Ἔργον
Μέγας Αθανάσιος – Περὶ ὅρων
Εισαγωγή και μεθοδολογία των εκκλησιαστικών όρων
Εισαγωγικές παρατηρήσεις για τον σκοπό και τη χρησιμότητα της μελέτης των όρων, ετυμολογικές προσεγγίσεις και η διάκριση των κατηγοριών του οριστού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή και μεθοδολογία των εκκλησιαστικών όρων
Εισαγωγικές παρατηρήσεις για τον σκοπό και τη χρησιμότητα της μελέτης των όρων, ετυμολογικές προσεγγίσεις και η διάκριση των κατηγοριών του οριστού.
ΤΟΥ ΑΥΤΟΥ, ΠΕΡΙ ΟΡΩΝ. Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, συλλεγέντες ἀπό τε Κλήμεντος καὶ ἑτέρων ὁσίων ἀνδρῶν καὶ μακαρίων Πατέρων· οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος μετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶ πάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστιν πρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα.
Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν ἐκεῖνο εἰδέναι χρὴ, ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα τρεῖς τὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει· οἷον τί ἐστι τόδε πρᾶγμα, καὶ κατὰ τί εἴρηται τόδε, καὶ (ὁσαχῶς) νοεῖται τὸ ὄνομα τόδε. Καὶ ὅτε μὲν ἐρωτῶμεν, τί ἐστι τόδε; πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦ πράγματος· ὅταν δὲ λέγωμεν, κατὰ τί εἴρηται τόδε; τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν. Ἡνίκα δὲ λέγομεν, ὁσαχῶς νοεῖται τὸ ὄνομα τόδε; πρόδηλον, ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος.
Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων δογματίζειν ἐπιχειρῶν οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσε πλαζομένου. Εἰρητέον τοίνυν τῶν προειρημένων τρόπων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ᾽ οὐδενὸς ὁριζόμενος· ὥστε μόνος ὅρος τῶν ὅρων ἐστὶν ὁ Θεός. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅροι δὲ λέγονται, ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς διορίζοντες συντόμως τὴν τοῦ νοητοῦ δύναμιν. Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοιχείων, καὶ ἑτέρων πλειόνων συνισταμένη. Ἡμεῖς δὲ περιορίζομεν ταῦτα, καὶ συντόμως λέγομεν διὰ τοῦ ὅρου, ὅτι Ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Λέγεται καὶ πάλιν τὸ ἐντελὲς ὄνομα τοῦ ἀνθρώπου ἀνορθοπεριπατητικόν.
Συνέκοψαν δὲ οἱ ὀνοματοθέται τὴν πολυλεξίαν, καὶ ὠνόμασαν αὐτὸν ἄνθρωπον διὰ τὴν συντομολογίαν. Ἀνορθοπεριπατητικὸν δὲ λέγεται ὁ ἄνθρωπος, ἐπειδὴ τὰ ἄλογα ζῶα περιπατοῦντα, κλίνοντα τὴν κεφαλὴν βλέπουσι κάτω πρὸς τὴν γῆν· ὁ δὲ ἄνθρωπος περιπατῶν βλέπει καὶ θεωρεῖ τὰ ἄνω. Ἐν συγκοπῇ δὲ ὀνομάζεται ἄνθρωπος. Πάλιν ἄνθρωπος λέγεται, διὰ τὸ ἄνω ἀθρεῖν τὸν ὦπα· τοῦτ᾽ ἔστι διὰ τὸ ἄνω θεωρεῖν τῶν ὀφθαλμῶν ἡμῶν τὴν ἐνέργειαν. Ὁ γὰρ ὀφθαλμὸς καὶ ὁ νοῦς πάντοτε ἄνω ὁρᾷ. Καὶ τούτου χάριν εἴρηται ὅρος· ὅτι περιορίζει καὶ συγκόπτει τὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρολογίαν.
Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶ παντὸς πράγματος. Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυριωτέρους ἐντάττομεν διὰ τὸ ῥᾴθυμον τῶν ἀνθρώπων. Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλοπόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυλόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστομίζειν.
Ὅταν γὰρ ἐρωτηθεὶς, τί ἐστιν ὅρος; καὶ κατὰ τί εἴρηται ὅρος; καὶ ὁσαχῶς νοεῖται ὅρος; ἀπορήσει ὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸν ὡς μηδὲν ἐπιστάμενος. Τρία εἰσὶ κατ᾽ οὐσίαν ἀνθρώποις ἀγνώριστα καὶ ἀόριστα, Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ᾽ οὐσίαν γνωριζόμενα.
Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον; καὶ τί δυσόριστον; καὶ τί εὐόριστον; Ὁριστόν ἐστιν ἀνυπέρβατος στάσις· οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα, ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα. Ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον, ὁ Θεός. Δυσόριστόν ἐστι τὸ κτιστὸν καὶ ἀόριστον· οἷον ἄγγελος, ψυχὴ, καὶ δαίμων· ἢ δυσόριστόν ἐστι τὸ μὴ καθόλου, ἀλλ᾽ ἐκ μέρους γινωσκόμενον· οἷον τὸ ξύλον τῆς ζωῆς. Εὐόριστόν ἐστι τὸ ψηλαφώμενον καὶ θεωρούμενον· οἷον ἄρτος καὶ τὰ ὅμοια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.