Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Το μυστήριο της σταύρωσης, η νέκρωση του θανάτου και η κάθοδος στον άδη

Η εκούσια παραμονή στον σταυρό, τα σωτηριολογικά μυστήρια της λογχευμένης πλευράς, τα κοσμικά σημεία και η απελευθέρωση των δεσμωτών μέσω της κατάργησης του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Τί λοιπὸν ἔδει ποιεῖν παθόντα ταῦτα τὸν ἐχθρόν; Ἐξ οὐρανοῦ ἐπεπτώκει, ἀπὸ γῆς ἐξεβλήθη, τοῦ ἀέρος ἐδιώχθη· καὶ πρὸς τούτοις ᾐσχύνετο μεγάλα ἐπαγγειλάμενος, καὶ μηδὲν ἐνεργῶν. Πανταχόθεν οὖν ἡττηθεὶς, καὶ πανταχόθεν ἀπορηθεὶς, ἔγνω κἂν τὸν ᾅδην φυλάξαι· τοῦτο γὰρ ἔτι τὸ χωρίον ὑπελείπετο τούτῳ. Διὸ καὶ φοβούμενος, μὴ ἐκεῖ κατελθὼν ὁ Κύριος, ἐκεῖθεν αὐτὸν ἐκδιώξῃ, καὶ πάντας τοὺς ὑποχειρίους ἐλευθερώσῃ, πάντα ἐκύκα καὶ συνεκίνει, πάντας εἰς βοήθειαν καλῶν, καὶ παρώξυνε πάλιν τοὺς Ἰουδαίους ὀνειδίζειν τὸν Κύριον, καὶ ὑβρίζειν καὶ γελᾷν ὅλως κατ᾽ αὐτοῦ· καὶ ὅλως εἴ τι περιελείπετο πανοπλίας αὐτῷ, τοῦτο ἠφίει κατὰ τοῦ Κυρίου· τάχα κἂν οὕτως αὐτὸν ὑπερεύθυνον ἁμαρτίᾳ ὄντα κρατήσῃ. Οἱ μὲν γὰρ Ἰουδαῖοι ἐχλεύαζον τὸν Κύριον λέγοντες· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·» ὁ δὲ Σωτὴρ, ὁ τῷ ὄντι τοῦ Θεοῦ Υἱὸς, οὐκ ἀπὸ τοῦ φεύγειν τὸν θάνατον, ἀλλ᾽ ἀπὸ τοῦ μένειν αὐτὸν, καὶ μένοντα πατῆσαι τὸν θάνατον, ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ, καὶ ὅτι αὐτός ἐστιν ἡ ζωή. Ἠδύνατο μὲν γὰρ καὶ καταβῆναι ἀπὸ τοῦ σταυροῦ, ὁ καὶ τοὺς ἄλλους ἐγείρας νεκρούς· ἀλλ᾽ ἡ κατάβασις φυγὴν ἐδείκνυε τοῦ θανάτου· τὸ δὲ περιμεῖναι οὐδὲν ἕτερον ἐγνώριζεν, ἢ τὸν περιμένοντα εἶναι ζωήν.

