Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η πτώση των σταυρωτών, η ευθύνη των πιστών και η εσχατολογική προσδοκία

Αντιπαραβολή της πνευματικής τύφλωσης των Ιουδαίων με τα δωρήματα του Σταυρού και προειδοποίηση προς τους χριστιανούς για την αποφυγή των αμαρτημάτων ενόψει της Δευτέρας Παρουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Οὕτω μὲν οὖν ὁ Κύριος ἐξαναστὰς, ταχέως κατέπαιξε τοῦ θανάτου, καὶ ἡμᾶς ἠλευθέρωσεν ἀπ᾽ αὐτοῦ. Ἰουδαῖοι δὲ, οὐδὲ ταῦτα βλέποντες, ᾐσχύνοντο, ἀλλὰ καὶ ἠγνόουν τολμῶντες κατὰ τοῦ Σωτῆρος, ὅτι καθ᾽ ἑαυτῶν ἐπεχείρουν ταῦτα. Οὐκ ἔβλεπον γὰρ παραδιδόντες τὸν Κύριον, ὅτι τὴν τῆς Ἱερουσαλὴμ παράδοσιν προκαλοῦνται, λέγοντος τοῦ προφήτου Ἱερεμίου· «Παραδιδομένη παραδοθήσεται Ἱερουσαλὴμ εἰς χεῖρας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος.» Καὶ οὐκ ἔβλεπον, ὅτι, μὴ θέλοντες δουλεύειν τῷ Κυρίῳ, ὑπέβαλλον ἑαυτοὺς τῷ διαβόλῳ δούλους, καὶ ὑπηρέτουν αὐτῷ εἰς τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν.

Ἠγνόουν γὰρ τὸν Βαραββᾶν αἰτούμενοι, καὶ τὸν Κύριον ἀποκτείνοντες, ὅτι τὸν μὲν βίον βιώσονται τοῦ Βαραββᾶ, καὶ πᾶσα στάσις καὶ φόνος παρ᾽ αὐτοῖς αὐξήσει· ἀποβαλοῦσι δὲ ἀφ᾽ ἑαυτῶν τὸ φῶς καὶ τὴν ἀλήθειαν, καὶ πάντα ὅσα ἐστὶν ὁ Κύριος, ὡς ὁ Ἡσαΐας λέγει· «Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος Σαβαὼθ, ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα, καὶ ἄρχοντα πολεμιστὴν, καὶ δικαστὴν, καὶ προφήτην, καὶ στοχαστὴν, καὶ πρεσβύτερον, καὶ πεντηκόνταρχον, καὶ θαυμαστὸν σύμβουλον, καὶ σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Ἐνέπαιζον γὰρ οἱ ἄθλιοι τῷ Κυρίῳ, καὶ οὐκ ἔβλεπον, ὅτι τὸ προφητικὸν κατ᾽ αὐτῶν ἐπληροῦτο ῥητὸν τὸ λέγον· «Ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.» Τοῦτο γάρ ἐστι τὸ παράδοξον τοῦ Σωτῆρος, ὅτι σταυρούμενος ἔπασχε μὲν ὑπὲρ τῆς ἀνθρωπότητος, κατέπαιξε δὲ τοῦ θανάτου, καὶ κατὰ Ἰουδαίων ἐπληροῦτο τὰ γεγραμμένα. Ὅτι δὲ καὶ τὸ φῶς ἀφῄρηται ἀπ᾽ αὐτῶν, γέγραπται ἐν τῷ Ἱερεμίᾳ οὕτως· «Ὁ Λόγος ὁ γενόμενος ἐπὶ Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Ἀφελῶ ἀπ᾽ αὐτῶν φωνὴν εὐφροσύνης, καὶ φωνὴν χαρᾶς, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου.»

Ἀμέλει παρεδίδουν τοῖς ἔθνεσι τὸν Κύριον, καὶ οὐκ ᾔδεισαν, ἀλλ᾽ ἐτύφλωττον, ὅτι αὐτοὶ οὐ μετὰ πολὺ μιανθήσονται ἐν τοῖς ἔθνεσι καὶ εἰς τὴν κληρονομίαν αὐτῶν εἰσελεύσονται κατ᾽ αὐτῶν τὰ ἔθνη, καθάπερ γέγραπται· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίανον τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.» Ἀρνούμενοι τὸν Κύριον ἔχειν βασιλέα, ἠγνόουν στερισκόμενοι τῆς Δαβιτικῆς τιμῆς.

