Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Οι καρποί του Σταυρού και η κατάρρευση της ειδωλολατρίας

Ανάδειξη της παρθενίας, του μαρτυρίου και της περιφρόνησης των εγκοσμίων ως καρπών της σταυρικής θυσίας, η οποία ακύρωσε την πλάνη της ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Ταῦτα γὰρ Ἡσαΐας προεφήτευσε· καὶ ἔστιν ὁ λόγος ἀληθής. Παιδία γοῦν τὴν πάλαι καὶ γέροντας ἀπατῶσαν ἡδονὴν ἄρτι χλευάζουσι· καὶ μήπω νομίμης ἡλικίας ἐπιβάντες, τὴν ὑπὲρ τὸν νόμον περιζώννυνται σωφροσύνην· καὶ παρθένοι μένοντες, τῷ λόγῳ πατοῦσι τῆς ὀφιώδους ἡδονῆς τὰς ἀπάτας, μὴ φοβούμενοι ταύτης τὰ θανατηφόρα δήγματα. Ἤδη δέ τινες καὶ αὐτὸ τὸ κέντρον τοῦ διαβόλου πατοῦντες, οὐκ ἐδειλίασαν τὸν θάνατον· ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν ἤλλαξαν τῷ θανάτῳ, μάρτυρες γενόμενοι τοῦ Λόγου· διὰ τοῦτο γὰρ ἀπέθανεν ὁ Κύριος. Πολλοὶ δὲ τὰ ἐπὶ γῆς καταλιπόντες, ἐλευθέρῳ τῷ βαδίσματι τὸν ἀέρα διαβαίνουσι, καὶ ἐν οὐρανῷ πολιτεύονται· οὐκέτι φοβούμενοι τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ καὶ ἐπιπλήττοντες καὶ λέγοντες, εἰ θέλοι κωλύειν· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ·» ὅτι Κύριον τὸν Θεόν μου σπεύδω προσκυνῆσαι· διὰ τοῦτο γὰρ ἐσταυρώθη εἰς τὸν ἀέρα ὁ Σωτήρ. Ἡ δὲ ὁδὸς τοῦ παραδείσου, ἡ πάλαι δι᾽ ἁμαρτίας κλεισθεῖσα, ἄρτι τοῖς βουλομένοις ἀνέῳγεν, ὡς Παῦλος μαρτυρεῖ, ἁρπαζόμενος ἐκεῖ, καὶ ἀπερχόμενος εἰς τοὺς οὐρανούς. Διὰ τοῦτο γὰρ ἔπαιξεν ὁ Κύριος τὸν ὄφιν. Καὶ ὁ μὲν ᾅδης κατήργηται, οὐκέτι τοῦ θανάτου κρατοῦντος, ἀλλὰ πάντων ἐγειρομένων· ὁ δὲ διάβολος οὐκ ἔτι ἐξανίσταται καθ᾽ ἡμῶν· πέπτωκε γὰρ, καὶ πεσὼν ἀληθῶς ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύεται· διὰ τοῦτο γὰρ ἀνέστη ὁ Κύριος.

Καὶ οἱ μὲν ἄνθρωποι μεμαθήκασι καταφρονεῖν σωματικοῦ πλούτου, καὶ πλουτοῦσι τῷ λόγῳ καὶ τῇ γνώσει· ὁ δὲ καυχώμενος εἶναι πλούσιος δράκων γεγύμνωται, καὶ νῦν γυμνὸς Ἶρος καὶ πένης ἐστὶ, κατεσκυλευμένος ὑπὸ πάντων. Καὶ γὰρ πάλαι τῶν χερουβὶμ ἀνὰ μέσον ὢν, καὶ πάντα λίθον χρηστὸν ἐνδεδυμένος, τὸν σάρδιον, τὸν ἴασπιν, τὸν ἀχάτην, ἄρτι λοιπὸν ἐπὶ πάπυρον, καὶ κάλαμον, καὶ χάλικα κοιμᾶται, ὡς ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται. Διὰ τοῦτο γὰρ ὁ Κύριος ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν, καὶ ὁ διάβολος ἐγυμνώθη.

