Ἔργον
Μέγας Αθανάσιος – Περὶ ὅρων
Οντολογική και τριαδολογική ορολογία
Ορισμοί και διασαφήνιση θεμελιωδών θεολογικών εννοιών, με έμφαση στη δογματική διάκριση μεταξύ ουσίας (ή φύσεως) και υποστάσεως (ή προσώπου).
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οντολογική και τριαδολογική ορολογία
Ορισμοί και διασαφήνιση θεμελιωδών θεολογικών εννοιών, με έμφαση στη δογματική διάκριση μεταξύ ουσίας (ή φύσεως) και υποστάσεως (ή προσώπου).
Τί ἐστι Θεός; καὶ κατὰ τί εἴρηται Θεός; καὶ ὁσαχῶς νοεῖται Θεός; Θεὸς μέν ἐστιν οὐσία ἀναίτιος καὶ πάσης οὐσίας αἰτία ὑπερούσιος· καὶ λέγεται ἀπὸ τοῦ θέειν, ἤτοι τρέχειν. Τὸ τρέχειν δὲ μὴ τὴν ἀπὸ τόπου νοητέον εἰς τόπον μετάβασιν, ἀλλὰ τὸ τὴν προνοίαν τοῦ Θεοῦ καὶ τὴν ἐνέργειαν ἐπὶ πάντα διήκειν· ἢ ἀπὸ τοῦ αἴθειν ἤτοι καίειν· ἢ ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα· οὐδὲν γὰρ τῶν ὄντων τὴν ἐποπτικὴν αὐτοῦ διαφεύγει δύναμιν. Δισσῶς δὲ λέγεται ἡ Θεὸς προσηγορία παρὰ τῇ θείᾳ Γραφῇ, φύσει καὶ χάριτι.
Ὁ μὲν Θεὸς φύσει καὶ οὐσίᾳ ἐστὶ Θεός· χάριτι δὲ καὶ θέσει λέγονται θεοὶ καὶ οἱ δίκαιοι. Καὶ γὰρ ἡ Γραφὴ λέγει· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου.» Εἴρηται δὲ Πατὴρ, ἢ ὡς τὰ πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν καὶ στηρίζων οἷα πατήρ. Υἱὸς δὲ λέγεται, ὡς ἂν εἴποις· Οἷος ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ Υἱός· εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός. Πνεῦμα δὲ εἴρηται, ὡσανεὶ πᾶν νεῦμα, ὀξέως πάντη νεῦον καὶ κινούμενον.
Εἴρηται δὲ πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ τετραχῶς, Πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ἡ ψυχὴ, πνεῦμα ἄνεμος· ἔστι δ᾽ ὅτε καὶ ὁ νοῦς εἴρηται πνεῦμα. Ἀΐδιόν ἐστι τὸ ἀεὶ διάγον. Καὶ τὸ μὲν ἀΐδιον οὐ λέγεται καὶ ἄναρχον· τὸ δὲ ἄναρχον λέγεται καὶ ἀΐδιον. Ἄναρχον δὲ λέγεται τὸ μὴ ἔχον ἀρχήν· τοῦτο δέ ἐστιν ὁ Θεός. Διὸ καὶ ἄναρχος λέγεται καὶ ἀΐδιος, τουτέστιν ἀτελεύτητος. Οἱ δὲ ἄγγελοι καὶ αἱ ψυχαὶ οὐ λέγονται ἄναρχοι· ἀρχὴν γὰρ ἔλαβον καὶ ἐκτίσθησαν παρὰ Θεοῦ. Λέγονται δὲ ἀΐδια, ἐπειδὴ μέλλουσιν ἀθάνατα ζῇν.
Ἰδίωμα λέγεται τὸ ἰδίως ὑπάρχον ἐν τῇ φύσει, ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον· ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν. Οὐδὲ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἵᾳ δήποτε φύσει. Τί λέγεται φύσις; Φύσις εἴρηται, διὰ τὸ πεφυκέναι καὶ εἶναι, ὥσπερ καὶ οὐσία, ὡς οὖσα καὶ ἐν ἀληθείᾳ γνωριζομένη. Φύσις πάλιν εἴρηται, διὰ τοῦ φύειν καὶ βλαστάνειν. Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἕν ἐστι. Πρόσωπον δὲ καὶ χαρακτὴρ καὶ ὑπόστασις καὶ ἰδικὸν καὶ ἄτομον ἓν καὶ αὐτὸ ὑπάρχει. Ἄλλο γὰρ φύσις καὶ ἄλλο ὑπόστασις. Ἐὰν οὖν εἴπῃ σοί τις ὅτι Ἐπὶ τῆς θεότητος πόσας φύσεις ὁμολογεῖς; εἰπὲ μίαν, ὑποστάσεις δὲ τρεῖς. Ἐὰν δὲ εἴπῃ σοι ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας, πόσας φύσεις ὁμολογεῖς; εἰπὲ δύο· μίαν δὲ τὴν ὑπόστασιν. Καὶ γὰρ ὁ Χριστὸς τὰς δύο οὐσίας καὶ φύσεις ἔσχεν ἀτρέπτους καὶ ἀκεραίους, τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν μιᾷ ὑποστάσει, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος γνωριζόμενος.