Αὐτῷ γὰρ ἀπέκειτο τοῦ Δαβὶδ ἡ βασιλεία, καὶ μέχρι τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἔφθανεν αὐτὴ, ἐπὶ μάρτυρι τῷ Ἰακὼβ λέγοντι· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Καὶ γυμνοῦντες δὲ τὸν Κύριον, καὶ τύπτοντες αὐτὸν, οὐκ ᾔδεισαν ἐκδιδυσκόμενοι παρ᾽ αὐτοῦ, καὶ κοπετὸν καθ᾽ ἑαυτῶν παροξύνοντες· λέγει γὰρ αὐτὸς ὁ Κύριος· «Ἀφελοῦμαι τὰ ἱμάτιά μου καὶ τὰ ὀθόνια, τοῦ μὴ καλύπτειν τὴν ἀσχημοσύνην αὐτῆς·» καὶ πάλιν· «Ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδητος, καὶ γυμνή· ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων.» Καὶ ποιοῦντες ἐπιβληθῆναι χλαμύδα κοκκίνην, οὐκ ἔβλεπον καθ᾽ ἑαυτῶν τὴν κατηγορίαν τοῦ Πνεύματος πληροῦντες, ὅτι «Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις.» Χαίροντες δὲ καὶ ἐπὶ τῷ περικεῖσθαι ἀκάνθας τὸν Σωτῆρα, ἐτύφλωττον, καθ᾽ ἑαυτῶν αὐτὰς περιτιθέντες.

Γέγραπται γάρ· «Ἔκστητε, λυπήθητε, αἱ πεποιθυῖαι, ἐκδύσασθε, γυμναὶ γένεσθε, περιζώσασθε τὰς ὀσφύας, καὶ ἐπὶ τῶν μασθῶν κόπτεσθε ἀπὸ ἀγροῦ ἐπιθυμήματος, καὶ ἀπὸ ἀμπέλου γενήματος. Ἡ γῆ τοῦ λαοῦ μου ἄκανθα, καὶ χόρτος ἀναβήσεται, καὶ ἐκ πάσης οἰκίας εὐφροσύνη ἀρθήσεται.» Ἐχλεύαζον τὸν Κύριον, ὡς Υἱὸν Θεοῦ, καὶ οὐκ ἔβλεπον ἀποβαλλόμενοι τὴν υἱοθεσίαν, ὡς αὐτὸς διαμαρτύρεται λέγων· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·» καὶ, «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν.» Ἐπότιζον αὐτὸν ὄξος καὶ χολὴν, ἀλλὰ καὶ τοῦτο σφόδρα τυφλὸν κατ᾽ αὐτῶν. Ὁ μὲν γὰρ Θεὸς ἄμπελον ἐξ Αἰγύπτου μετῆρε, καὶ κατεφύτευσεν αὐτὴν, καὶ περιέμενε τοῦ λαβεῖν παρ᾽ αὐτῶν τὸν καρπὸν, σταφυλὴν καὶ οἶνον· οἱ δὲ ἄφρονες, ἀντὶ οἴνου ὄξος, ἀντὶ δὲ σταφυλῆς χολὴν ἐπεδίδουν, γνώρισμα τῆς κατὰ Σοδομίτας αὐτῶν κακίας ἐμφαίνοντες· καὶ γὰρ αὐτῶν ἡ σταφυλὴ χολή ἐστι, κατὰ τὰ ἐν τῷ Δευτερονομίῳ γεγραμμένα. Διὰ τοῦτο γὰρ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν, εἰδὼς τὸν παρ᾽ αὐτῶν ἐσόμενον τοιοῦτον καρπὸν, προέλεγεν αὐτοῖς τὴν παραβολὴν τοῦ ἀμπελῶνος, καὶ ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