Καὶ τὸ παράδοξον καὶ μέγα γενόμενον ἐν τῇ κτίσει· ἄνθρωποι μὲν γὰρ σπεύδουσιν ἀποθνήσκειν εὐχόμενοι τὴν ἐπιδημίαν τοῦ Σωτῆρος· ὁ δὲ δείλαιος διάβολος, ὁ πάλαι τοῦ θανάτου τὸ κράτος ἔχων, νῦν φοβεῖται τὸν ἐρχόμενον, καὶ τὴν κρίσιν καταπτήσσει.

Οἶδε γὰρ τὸ ἡτοιμασμένον αὐτῷ πῦρ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Διὰ τοῦτο γὰρ καὶ ἐκρίθη μου ὁ Κύριος, ἵνα ἡμᾶς ἀπὸ τῆς κρίσεως ἐλευθερώσῃ, κἀκεῖνον κατακρίνῃ. Περὶ γὰρ τῆς γενομένης εἰς πάντας πανταχοῦ θεογνωσίας τί δεῖ καὶ λέγειν, τῶν γιγνομένων ἀφ᾽ ἑαυτῶν ἐχόντων τὴν πίστιν; Οὐκ ἔστι γὰρ ἡμέραν παρελθεῖν, ἐν ᾗ ὅτε τὰ μὲν εἴδωλα οὐ καταλιμπάνουσιν ἄνθρωποι, καὶ τοὺς ἰδίους καὶ πατρικοὺς ἀρνοῦνται νόμους, πρὸς δὲ Θεὸν καταφεύγουσι, καὶ τοὺς Χριστοῦ λαμβάνειν νόμους ἀξιοῦσι, παραδόξῳ θαύματι πιστεύοντες εἰς αὐτόν. Ἔτι γὰρ εἰδωλολατροῦντες καὶ ὡς ἄνθρωπον διαβάλλοντες τὸν Χριστὸν, τοῦτον ὕστερον Θεὸν γινώσκοντες, καταλιμπάνουσι τὰ εἴδωλα· καὶ οὓς ἐφοβοῦντο δαίμονας ἐν τοῖς εἰδώλοις, τούτους τὸν Κύριον ἐπιγνόντες λοιπὸν καταλείπουσι, καὶ ἀπὸ ἄλλων διώκουσι· καὶ ἣν εἰδωλολατροῦντες ἡδονὴν ἐφοβοῦντο, ταύτης ἐν Χριστῷ καταφρονοῦσι, καὶ τὴν τότε νικῶσαν αὐτοὺς ἁμαρτίαν ἄρτι τῷ σημείῳ τοῦ σταυροῦ νικῶντες παίζουσι. Καὶ γὰρ ἀπιστοῦντες ὅλως τῇ παρθενίᾳ, καὶ ἀδύνατον εἶναι λέγοντες ἐν ἀνθρώποις ταύτην εὑρίσκεσθαι τὴν ἀρετὴν, πιστεύσαντες τῷ ἐκ Παρθένου Σωτῆρι, οὐ μόνον ἐπιγινώσκουσιν, ἀλλὰ καὶ αὐτοὶ ταύτην πολιτευόμενοι, ἀπιστοῦνται παρὰ τοῖς ἔτι ἔθνεσιν εἰδωλολάτραις. Ἐπὶ τούτοις δὲ ἤργησε πᾶσα μὲν φαρμακεία, πᾶσα δὲ μαγεία κατήργηται, καὶ πᾶσα τῶν Ἑλλήνων μεμώραται σοφία.

Ἐν γὰρ τοῖς θείοις, οὐ λόγων, ἀλλ᾽ ἔργων ἐστὶ χρεία· καὶ οὐχ ἡ προφορὰ τῆς γλώττης, ἀλλ᾽ ἡ τῆς ψυχῆς διάθεσις ὠφελεῖ. Οἱ γοῦν Ἕλληνες οὐ καταλαμβάνουσι λόγοις ταῦτα, ἃ τῇ πίστει Χριστιανοὶ ἐπιδείκνυνται· καὶ ἃ ἐνεργοῦσι λόγοις οἱ μάγοι, ταῦτα, σιωπώντων ἡμῶν, τῷ σημείῳ τοῦ σταυροῦ καταργεῖται· καὶ ἂ ἀμφιβάλλουσι περὶ ἀθανασίας, ταῦτα οἱ μάρτυρες τοῦ Χριστοῦ οὐ λόγοις, ἀλλ᾽ ἔργοις ἐπιδείκνυνται· καὶ περὶ ἧς διστάζουσι παρθενίας οἱ μάγοι, καὶ τῶν Ἑλλήνων φιλόσοφοι, ταύτην ἐν Χριστῷ καὶ γυναῖκες ἐπιδείκνυνται· καὶ οἷς εὔχονται δαίμοσιν, ὡς θεοῖς, τούτους καὶ παιδία ἐν Χριστῷ διώκουσι. Καὶ ὅλως ὁ χριστοφόρος ἀνὴρ ὡς Θεός ἐστιν ἐπὶ γῆς, τοῖς μὲν ἀνθρώποις ἀνεξίκακος γενόμενος, πᾶσι δὲ, ὡς σὺν ἡλίῳ περιπολῶν, τὸν οὐράνιον ἐπιδεικνύμενος βίον.