Διὰ τοῦτο γὰρ καὶ λίαν ἔμελλε τῷ διαβόλῳ ὀνειδίζεσθαι τὸν Κύριον ἐν τούτοις, καὶ ἤθελεν αὐτὸν ἀπὸ τοῦ σταυροῦ καταβῆναι καὶ μὴ γενέσθαι ἐν νεκροῖς, ἵνα κἂν οὕτως ἀπαθὴς ἀπέλθῃ, καὶ τῶν νεκρῶν κυριεύσῃ. Ἐφοβεῖτο γὰρ μὴ κατὰ τὸ γεγραμμένον, ἀναβὰς εἰς ὕψος τοῦ σταυροῦ, αἰχμαλωτεύσῃ τὴν αἰχμαλωσίαν, καὶ λάβῃ δόματα ἐν ἀνθρώποις. Ὑπώπτευσε γὰρ μὴ οὗτός ἐστι περὶ οὗ γέγραπται ταῦτα. Ὅθεν πάλιν ἐκίνει τοὺς Φαρισαίους ὁ πανοῦργος, καὶ λοιπὸν κατὰ περισσὸν ἐποίει αὐτοὺς ἐπαγγέλλεσθαι καὶ πιστεύειν, εἰ καταβαίη μόνον ἀπὸ τοῦ σταυροῦ. Πάντα δὲ ἐκίνει, καὶ παρὰ γνώμην ἐπηγγέλλετο, μόνον ἵνα μὴ γένηται νεκρὸς, καὶ κατέλθῃ εἰς τὸν ᾅδην. Ἐποίει γοῦν πάλιν λέγειν τοὺς Φαρισαίους· «Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» Οὐ πιστεύειν δὲ ἤθελε τοὺς Φαρισαίους ὁ τῆς ἀπιστίας διδάσκαλος δράκων· ἀλλὰ φεύγειν ἤθελε τὸν Κύριον τὸν θάνατον. Οὐδὲ μαθεῖν ἤθελεν, εἰ δύναται ἑαυτὸν σῶσαι· ἀλλ᾽ ἵνα μὴ τοῖς ἄλλοις σωτηρία γένηται. Εἰ γὰρ ὅλως ἐγίγνωσκεν σώσαντα αὐτὸν τοὺς ἄλλους, οὐκ ἦν ἀμφίβολον, τὸν τοῖς ἄλλοις δεδωκότα σωτηρίαν, αὐτὸν εἶναι Σωτῆρα καὶ ζωήν.

Οὐκοῦν διὰ τοῦτο αὐτὸν ὠνείδιζον, ἵνα μὴ τοῖς ἄλλοις σωτηρία γένηται. ᾜδει γὰρ ὁ περίεργος, ὅτι οὐκ ἀποθνήσκει ὁ Κύριος, ἀλλ᾽ ὁ τούτου θάνατος σωτηρία καὶ ζωὴ τοῖς πᾶσι γενήσεται. Διὰ τοῦτο ἤθελεν αὐτὸν καταβῆναι ἀπὸ τοῦ σταυροῦ, καὶ ἐποίει τοὺς Φαρισαίους ἐπαγγέλλεσθαι πιστεύειν· τάχα κἂν τῇ ἐπαγγελίᾳ τῆς πίστεως περιγένηται, ὧν ἤθελεν. Ὁ δὲ Κύριος, ὁ τῷ ὄντι Σωτὴρ, ὁ μὴ τὸ ἑαυτοῦ, ἀλλὰ τὰ ἡμῶν ζητῶν, οὐκ ἀπὸ τοῦ ἑαυτὸν σῶσαι, ἀλλ᾽ ἀπὸ τοῦ λυτρώσασθαι τὴν κτίσιν ἤθελε γνωσθῆναι Σωτήρ.

Οὐδὲ γὰρ ἰατρὸς ἐκ τοῦ αὐτὸν ὑγιαίνειν γνωσθήσεται ἰατρὸς, εἰ μὴ καὶ τοῖς νοσοῦσιν ἐνδείξηται τὴν τέχνην· καὶ ὁ ἥλιος οὐκ ἐὰν εἰς ἑαυτὸν συστέλλῃ τὰς ἀκτῖνας, γνωσθήσεται φῶς, εἰ μὴ καὶ τῇ οἰκουμένῃ ταύτας ἐπεκτείνῃ, καὶ τὸ σκότος ἐν αὐταῖς καταλάμψῃ.

Οὕτως καὶ ὁ Κύριος οὐχ ἑαυτὸν ἔσωζε· σωτηρίας γὰρ χρείαν οὐκ εἶχεν, αὐτὸς ὢν Σωτήρ· ἀλλ᾽ ἀπὸ τῆς τῶν ἄλλων εὐεργεσίας ἤθελε γνωσθῆναι πᾶσι Σωτήρ. Ἀλλ᾽ οὐδὲ καταβαίνων ἀπὸ τοῦ σταυροῦ ἤθελε γνωσθῆναι Υἱὸς Θεοῦ, ἀλλ᾽ ἀπὸ τοῦ μένειν αὐτόν.