Πρὸς τούτοις διήρουν τὰ ἱμάτια τοῖς δημίοις, οὐχ ὁρῶντες τὸν κατ᾽ αὐτῶν ἐν τοῖς ἔθνεσι γιγνόμενον μερισμόν· φησὶ γὰρ ὁ προφήτης· «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσεται τὰ σκύλα σου ἐν σοί. Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον εἰς Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται·» καὶ πάλιν· «Νῦν καταφάγεται ἡ ἐρυσίβη τοὺς κλήρους αὐτῶν·» καὶ καθὼς ὁ Μιχαίας φησί· «Τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ᾽ ὑμᾶς παραβολὴ, καὶ θρηνήσεται θρῆνος ἐμμεεὶ λέγων· Ταλαιπωρίᾳ ἐταλαιπώρησε μερὶς λαοῦ μου, κατεμετρήθη ἐν σχοινίῳ, οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμετρήθησαν.» Καὶ συνελόντι φράσαι, τολμήσαντες κατὰ τοῦ Κυρίου, καθ᾽ ἑαυτῶν τὴν ἡμέραν προσεκαλέσαντο, ἣν προέλεγε καὶ ὁ προφήτης· «Ἡμέρα γὰρ κρίσεως Κυρίου, ἀνταποδόσεως κρίσεως Σιών. Καὶ στραφήσονται αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον. Καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω. Αὕτη εἰς γενεὰν ἐρημωθήσεται, καὶ κατοικήσουσιν ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις, καὶ κόρακες. Καὶ ἐπιβληθήσεται ἐπ᾽ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

Οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· καὶ οἱ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν. Καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῆς ἀκάνθινα ξύλα, καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς. Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν, καὶ συναντήσουσι δαιμόνια ὀνοκενταύροις, καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον. Ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι· εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν. Ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ πεδία αὐτῆς μετὰ ἀσφαλείας.» Ταῦτα πεπόνθασιν οἱ Ἰουδαῖοι, δοκοῦντες τὸν Κύριον ἀποκτείνειν· ταῦτα καθ᾽ ἑαυτῶν προεκαλέσαντο, βοῶντες κατὰ τοῦ Σωτῆρος· ἐν τούτοις κατεκρίθησαν θελήσαντες κρῖναι τὸν Κύριον. Καί μοι παρελθὼν ὁ βουλόμενος γενέσθω δικαστὴς, οὐκ ἐξ ἀφανῶν πραγμάτων, ἀλλ᾽ ἐκ τῶν γιγνομένων τὴν ἀλήθειαν ἀναλογιζόμενος. Καὶ σκοπείτω, τίς μὲν ὁ τοῦ Κυριακοῦ θανάτου καρπὸς, τί δὲ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων τὸ κέρδος. Ὁ μὲν γὰρ θάνατος τοῦ Σωτῆρος τὴν οἰκουμένην ἠλευθέρωσε, καὶ τὰ ἔθνη τὸν Θεὸν ἐδόξασεν· ὁ δὲ τῶν Ἰουδαίων θυμὸς σὺν αὐτοῖς τοῖς Ἰουδαίοις ἀπώλεσε καὶ τὴν πόλιν, καὶ τῆς θεογνωσίας αὐτοὺς ἐτύφλωσε. Καὶ ὁ μὲν θάνατος τοῦ Κυρίου τοὺς νεκροὺς ἐζωοποίησεν, ἡ δὲ τῶν Ἰουδαίων ἐπιβουλὴ τῆς ζωῆς αὐτοὺς τοὺς Ἰουδαίους ἐστέρησε, καὶ νῦν εἰσι χωρὶς τοῦ Κυρίου.

Καὶ ὁ μὲν σταυρὸς τοῦ Σωτῆρος τὴν Ἐκκλησίαν τῶν ἐθνῶν ἔρημον οὖσαν κατῴκησεν· Ἰουδαῖοι δὲ τῇ κακίᾳ ἑαυτῶν καὶ τῆς οἰκουμένης ἑαυτοὺς ἐρήμωσαν, καὶ νῦν εἰσιν οὐκ ἔχοντες πόλιν. Καὶ πάλιν ὁ μὲν θάνατος τοῦ Σωτῆρος τὴν βασιλείαν τῶν οὐρανῶν ἀνέδειξεν· Ἰουδαῖοι δὲ τῷ θυμῷ καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπώλεσαν, καὶ τοὺς μεγιστᾶνας κατέβαλον. Πρὸς τούτοις ὁ σταυρὸς τοῦ Κυρίου ἀγγέλους συνῆψε τοῖς ἀνθρώποις, καὶ μεσίτης τῆς φιλίας αὐτῶν γέγονεν· Ἰουδαῖοι δὲ ἐπιβουλεύοντες ἐκέρδαναν τὴν μετὰ δαιμόνων κατοίκησιν.

