Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ ἀζύμων

Μέγας Αθανάσιος

Το νομικό Πάσχα και η παράδοση των αγίων μυστηρίων

Περιγραφή των ιουδαϊκών τυπικών του Πάσχα και προσδιορισμός του χρόνου τέλεσης του Μυστικού Δείπνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΩΝ ΑΖΥΜΩΝ. Ἐν τρισὶν ὕλαις ἐτέλουν οἱ Ἰουδαῖοι τὸ Πάσχα καὶ ἐν τρισὶν ἀρεταῖς· καὶ ἐν τρισὶ μάρτυρσι κατὰ τὴν τάξιν τοῦ Νόμου. Καὶ αἱ μὲν τρεῖς ὕλαι ὁ ἀμνὸς ἦσαν, τὰ ἄζυμα καὶ ἡ πικραλίς· αἱ δὲ τρεῖς ἀρεταὶ, περιεζωσμένοι, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ βακτηρίαν ἐν ταῖς χερσίν. Οἱ δὲ τρεῖς μάρτυρες, γραμματεῖς ἐπὶ τῇ τραπέζῃ ἑστῶτες, καὶ ἀκριβῶς γινώσκοντες τὴν τῆς σελήνης ἀπόχυσιν, διὰ ποτηρίου τινὸς σαλευομένου καὶ σημαινομένου· σαλπίζοντος εὐθὺς τοῦ ἱερέως ὅτι Πάσχα ἐστὶ Κυρίου· καὶ λοιπὸν μετὰ τὸ ἄκουσμα τῆς φωνῆς τῆς σάλπιγγος, ἐποίουν τὴν ζύμην ἄνευ ἄρτου ἡμέρας ζʹ. Πρὸ δὲ τοῦ σημείου τοῦ ποτηρίου καὶ τῆς σάλπιγγος, οὐκ εἶχον ἐξουσίαν ἑτοιμάσαι ἡμέρας ἐπτὰ ἀμνὸν, ἢ ἄζυμον, ἢ πικρίδα· οὕτω γάρ φησι καὶ ὁ μέγας Δαυΐδ· Σαλπίσατε ἐν Νεομηνίᾳ σάλπιγγι. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ εʹ ἡμέρᾳ ἐποίησε τὴν παράδοσιν τῶν ἁγίων μυστηρίων ὥρᾳ τῆς νυκτὸς ζʹ· ἡ δὲ εἴσοδος τῶν ἀζυμοφάγων ἐγένετο Παρασκευῇ ἑσπέρας μετὰ τὸ ταφῆναι τὸν Κύριον.