Πλείονα γὰρ μᾶλλον ὁ θάνατος ὁ τοῦ Σωτῆρος πίστιν καὶ σωτηρίαν τοῖς ἀνθρώποις φέρει ἢ ἡ ἀπὸ τοῦ σταυροῦ κατάβασις. Ἀμέλει κρεμαμένου αὐτοῦ ἐπὶ τοῦ σταυροῦ ἔτι, τὰ μὲν μνήματα ἠνοίγοντο, καὶ οἱ ἐν αὐτοῖς κείμενοι ἐσώζοντο· ὁ δὲ κρεμάμενος λῃστὴς ἐπίστευεν εἰς αὐτόν· ἵνα δείξῃ, ὅτι τῷ ὄντι Σωτήρ ἐστι· καὶ ἀποθανὼν, τῇ πίστει καρποφορεῖ.

Ἐπὶ τούτοις ἐξίστατο λοιπὸν ἀληθῶς ὁ διάβολος, καὶ πᾶσα τοῦτον εἰκότως ἀπορία κατεῖχεν· ἑώρα γὰρ αὐτὸν ἀπολέσαντα, καὶ τὸν λῃστὴν ἐν τῷ σταυρῷ, καὶ ὃν ἔπεισε πάλαι λῃστεύειν, ἑώρα τοῦτον πιστεύσαντα· καὶ ὃν παρώξυνε βλασφημεῖν, τοῦτον ἑώρα προσκυνοῦντα τὸν Κύριον, καὶ ἐπιπλήττοντα καὶ τῷ ἄλλῳ λῃστῇ, μᾶλλον δὲ τῷ ἐν τῷ λῃστῇ διαβόλῳ.

Ἐτρύχετο δὲ πάλιν, ὅτι ὃν ὡς λῃστὴν ἀπέκτεινε, τοῦτον πάλιν μεταφερόμενον ἑώρα ἐν τῷ παραδείσῳ. Ὁρῶν δὲ καὶ πᾶσαν αὐτοῦ τὴν πανοπλίαν ῥιφεῖσαν, καὶ ὅτι οὐκ ἦν ἀμυντήριον πεμφθὲν παρ᾽ αὐτοῦ, ὃ μὴ ἠκύρωσεν ὁ Κύριος, κατὰ τὸ γεγραμμένον· «Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες,» διὰ τοῦτο ἐταράσσετο, καὶ ἀπορῶν, πεπείρακε λοιπὸν δοῦναι τῷ Σωτῆρι πιεῖν ὄξος μετὰ χολῆς· ἀλλὰ καὶ τοῦτο καθ᾽ ἑαυτοῦ κατασκευάζων ἠγνόει. Τὸ γὰρ πικρὸν τῆς ὀργῆς, τὸ διὰ τὴν παράβασιν τοῦ νόμου γενόμενον, ἐν ᾧ πάντας κατεῖχεν, ἀπεδίδου τῷ Σωτῆρι· καὶ λαμβάνων ἐκεῖνος ἀνήλισκε καὶ ἐξεκένου, ἵνα ἀντὶ μὲν τοῦ ὄξους ὃν ἐκέρασεν οἶνον ἡ σοφία ποτίσῃ ἡμᾶς· ἀντὶ δὲ τῆς χολῆς τὰ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον λόγια χαρίσηται ἡμῖν· καὶ ἀνθ᾽ ὧν αὐτὸς ἐγεύσατο τὰ ἡμῶν, εἴπῃ καὶ ἡμῖν· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» Ὡς δὲ καὶ τούτου ἐξέπεσε καὶ ἐσκυλεύθη, καταισχυνθεὶς λοιπὸν, ὑποψία αὐτόν τις εἶχεν, ὁρῶν τὰ τηλικαῦτα, ὅτι οὐ πρὸς ἄνθρωπον, ἀλλὰ πρὸς Θεὸν ἀντιμάχεται. Ἑώρα γὰρ ἐν οἷς τοὺς πάντας ἐθήρευεν, ἐν τούτοις ἑαυτὸν καταισχυνόμενον, καὶ μᾶλλον πίπτοντα ἢ καταβάλλοντα· καὶ λοιπὸν ἐπειρᾶτο παραχωρεῖν, καὶ νῶτα διδόναι τῇ φυγῇ. Ὁρῶν γὰρ αὐτὸν κρεμάμενον, καὶ διώκοντα τὸν θάνατον, ἐφοβήθη μὴ οὗτός ἐστι, περὶ οὗ γέγραπται· Ὑψωθήσεται Κύριος τοῦ ἐλεῆσαι ἡμᾶς.