Καὶ ὁ μὲν θάνατος τοῦ Χριστοῦ ἐκούφισε τὴν τῶν ἀνθρώπων διὰ τὴν ἁμαρτίαν ἀλογίαν· Ἰουδαῖοι δὲ ἠλογίσθησαν τῷ θυμῷ, καὶ νῦν μετὰ σειρήνων, καὶ ἐχίνων, καὶ στρουθῶν τοῖς τρόποις συναναστρέφονται, ἀλλόκοτον ἔχοντες καὶ οὕτως τὸν τρόπον, ὡς ὀνοκένταυροι. Καὶ γὰρ ἀντὶ τοῦ νόμου, ἀνομία παρ᾽ αὐτοῖς ἐστιν· ἀντὶ δὲ πραότητος, «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως.» Καὶ ὅλως οὐδέν ἐστι παρ᾽ αὐτοῖς, ὃ μὴ θάνατον αὐτοῖς κατεργάζεται.

Ἆρ᾽ οὖν οὐκ ἄξιον τῷ θανάτῳ προσκεῖσθαι, καὶ ἀφιέναι τῶν Φαρισαίων τὸ συνέδριον; Ἆρ᾽ οὖν οὐκ ἄξιον τῷ σταυρῷ μᾶλλον προσκυνεῖν ἢ τὴν Ἰουδαίων καὶ τοῦ κόσμου κερδάναι φιλίαν; Διὰ τοῦτο γὰρ καὶ ὁ μακάριος Παῦλος γέγραφε· «Τὰ πάντα ἥγημαι ζημίαν, ἵνα κερδάνω Χριστόν·» διὰ τοῦτο καύχημα ἡγεῖται τὸν σταυρὸν, λέγων· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.» Διὰ τοῦτο καὶ αὐτὸς ὁ Κύριος ἔλεγεν· «Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος, οὐδὲ δύναταί μου μαθητὴς εἶναι.» Ἀλλ᾽ ἐνταῦθα πολλῆς ἀσφαλείας ἐστὶ χρεία, μήποτε κατὰ τοὺς Ἰουδαίους αἵρωμεν τὸν σταυρὸν, καὶ μὴ κατὰ τὸν Παῦλον. Ὁ μὲν γὰρ Παῦλος ὡς τρόπαιον τῆς ἁμαρτίας ἐφόρει τὸν σταυρόν· οἱ δὲ Ἰουδαῖοι ἐπὶ τῷ τὸν Κύριον ἀνελεῖν. Διὰ τοῦτο ἀσφαλίζεσθαι χρὴ καὶ νήφειν, μήποτε, κατηγοροῦντες Ἰουδαίων, τὰ αὐτὰ αὐτοῖς κατὰ τοῦ Κυρίου πράττωμεν.

Πολλοὶ γὰρ προσκυνοῦντες τὸν Κύριον, καὶ ἀναξίως αὐτοῦ πολιτευόμενοι, ἀγνοοῦσιν ὑπεύθυνοι γινόμενοι τοῦ θανάτου τοῦ Σωτῆρος· «Ὃς» γὰρ «ἂν ἐσθίῃ τὸν ἄρτον, καὶ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχός ἐστι τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου,» ὁ Ἀπόστολος μαρτύρεται. Οὕτως· «Καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὑτοῦ οὐκ ἀγαπᾷ τὸν Κύριον,» ἀλλ᾽ ὥσπερ οἱ Ἰουδαῖοι, καὶ αὐτὸς οὕτως ἐμίσει τοῦτον. Ὁ δὲ τὸν πένητα ἐξουθενῶν ἀτιμάζει καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Κύριον· τοῦτο λέγει Σαλομών· «Ὁ ἐξουθενῶν τὸν πένητα, ἀτιμάζει τὸν ποιήσαντα αὐτόν.» Ὁ παρορῶν πένητα πεινῶντα καὶ διψῶντα καὶ γυμνὸν, ὅμοιός ἐστι τοῖς Ἰουδαίοις, τοῖς καὶ τὸν Κύριον ἐκδύσασι, καὶ ποτίσασιν αὐτὸν ὄξος καὶ χολήν. Καὶ ὁ λαμβάνων δῶρα ἐπ᾽ ἀθώοις οὐκ ἔστιν ἄλλος τοῦ πωλήσαντος τὸν Κύριον, ὡς ὁ Ἰούδας· καὶ αὐτὸς γὰρ τὴν δικαιοσύνην, ἥτις ἐστὶν ὁ Κύριος, πωλεῖ, ὡς ἐκεῖνος τὸν Χριστόν. Καὶ ὁ μὴ κρίνων ὀρφανῷ, καὶ τὸ δίκαιον ἀποδιδοὺς τῇ χήρᾳ, ὁ αὐτός ἐστι τοῖς ἐπιβουλεύσασι τῷ Κυρίῳ καὶ συκοφαντήσασιν αὐτόν. Καὶ τέλος, ὁποῖα ἄν τις εἰς τὸν πλησίον ἐργάσηται, ταῦτα εἰς τὸν Κύριον λογίζεται, τὸν δι᾽ ἡμᾶς κατελθόντα καὶ ὑπὲρ ἡμῶν ἀποθανόντα.

