Καὶ τοῦτο γὰρ οὐκ αὐτῶν, ἀλλὰ τοῦ κρεμαμένου Σωτῆρος τὸ ἔργον. Καὶ γὰρ κρεμάμενος, ὡς ἄνθρωπος, τὰς μὲν ἀρχὰς ἐδίωκε, τὸν δὲ διάβολον κατελάμβανε, τοὺς δὲ δημίους ἐφόβει, μὴ σχίζειν τὸν χιτῶνα· ἵνα, τούτου μένοντος, μένῃ καὶ ὁ κατὰ Ἰουδαίων ἔλεγχος, ὁ μετ᾽ οὐ πολὺ γενόμενος, ὅτι τὸ μὲν καταπέτασμα ἐσχίσθη, ὁ δὲ χιτὼν τοῦ Σωτῆρος οὐδὲ ὑπὸ δημίων διῃρέθη, ἀλλ᾽ ἔμεινεν ὁλόκληρος. Μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον, τῶν σκιῶν διαιρουμένων. Πλὴν ὅτι ἀποδυσάμενος τὰ ἱμάτια ἔσπευδε πρὸς τὸν θάνατον, τότε πάλιν ὁ διάβολος, ἰδὼν τὴν προθυμίαν τοῦ Σωτῆρος, καὶ ἑαυτὸν ἐξ οὐρανοῦ πεσόντα, καὶ τῆς γῆς ἐκβληθέντα, οὐκ εἶχεν ὅ τι πράξει· πάντα γὰρ ἦν αὐτῷ θορύβου καὶ ἀπορίας μεστά. Καὶ μένειν μὲν οὐκ ἠδύνατο, φεύγειν δὲ πάλιν ἐφοβεῖτο. Πλὴν ὅτι ἐνθυμηθεὶς, ὅτι τοὺς ἀποθνήσκοντας, ἐπὶ τῆς γῆς ἀποθνήσκειν δεῖ κατὰ τὸ γεγραμμένον· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» φοβηθεὶς ἐπὶ γῆς μεῖναι, μὴ ἐκεῖ καταληφθῇ, λοιπὸν εἰς τὸν ἀέρα ἐπέτατο· τάχα κἂν οὕτως, τοῦ κυριακοῦ σώματος ἐπὶ γῆς τεθέντος, ἐλεύθερον ἔχῃ τὸν ἀέρα.