατ᾽ αὐτοῦ ὡπλίζοντο. Λαμβάνοντες γὰρ τὸν κάλαμον παρὰ τοῦ Κυρίου, καὶ νομίζοντες αὐτὸν τύπτειν, ἐτύφλωττον, τὸν κινήσαντα αὐτοὺς διάβολον κόπτοντες ἐν ταῖς ἀκάνθαις.

Καὶ ὥσπερ τὰ ἔθνη, ἀναβάντα κατὰ τῆς Ἱερουσαλὴμ, ἔκοπτον ἀλλήλους ἐν τῇ κοιλάδι Ἰωσαφὰτ, καὶ ὡς οἱ διώκοντες τὸν Ἰσραὴλ, ἐλθόντες παρὰ τὰς ὄχθας, ἀλλήλοις συνεπλέκοντο, καὶ ἀλλήλους κατελάμβανον· οὕτως καὶ νῦν οἱ διώκοντες τὸν Κύριον, ἀλλήλους ἔκοπτον ἀγνοοῦντες, βλάπτοντες μὲν αὐτὸν οὐδὲν, ἑαυτοὺς δὲ μᾶλλον ἀδικοῦντες. Ὥσπερ γὰρ ἐὰν πέτραν τῇ χειρὶ κόπτειν θέλοι τις, τὴν μὲν πέτραν οὐ τέμνει, τὴν δὲ χεῖρα τραυματίζει· τοῦτον τὸν τρόπον καὶ οἱ κατὰ τοῦ Κυρίου πράττοντες, ὡς κατὰ ἀφθάρτου τολμῶντες, διεφθείροντο, καὶ ὡς κατὰ ἀθανάτου ἐπιχειροῦντες, αὐτοὶ μᾶλλον ἀπέθνησκον. Καὶ τό γε χείριστον, ὅτι διὰ τῶν αὐτοῦ μελῶν ἔπασχεν· ὃ μάλιστα γέγονε τῷ πανούργῳ πρὸς τελείαν αἰσχύνην.

Ὅλως μὲν γὰρ ὑπὸ τοῦ Κυρίου πληττόμενος, ἠδύνατο καυχᾶσθαι· ὅτε δὲ ὑφ᾽ ὧν ἐδουλεύετο, ὑπὸ τούτων κόπτεται, τοῦτο πᾶσαν αἰσχύνην ὑπερῆρεν. Ἀλλ᾽ οὐκ ἐκείνων ἡ πληγὴ τὸν ὄφιν ἀναιρεῖ· οὐ γὰρ τοσοῦτον ἠδύναντο ἄνθρωποι καὶ δήμιοι ὄντες· ἀλλ᾽ ἐλύπει μὲν αὐτὸν ἡ ὕβρις ἡ παρὰ τῶν Ἰουδαίων αὐτῷ γινομένη· ἐτραυμάτιζε δὲ οὐχ ἡ παρὰ τούτων γινομένη πληγὴ, ἀλλ᾽ ὁ Κύριος ὁ ἀντικρούων τῇ τούτων πληγῇ, καὶ ἡ ἐκ τῆς χειρὸς τοῦ Σωτῆρος γενομένη δύναμις τῷ καλάμῳ. Καὶ ἐν τούτῳ γὰρ ὁ Κύριος σχηματισάμενος, καὶ τὰ ἀνθρώπινα προβαλλόμενος, ἐδέχετο τὸν ὄφιν ἐν ταῖς ἀκάνθαις, καὶ ὡς ἄνθρωπος τυπτόμενος, συνεχώρει τύπτειν τὸν ὄφιν τοῖς δημίοις· ἵνα ὁ ποτὲ καυχησάμενος εἶναι Θεὸς, καὶ καυχησάμενος ὡς τὸν Κύριον πειράσας, ὑπὸ δημίων τυπτόμενος, τελείαν τὴν αἰσχύνην ἀπενέγκηται.