Ἰδοὺ ἓν τοῦτο τοῦ σταυροῦ κατόρθωμα· ἰδοὺ ταῦτα πεποίηκεν ὁ θάνατος τοῦ Σωτῆρος. Οὐ γὰρ ἀνθρώπου ἐστὶ τὸ ἔργον, ἀλλὰ Θεοῦ. Καὶ διὰ τοῦτο πέπονθεν ὡς ἄνθρωπος, ἵνα τοῖς ἀνθρώποις τὰ ὑπὲρ ἄνθρωπον καὶ θεῖα χαρίσηται. Αὐτοῦ γοῦν ἐστι τὰ νῦν ἐν ἀνθρώποις κατορθώματα. Κἂν γὰρ Παῦλος λαλῇ, ἀλλὰ Χριστός ἐστιν ἐν αὐτῷ λαλῶν· κἂν μεγάλα καὶ θαυμαστὰ ποιῇ, ἀλλ᾽ ἡ τοῦ Χριστοῦ χάρις ἐστὶν ἡ ταῦτα ἐνεργοῦσα· καὶ ἐὰν εἰς πάντας ἔφθασεν ἡ περὶ Θεοῦ γνῶσις, ἀλλ᾽ οὐκ ἀνθρώπων ἐστὶν ἡ διδασκαλία, ἀλλ᾽ αὐτοῦ τοῦ Λόγου καταβάντος μεσίτου Θεοῦ καὶ ἀνθρώπων.

Τοῦτο γὰρ γέγραπται, ὃ οἱ Ἰουδαῖοι μὲν ἐσιώπησαν πάλαι, ἄρτι δὲ πληρούμενον ὁρῶσι· γέγραπται γὰρ, ὅτι «Ἔσονται πάντες διδακτοὶ Θεοῦ,» καθάπερ καὶ ὁ Ἱερεμίας λέγει· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος·» καὶ ἐπιφέρει λέγων· «Καὶ οὐ μὴ διδάξει ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτῷ λέγων· Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν.» Τίς γάρ ἐστιν ὁ ἐν τοῖς εἰδώλοις κατανύττων, εἰ μὴ ὁ Κύριος; καὶ τίς ὁ ἀνάγων αὐτοὺς ἐκεῖθεν ἔτι δουλεύοντας εἰδώλοις, εἰ μὴ αὐτὸς ὁ Χριστὸς, ὁ λέγων· «Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν;» Τὸ γὰρ παράδοξόν ἐστι τοῦτο, ὅτι, ἔτι δουλευόντων αὐτῶν εἰδώλοις, διανοίγεται τούτων ὁ νοῦς τῆς ψυχῆς ὡς τὸ νοεῖν, ὅτι οὓς μὲν ἐνόμιζον πάλαι θεοὺς, ξύλα καὶ λίθους εἶναι· ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον, τοῦτον οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν ἐπιγινώσκειν. Νοῦ δὲ διδάσκαλος οὐκ ἄνθρωπός ἐστιν, ἀλλ᾽ ὁ τὸν νοῦν μόνος ὁρῶν Θεός.

Μακάριε ἀληθῶς καὶ ζωοποιὲ σταυρὲ τοῦ Σωτῆρος· τὸν μὲν θάνατον ἐθριάμβευσας, τὸν δὲ τοῦτον κατέχοντα διάβολον ἀνεῖλες. Θεῖε Λόγε, καὶ ἀληθῶς σοφία τοῦ Πατρός· σὺ καὶ τοῦ πανούργου τὸ πρόσωπον ἔδειξας, καὶ τὴν πτύξιν τοῦ θώρακος αὐτοῦ ἐγύμνωσας· ὥστε καὶ ἡμᾶς λέγειν· «Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.» Φιλάνθρωπε καὶ ἀγαθὲ Δέσποτα· σὺ καὶ αἰχμαλώτους ἡμᾶς ὄντας ἐλυτρώσω, καὶ δουλεύοντας τῇ ἁμαρτίᾳ, διὰ τοῦ θανάτου ἰδίου, Κύριε, ἠλευθέρωσας.