Καὶ διὰ τοῦτο μᾶλλον ἐζήτει πάντα καταλιπεῖν, καὶ φυγεῖν, φθονῶν τοῖς ἐλεηθησομένοις παρ᾽ αὐτοῦ· Ἀλλ᾽ ὁ Κύριος, ὁ τῷ ὄντι Σωτὴρ, οὐ θέλων αὐτὸν ἀπελθεῖν ἀπαθῆ, οὐδὲ ἀτελὲς τὸ ἔργον καταλεῖψαι, οὐδὲ τοὺς ἐν τῷ ᾅδῃ ἐκδότους ἀφεῖναι τῷ ἐχθρῷ, ἐστρατήγησε μέγα καὶ θαυμαστὸν ἔργον. Ὁρῶν γὰρ αὐτὸν καταπτήσσοντα, καὶ τρέμοντα, καὶ δειλιῶντα τὸν θρασὺν, πάλιν ὡς ὑποπίπτων σχηματίζεται, ἵνα προσελθόντα τὸν ἐχθρὸν τέλεον χειρώσηται. Ὁ μὲν γὰρ δράκων οὐκ ἤθελεν ἀποθνήσκειν τὸν Κύριον, οὐδὲ κρεμάμενον ἐπὶ ξύλον· καὶ ἤθελε μὲν καταβῆναι τὸν Κύριον ἀπὸ τοῦ σταυροῦ καὶ μὴ ἀποθανεῖν· εἰ δὲ μὴ κατέβαινε, κἂν μένειν αὐτὸν ἁπλῶς ἐπὶ τοῦ ξύλου, καὶ μόνον μὴ ἀποθανεῖν. Ἐφοβεῖτο γὰρ μὴ τὸ γεγραμμένον γένηται· «Πνεῦμα Κυρίου ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν.» Καὶ διὰ τοῦτο ἐφοβήθη, μὴ οὗτός ἐστιν ὁ χρισθεὶς καὶ ἀποσταλεὶς, καὶ λοιπὸν τῶν ἁπάντων ἐλευθερία γένηται.

Γυμνωθεὶς οὖν ἀπὸ τοῦ παντὸς, ηὔχετο κἂν τοῦ ᾅδου κρατεῖν. Πάλιν γὰρ ἐφοβεῖτο, μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων, περὶ οὗ γέγραπται· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς εἶδε μέγα.» Καὶ γὰρ καὶ ἤκουεν αὐτοῦ λέγοντος· «Ἐγώ εἰμι τὸ φῶς.» Ὅθεν ἐδειλία μὴ ἀποθάνῃ, καὶ πάντων ἐκβληθῇ. Ὁ δὲ Κύριος, ὁρῶν αὐτὸν φεύγοντα, ἵνα μὴ τοῦτο γένηται καὶ φυγὰς ἀπέλθῃ ὁ ἐχθρὸς, φωνὰς ἀφίησιν ἀνθρωπίνας, καὶ φωνὰς ἀσθενείας λέγων· «Ἐλωῒ, Ἐλωῒ, λημὰ σαβαχθανί·» τουτέστι, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Καὶ τοῦτο ἐποίει, ἵνα ὁ διάβολος, ὃν κατεπλάγη Θεὸν, τοῦτον ὡς ἄνθρωπον ἀσθενῆ νομίσας, μὴ φυγὰς ἀπέλθοι. Ταύταις γοῦν ταῖς φωναῖς ὑπαχθεὶς ὁ πάγκακος, πάλιν ὡς ἀνθρώπῳ προσῆλθε καὶ κατεῤῥάγη. Ἔπεισε γὰρ τοὺς Ἰουδαίους εἰς σφαγὴν αὐτὸν αἰτήσασθαι, καὶ γέγονεν ὅπερ οὐ προσεδόκησεν· ἐσφάγη γὰρ οὐκ εἰς ἄλλο μέρος, ἀλλ᾽ εἰς τὴν πλευρὰν, ἀφ᾽ ἧς ἔῤῥευσεν ὕδωρ καὶ αἷμα· ἵνα, ἐπειδὴ πρότερον διὰ τῆς ἐκ πλευρᾶς πλασθείσης γυναικὸς ἦλθεν ἀπάτη, οὕτως διὰ τῆς πλευρᾶς τοῦ δευτέρου Ἀδὰμ λύτρον καὶ καθάρσιον τῆς προτέρας γένηται· λύτρον μὲν διὰ τοῦ αἵματος, καθάρσιον δὲ διὰ τοῦ ὕδατος.