Οὕτω γὰρ καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις λέγει· «Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε.» Καὶ πάλιν, ὅπερ ἐστὶν ἀναγκαῖον εἰδέναι καὶ τηρεῖν· «Ὁ πορνεύων τὴν μὲν ἰδίαν ψυχὴν ἀπολλύει, ὑβρίζει δὲ καὶ αὐτὸς, ὡς Ἰουδαῖοι, τὸν ναὸν καὶ τὸ σῶμα τοῦ Κυρίου.» Ὁ γὰρ «τὸν ναὸν τοῦ Θεοῦ φθείρων, φθείρεται ὑπὸ τοῦ Θεοῦ,» ὡς Παῦλος γράφει. Καὶ ὁ μὲν ὑπὸ τῆς ἁμαρτίας βασιλευόμενος οὐδὲν ἀποδέει τῶν ἀρνουμένων Ἰουδαίων, καὶ λεγόντων μὴ ἔχειν βασιλέα τὸν Κύριον, ἀλλὰ Καίσαρα.

Μὴ ἀγνοείτω δὲ ὁ κρατούμενος ὑπὸ τῶν ἡδονῶν, καὶ μᾶλλον αὐταῖς τερπόμενος, ὅτι καὶ αὐτὸς, ὡς οἱ Ἰουδαῖοι, τὸν Βαραββᾶν αἰτεῖται, καὶ τὸν Κύριον ἀποκτείνει. Οὕτω γὰρ οἱ Ἰουδαῖοι, τὸν φαῦλον τρόπον ἀγαπήσαντες τὸν τοῦ Βαραββᾶ, λοιπὸν τὴν ἀρετὴν ἀπεδίωξαν. Γινωσκέτω δὲ καὶ ὁ μὴ τῇ πίστει ἰσχυρὸς, ὅτι τοιοῦτός ἐστιν, ὡς οἱ ἀπιστοῦντες καὶ λέγοντες· «Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» Καὶ γὰρ κἀκεῖνοι ἀπιστοῦντες ἐφθέγγοντο ταῦτα. Τί οὖν ἐπὶ τούτοις χρὴ ποιεῖν; Οὐδὲν ἕτερον ἢ πιστεύειν τῷ Χριστῷ, καὶ κατ᾽ αὐτὸν πολιτεύεσθαι, καθὼς καὶ ὁ Παῦλος λέγει· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·» καὶ τὴν μὲν Ἰουδαίων ἐκτρέπεσθαι φιλίαν, καὶ ἀπιστίαν, καὶ χλεύην, καὶ μύθους, καὶ γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· ἔχεσθαι δὲ τοῦ σταυροῦ καὶ ἀξίως αὐτοῦ πολιτεύεσθαι, καὶ λέγειν τὰς αὐτὰς τῷ Παύλῳ φωνάς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.»

Οὕτω γὰρ πολιτευσάμενοι καὶ πιστεύσαντες εἰς τὸν Κύριον, γνωσόμεθα τὴν εἰς οὐρανοὺς ἀνάληψιν αὐτοῦ, καὶ τὴν ἐν δεξιᾷ τῆς μεγαλοσύνης κάθισιν, καὶ τὴν τῶν ἀγγέλων ὑποταγὴν ὀψόμεθα, καὶ τὴν μετὰ δόξης αὐτοῦ πάλιν παρουσίαν· ἢν ἄγγελοι μὲν προσημαίνουσιν, ἅγιοι δὲ ὑμνοῦσι· πάντες δὲ ὁρῶντες ἀγαλλιῶνται, καὶ χαίρουσιν ἐν Χριστῷ Ἰησοῦ, δι᾽ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.