Οἴδαμεν γὰρ, ὅτι ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας. Εἰρηνοποιὲ ἀληθῶς Υἱὲ τοῦ Θεοῦ· σὺ καὶ τὴν υἱοθεσίαν ἡμῖν ἀποδέδωκας, καὶ ἀποκαταλλάξας ἡμᾶς τῷ σαυτοῦ Πατρὶ, τὴν ἔχθραν ἐν τῇ σαρκὶ κατήργησας. Πλούσιε Σωτὴρ καὶ ἀληθῶς βασιλεῦ· σὺ γὰρ ἐπτώχευσας, ἵνα τῇ σῇ πτωχείᾳ πλουτήσωμεν· σὺ καὶ τὴν βασιλείαν ἡμῖν τῶν οὐρανῶν ἐχαρίσω, κτίστα καὶ δημιουργὲ τῶν πάντων, Λόγε τοῦ Πατρός· σὺ γὰρ πάλιν ἡμᾶς ἀνέκτισας, καί σου ποιήματά ἐσμεν, κτισθέντες ἐπὶ ἔργοις ἀγαθοῖς. Φῶς ἀληθῶς καὶ ἀπαύγασμα τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἐν σκότει κατέλαμψας, καὶ μὴ βλέποντας ἡμᾶς εἰς φῶς ἤγαγες. Μορφὴ καὶ εἰκὼν ὄντως τοῦ Πατρός· σὺ γὰρ ἡμᾶς ἀπολλυμένους ἐμόρφωσας, καὶ πάλιν ἐχαρίσω τὸ κατ᾽ εἰκόνα. Θεὲ Λόγε καὶ ἀληθῶς ζωή· σὺ γὰρ ἀποθανόντας ἐζωοποίησας, καὶ φθαρέντας ἀνεκαίνισας, ἐνδύσας τὴν ἀφθαρσίαν. Δύναμις ἀληθῶς, καὶ βραχίων, καὶ δεξιὰ τοῦ Πατρός· σὺ γὰρ καὶ τὰς ὠδῖνας ἔλυσας τοῦ θανάτου, θύρας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς κατέαξας, ὡς ἡ Γραφὴ λέγει. Σὺ καὶ τὸν δράκοντα, τὸν ὄφιν, τὸν διάβολον, ἐν ἀνθρωπίνῳ ἀγκίστρῳ περιήγαγες ἐν τῷ τροπαίῳ τοῦ σταυροῦ.

Διὰ σὲ καὶ τὴν σὴν θείαν ἀνδραγαθίαν πάντες μὲν αὐτὸν πατοῦσι, πάντες δὲ αὐτοῦ καταπαίζουσι. Σοῦ γὰρ πρώτου παίξαντος εἰς αὐτὸν, γέγονε λοιπὸν ἀρχὴ πλάσματος Κυρίου, πεποιημένου εἰς τὸ καταπαίζεσθαι. Καὶ σοῦ τοῦτον καταβαλόντος, γέγονε πᾶσι θαῦμα, ὥστε καὶ λέγειν· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων;» Καὶ σοῦ λαβόντος παρ᾽ αὐτοῦ τὸ καθ᾽ ἡμῶν χειρόγραφον, καὶ προσηλώσαντος αὐτὸ τῷ σταυρῷ, πάντες κατ᾽ αὐτοῦ κατακερτομοῦσι λέγοντες· «Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν; καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής; συνέτριψεν ὁ Θεὸς τὸν ζυγὸν τῶν ἁμαρτωλῶν. Λοιπὸν γὰρ ὑποκάτω αὐτοῦ στρώννυται σῆψις, καὶ τὸ κατακάλυμμα αὐτοῦ γίνεται σκώληξ,» καὶ πάντες οὐκέτι τὸν δράκοντα φοβοῦνται, ἀλλὰ σὲ, καὶ διὰ σοῦ τὸν Πατέρα προσκυνοῦσιν.