Τοῦτο δὲ οὐ κατὰ γνώμην ἀπέβαινε τῷ διαβόλῳ· καὶ γὰρ ὃν ἐφοβεῖτο γενέσθαι θάνατον, τοῦτον ἀπέθανεν ὁ Κύριος, κἀκεῖνος ἐσκύλευται· καὶ νομίσας κρατεῖν τὸν Χριστὸν ἐν τῷ θανάτῳ, αὐτὸς μᾶλλον ἐδείχθη νεκρός· καὶ καυχησάμενος ἄνθρωπον ἐνεδρεύειν, πεποίηκε γνωσθῆναι Θεόν. Ἅμα γὰρ ἀπέθανεν, ἡ μὲν κτίσις ἀνήλιος γέγονε, τὸ δὲ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη, ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, οἱ στρατιῶται, σὺν τοῖς πυλωροῖς τοῦ ᾅδου κατέπτηξαν. Ἀφ᾽ ὧν ἦν ἰδεῖν μηκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν ἀληθῶς ἐν σώματι, ὡς καὶ οἱ θεωροῦντες ἔλεγον· «Ἀληθῶς οὗτός ἐστι Θεοῦ Υἱός.» Καὶ γὰρ πολλὰ μνημεῖα ἠνεῴχθησαν, καὶ ἠγέρθησαν τούτων οἱ νεκροί.

Τυφλὸν ἀληθῶς ἡ κακία· νομίσας γὰρ ἀποκτείνειν ἕνα, τῶν πάντων ἐστέρηται· καὶ νομίσας εἰς ᾅδην καταφέρειν, ἐκβέβληται τοῦ ᾅδου. Καὶ ἀπεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τέθνηκεν ὁ Σωτὴρ, ἀλλὰ τὸν θάνατον εἰς ἀναίρεσιν ἐδίωξεν, ἵνα καταργήσῃ τοῦτον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.

Οὐ πολὺ γοῦν διέστη, καὶ τὰς ὠδῖνας ἔλυσε τοῦ ᾅδου, καὶ τοὺς μὲν ἄλλους ἤγειρε λέγων· «Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν·» αὐτὸς δὲ ἐξανέστη καὶ κατέζησε τοῦ θανάτου, χλεύην αὐτοῦ τὴν τόλμαν ἡγησάμενος· ὡς καὶ ἐν ὕμνοις προανεφωνεῖτο. λέγοντος τοῦ Πνεύματος· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Χλευάζεται γὰρ ἀληθῶς οὕτω παιχθεὶς, καὶ παρὰ γνώμην αὐτῷ τῶν πραγμάτων ἀποβάντων.