Καὶ διὰ τοῦτο δύο φύσεις ἐν μιᾷ ὑποστάσει ὁμολογοῦμεν τὴν σάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ. Ἐπὶ δὲ τῆς θεολογίας μίαν φύσιν ὁμολογοῦμεν τῆς ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις. Καὶ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία φύσις ἐστὶ, καὶ μία οὐσία, καὶ μία ἐξουσία, καὶ βασιλεία, καὶ δύναμις· τρεῖς δὲ ὑποστάσεις, καὶ τρεῖς χαρακτῆρες, καὶ τρία πρόσωπα· τουτέστι Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Μία θεότης ἐστὶν ἐν τρισὶ προσώποις γνωριζομένη.
Δέον οὖν καθολικώτερον εἰπεῖν τί ἐστιν οὐσία, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν οὐσία, καὶ τὸ γένος, καὶ ἡ φύσις, καὶ ἡ μορφὴ, ὡς εἴρηται, μία ἐστί· τὸ δὲ πρόσωπον καὶ ὁ χαρακτὴρ καὶ ἡ ὑπόστασις, καὶ τὸ ἄτομον, καὶ τὸ ἰδικὸν, ἕν ἐστι. Καὶ γὰρ ἡ φύσις δύναται ἔχειν ἐν ἑαυτῇ πλείους τὰς ὑποστάσεις. Καὶ γὰρ οἱ ἄνθρωποι, ἐξ ἑνὸς σώματος ὄντες καὶ μιᾶς πνοῆς πάντες, μιᾶς ἐσμεν φύσεως καὶ οὐσίας. Ὑποστάσεις δὲ πολλαί. Καὶ γὰρ ὑπόστασις διὰ τοῦτο λέγεται, ἀπὸ τοῦ στήκειν τῇ οὐσίᾳ.
Καὶ ἡ μὲν φύσις καὶ ἡ οὐσία λέγεται καθολικὴ, ἡ δὲ ὑπόστασις μερική. Καθολικὸν δὲ λέγεται τὸ καθόλου πάντα περιλαμβάνον καὶ περιέχον· μερικὸν δὲ τὸ ἔχον μέρος τι οὐσίας. Οἷον, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος, ἰδοὺ εἶπας πάντα ἄνθρωπον· καθολικὸν γάρ ἐστι τοῦτο καὶ οὐσιῶδες, καὶ πάντες ἄνθρωποι λέγονται, καὶ τῆς αὐτῆς οὐσίας εἰσίν. Εἰ δὲ εἴπῃς, Ὁ Πέτρος καὶ ὁ Παῦλος ἢ ὁ Ἰωάννης, τότε ἕνα ἄνθρωπον ἐσήμανας, ὅτι μερικόν ἐστι τοῦτο. Τὸ γὰρ κοινόν ἐστι, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος, ἐπειδὴ πάντες οἱ ἄνθρωποι ὀνομάζονται. Τὸ δὲ μερικόν ἐστι ἑκάστου τὸ ὄνομα. Ἁρμόζει καὶ τοῦτο τὸν θέλοντα γνῶναι τῶν πραγμάτων τὴν φύσιν, ἵνα γινώσκῃ, ποῖόν ἐστι τὸ μερικὸν, καὶ ποῖον καθόλου. Οὐ γὰρ μόνον ἐπ᾽ ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος, οὐρανίων καὶ ἐπιγείων, τοῦτό ἐστιν εὑρεῖν. Καὶ εἴπωμεν φανερώτερον· ἀναγκαῖα γάρ εἰσι ταῦτα τοῖς μέλλουσιν ἐκζητεῖν.