Δίκην γὰρ τοῦ ζωϋφίου τοῦ καλουμένου σφηκὸς, προσβάλλοντος πέτρᾳ, καὶ τῇ προσβολῇ μὴ βλάπτοντος, ἀλλὰ καὶ τὸ κέντρον μᾶλλον ἀπολλύοντος· οὕτω καὶ ὁ θάνατος ἐσφάλη πολὺ, προσβαλὼν τῇ ζωῇ, ἥτις ἐστὶν ὁ Χριστός· οὐ γὰρ ἠδυνήθη κρατῆσαι αὐτὸν τῷ θανάτῳ, ἀλλὰ μᾶλλον καὶ τὸ κέντρον ἀπώλεσεν· ὥστε καὶ οὓς πρότερον ἐφόβει τὸ κέντρον, νῦν αὐτοῦ κατακερτομεῖν, καὶ λέγειν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;» καὶ πάλιν· «Κατέπιεν ὁ θάνατος ἰσχύσας·» καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Εἶτα ἐκβληθεὶς ὁ ἄθλιος ἀπὸ τοῦ ᾅδου, καθήμενος παρὰ τὰς πύλας, θεωρεῖ ἐξαγομένους πάντας, τοὺς πεπεδημένους, τῇ τοῦ Σωτῆρος ἀνδρείᾳ, καὶ τοὺς μὲν νεκροὺς ἀναζῶντας· τοὺς δὲ αἰχμαλώτους ἀφιεμένους, καὶ τοὺς μὲν ἁγίους προαπαντῶντας τοὺς περὶ τὸν Ἀβραὰμ, καὶ ἀνακρουομένους πάντας, κατὰ τὸ γεγραμμένον· «Προέφθασαν ἄρχοντες ἐχόμενα ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν·» τοὺς ἐλευθερουμένους χαίροντας καὶ λέγοντας· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.» Καὶ ἄγγελοι γὰρ, καὶ πᾶσα ἡ στρατιὰ τῶν ἀγγέλων ὑμνοῦντες ἦσαν καὶ λέγοντες, «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία·» καὶ ἀπήντων ταῖς λυτρουμέναις νεάνισι ψυχαῖς.

Καὶ αἱ ψυχαὶ συντρέχουσαι τοῖς ἀγγέλοις, καὶ οἱ πατριάρχαι ἀνήρχοντο, καὶ πάντα πανταχόθεν συνήχει μετ᾽ εὐφροσύνης καὶ ψαλμῶν, ἐπὶ τῇ γενομένῃ κατὰ τοῦ θανάτου νίκῃ. Καὶ ὥσπερ ἐπὶ τοῦ Δαβὶδ, πεπτωκότος τοῦ Γολιὰθ, αἱ χορεύουσαι μετὰ τυμπάνων ἀπήντων καὶ ἔλεγον· «Ἐπάταξε Δαβὶδ ἐν μυριάσιν αὐτοῦ,» τοιοῦτόν τι γέγονε καὶ ἐπὶ τοῦ θανάτου τοῦ Σωτῆρος. Ἀναστάντος γὰρ αὐτοῦ, πάντες προαπήντων μετὰ χορῶν, καὶ ᾠδῶν, καὶ τυμπάνων, λέγοντες ἀλλήλοις· «Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ Ἰακώβ.» Ἄλλοι δὲ ἐχόρευον, λέγοντες· «Ἀνέβη εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκε δόματα ἐν ἀνθρώποις.» Ἤδη δέ τινες καὶ πάντας εἰς θέαν προσεκαλοῦντο λέγοντες· «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ·» καὶ πάλιν, «Δεῦτε, καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀνταναιρῶν πολέμους ἕως ἐσχάτου τῆς γῆς.» Οὐκ ἔτι γὰρ ἔχθρα καὶ πόλεμος, ἀλλὰ πάντα εἰρηνεύει, κειμένου τοῦ πολεμίου νεκροῦ, καὶ τοῦ ποτε τυραννεύοντος δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας. Ἄλλοι δὲ πάλιν, γιγνώσκοντες τοῦ διαβόλου τὴν θρασύτητα, καὶ τοὺς μεγάλους λόχους, καὶ νῦν αὐτὸν ὁρῶντες νεκρὸν, θαυμάζοντες ἔλεγον· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων;» Καὶ, «Πῶς συνετρίβη καὶ συνεθλάσθη πᾶσα ἡ σφῦρα πάσης τῆς γῆς;»

μετὰ γὰρ τοῦ θαύματος καὶ ἀπορία πάντας κατεῖχεν. Ἐθαύμαζον μὲν γὰρ τὸν μέγαν τύραννον ὁρῶντες οὑτωσὶ ἐξαίφνης κείμενον νεκρόν· ἠπόρουν δὲ τὴν αἰτίαν τῆς πτώσεως, καὶ μάλιστα ὅτι οὐκ ἐπίστευον ἐν θανάτῳ τὸν θάνατον καταργεῖσθαι οὐδὲ ἐν σταυρῷ τὸν τηλικοῦτον ὄφιν καταράσσεσθαι. Ὅθεν πάλιν ἐθαύμαζον καὶ ἔλεγον· «Πῶς ἑάλωκε Βαβυλών;» Ἔβλεπον γὰρ λοιπὸν καὶ τὸν ᾅδην σκυλευθέντα.