Λέγομεν δὲ οὕτως. Ἐὰν εἴπῃς, Ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν τῶν ἀγγέλων ἐσήμανας· κοινὸν γάρ ἐστι τοῦτο τὸ ὄνομα τοῖς ἀγγέλοις καὶ οὐσιῶδες, καὶ πάντες ἄγγελοι λέγονται· Ἐὰν δὲ εἴπῃς, Ὁ Μιχαὴλ, ὁ Γαβριὴλ, ὑπόστασιν μίαν εἶπας, τουτέστιν ἕνα ἄγγελον. Φύσις γὰρ λέγεται ἡ ἀγγελότης· ὑπόστασις δέ ἐστιν ἑνὸς ἑκάστου ἀγγέλου προσηγορία. Καὶ γὰρ φύσις ἐστὶ μία κοινὴ ἡ ἀνθρωπότης, ὑποστάσεις δὲ Πέτρος, Παῦλος καὶ Θωμᾶς, καὶ τὰ λοιπὰ πρόσωπα καὶ οἱ χαρακτῆρες. Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία καὶ γεννητικὴ τῶν ὑποστάσεων. Καὶ διὰ τοῦτο πάλιν ἐροῦμεν· ἐὰν εἴπῃς· Καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας. Ἐὰν δὲ εἴπῃς· Μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων εἶπας.
Καὶ ἐὰν εἴπῃς, Τὸ πετεινὸν, ἰδοὺ τὴν οὐσίαν πᾶσαν ἐδήλωσας τῶν πετεινῶν· ἐὰν δὲ εἴπῃς, Ἡ περιστερὰ, ἡ τρυγὼν, ἡ ἀηδὼν, ὁ ταὼς, καὶ ὁ κύκνος, ἰδοὺ ταῦτα ὑποστάσεις εἰσίν. Οὐ μόνον δὲ ἐπὶ τῶν νοερῶν καὶ λογικῶν καὶ ἐμψύχων ἁρμόζει ὁ αὐτὸς τῶν ὅρων κανὼν, ἀλλὰ καὶ διὰ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως· οἷόν τι λέγω, ἐὰν εἴπῃς, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἰδοὺ πᾶσαν τὴν οὐσίαν τῶν φωστήρων ἐσήμανας. Αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς· μερίζεται γὰρ εἰς ἥλιον, εἰς σελήνην καὶ εἰς ἀστέρας, εἰς λύχνους, εἰς κηροὺς, καὶ εἰς ἄλλα διάφορα. Ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς, Πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσήμανας.
Εἰ δὲ εἴπῃς, Νότος, ἢ βοῤῥᾶς, ἢ εὐροκλύδων, αὗται ὑποστάσεις εἰσί. Πάλιν ἐὰν εἴπῃς, Τὸ δένδρον, πᾶσαν τὴν οὐσίαν τῶν δένδρων ἐσήμανας· εἰ δὲ εἴπῃς, Ἡ συκῆ, ἡ καρύα, ἡ κασταναία, ἡ ἀμυγδαλῆ, μίαν ὑπόστασιν εἶπας τῶν δένδρων. Πάλιν ἐὰν εἴπῃς, Τὸ ὕδωρ, ὅλην τὴν φύσιν τῶν ὑδάτων εἶπας· ἐὰν δὲ εἴπῃς, Ἡ θάλασσα, ἡ λίμνη, τὸ φρέαρ, ἡ πηγὴ, μίαν εἶπας τῶν ὑδάτων ὑπόστασιν. Πάλιν ἐὰν εἴπῃς, Ὁ ποταμὸς, τοὺς ποταμοὺς πάντας εἴρηκας· εἰ δὲ εἴπῃς, ὁ Μαίανδρος, ὁ Εὐφράτης, ὁ Νεῖλος, τότε τῶν ποταμῶν εἶπας μίαν ὑπόστασιν. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως οὕτω χρὴ πάντα διερευνᾷν, καὶ καθ᾽ ὃν τρόπον ἐγράφησαν διανοεῖσθαι καὶ ἐπιγινώσκειν, καὶ διακρίνειν τί ἐστι φύσις, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν γὰρ φύσις ἐστὶν ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν πραγμάτων· ἡ δὲ ὑπόστασις μέρος ἐστὶ τῆς φύσεως. Ἀναγκαῖα γὰρ ταῦτα τοῖς θέλουσιν ἀκριβῶς τὰ ἐν τῷ κόσμῳ ἐπιγινώσκειν καὶ ἐρευνᾷν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.