Ταῦτα δὲ ὁρῶν ὁ ἄθλιος καὶ τούτων ἀκούων, ἐμαίνετο λοιπὸν καὶ ἐτρύχετο, ὀδυρόμενος. Καὶ γὰρ ὁρῶν ἑαυτὸν σκυλευόμενον κατέκοπτεν ἑαυτόν. Ὁρῶν δὲ καὶ τούς ποτε κλαίοντας ὑπ᾽ αὐτὸν, νῦν ψάλλοντας ἐν Κυρίῳ, διέῤῥησσεν ἑαυτόν· ὁρῶν δὲ καὶ τὴν χλεύην τὴν κατ᾽ αὐτοῦ, ἐσπάραττε δεινῶς ἑαυτὸν, καὶ ἀπορῶν ὅ τι πράξει, μόνον ἔτριζε τοὺς ὀδόντας, ὡς ὁ τοῦτον ἑωρακὼς Ψαλμῳδὸς μαρτυρεῖ λέγων· «Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν·» καὶ πάλιν· «Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται.» Ἔτριζε δὲ μεταμελόμενος, ὅτι κἂν ὅλως τετόλμηκε κατὰ τοῦ Σωτῆρος· εἰδὼς ἑαυτὸν πρὸ τούτου τολμῶντα κατὰ τῶν δικαίων, καὶ μηδὲν τοιοῦτον πεπονθότα. Καὶ γὰρ ἐπιβουλεύσας τῷ Ἄβελ, καὶ τοὺς πατριάρχας θλίψας, ἐπιβουλεύσας δὲ καὶ τῷ Ἡσαΐᾳ, καὶ τὸν Ἱερεμίαν ὑβρίσας, καὶ τὸν Ἰὼβ πειράσας· πάλιν ἴσχυε, καὶ ἐβασίλευεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως. Ἄρτι δὲ τολμήσας κατὰ τοῦ Κυρίου, θεωρεῖ ἑαυτὸν γενόμενον Ἶρον, καὶ ἐκβληθέντα τοῦ παντὸς, καὶ ὑπὸ πάντων καταπατούμενον.

Ἔργον γὰρ τοῦ Σωτῆρος γέγονε μὴ μόνον αὐτοῦ τοῦ θανάτου καταπαῖξαι, ἀλλὰ καὶ ἡμᾶς ἐπ᾽ αὐτοῦ ἐπιθεῖναι· ἵνα μὴ μόνον ἡμᾶς τῆς δουλείας ἐλευθερώσῃ, ἀλλὰ καὶ τὸν δουλώσαντα ἡμᾶς καταργήσῃ· μήποτε πάλιν ἰσχύσας ἀπατήσῃ ἡμᾶς, καὶ εἰς ἀργὸν αὐτοῦ τὸ κατόρθωμα γένηται.

Ὅθεν αὐτὸς, καταπαίξας τοῦ θανάτου, λοιπὸν ἔκδοτον καὶ ἡμῖν αὐτὸν εἰς τὸ πατεῖσθαι δίδωσι λέγων· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ·» καὶ πάλιν· «Καταπατήσει λέοντα καὶ δράκοντα.» Πάλαι μὲν γὰρ ὁ ὄφις ἠπάτησε τὴν Εὔαν, καὶ τῷ φθόνῳ τούτου ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· ἄρτι δὲ πατεῖται, καὶ θέλων ἀπατᾷν, ἀκούει· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ.» Καὶ πάλαι μὲν ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων περιεπάτει, διψῶν τὴν ἡμετέραν ψυχήν· ἄρτι δὲ καταπατεῖται σὺν τῷ δράκοντι, καὶ λοιπὸν ὁ Θεὸς ἐν τάχει συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν. Καὶ τοσοῦτον καταφρονεῖται καὶ παίζεται, ὡς καὶ ἐπὶ τρώγλην ἀσπίδων, ἐκβάλλοντά τινα τὴν χεῖρα, μὴ φοβεῖσθαι.