Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ ὅρων

Μέγας Αθανάσιος

Χριστολογικές έννοιες και ιδιώματα των φύσεων

Ανάλυση των όρων που αφορούν το θέλημα, την ενέργεια, τα φυσικά και υποστατικά ιδιώματα, τα είδη της ενώσεως, καθώς και τη διάκριση ομοουσίου και ετεροουσίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Περὶ θελήματος, καὶ ἰδιώματος, καὶ ἐνεργείας, καὶ περὶ ἑνώσεως καὶ ὁμοουσίου. Τί ἐστι θέλημα; Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον. Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικὸν ὑπάρχει· θέλημα γὰρ λέγεται, κατὰ τὸ θέειν λίαν, ἢ τοῦ θελητοῦ λῆμμα, ἢ ὡς κράτημα. Τριχῶς δὲ θεωρεῖται τὸ θέλημα, θεϊκὸν, ἀγγελικὸν, καὶ ψυχικόν· ἐπειδὴ αὗται αἱ τρεῖς φύσεις μόναι εἰσὶ θελητικαί. Τριχῶς δὲ καὶ ἐν τῇ Γραφῇ εὑρίσκομεν τὸ θέλημα λεγόμενον, θεϊκὸν, τὸ φυσικὸν ἢ τὸ μέσον, καὶ τρίτον τὸ σαρκικὸν, ὅπερ σημαίνει τὸ διαβολικόν. Θέλημα θεῖόν ἐστι τὰ προστάγματα τοῦ Θεοῦ. Θέλημα δὲ φυσικὸν ἡ ἐργασία τοῦ Θεοῦ θελήματος. Θέλημα δὲ σαρκικὸν ἡ παρακοὴ τοῦ θείου νόμου. Ταῦτα τὰ τρία θελήματά εἰσιν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἕτερον θέλημα φυσικὸν, ὅπερ λέγεται κοινὸν πᾶσιν ἀνθρώποις. Τοῦτο δέ ἐστι τὸ φιλόζωον. Πάντες γὰρ οἱ ἄνθρωποι φιλοῦσι τὴν ζωὴν, καὶ τὸ ὁρᾷν τὸ φῶς. Ἰδοὺ καὶ τὸ κοινὸν θέλημα.

Εἰσὶ δὲ καὶ ἕτερα θελήματα ἐν ἡμῖν, ἅπερ καλοῦνται γνωμικά. Ἄλλος μὲν γὰρ ἄνθρωπος θέλει ἰδιάζειν, ἄλλος γεωργεῖν· καὶ ἄλλος μὲν πλέειν, ἄλλος δὲ ἀναπαύεσθαι, καὶ ἄλλος ὁδεύειν, ἄλλος γρηγορεῖν, καὶ ἄλλος ὑπνοῦν, καὶ οἱ λοιποὶ ὁμοίως· πολλὰ γνωμικὰ θελήματα ἔχομεν οἱ ἄνθρωποι. Ἓν δὲ φυσικὸν θέλημα ἔχομεν πάντες, τὸ ἀγαπᾷν τὴν ζωὴν, ἤτοι τὴν ἀθανασίαν, ἣν ἐλάβομεν ἐξ ἀρχῆς.

Τί λέγεται ἰδίωμα. Ἰδίωμα λέγεται διὰ τὸ ἴδια εἶναι ἅμα· ἀχώριστοι γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμά ἐστι τὸ ἔν τινι φύσει ἰδικῶς γνωριζόμενον καὶ ἐν ἑτέρᾳ μὴ εὑρισκόμενον. Οἷόν τι λέγω· Ἐν τῷ Θεῷ ἐστι τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ. Ἰδίωμά ἐστι τοῖς ἀγγέλοις τὸ ἀπαθὲς καὶ ἀθάνατον, τὸ ὑμνολογικὸν, τὸ ἀσίγητον. Ἰδίωμα δὲ ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ μὴ γνωριζόμενον. Καὶ ταῦτα μέν εἰσι φυσικὰ ἰδιώματα· ἕτερα καὶ ὑποτακτικὰ, οἷον λευκότης, μελανία, μακρότης, κολοβότης, γλαυκότης, γοργότης, νωθρότης, καὶ τὰ ὅμοια ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκονται. Οὐ γὰρ πάντες οἱ ἄνθρωποι γοργοὶ, οὐδὲ πάντες ξανθοί. Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου καὶ ἐν παντὶ τῷ εἴδει εὑρίσκονται· πάντες γὰρ οἱ ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ, καὶ θνητοὶ, λογικοὶ, πλατυόνυχοι, ὀρθοπεριπατητικοί. Εἰσὶ δὲ καὶ ἕτερα, ἅπερ οὐ λέγονται κυρίως ἰδιώματα, ἀλλὰ συμβεβηκότα. Ταῦτα δὲ γίνονται καὶ ἀπογίνονται· οἷον ἡ νηπιότης, ἡ ὑγεία, ἡ νόσος, ἡ θερμότης, ἡ ψυχρότης· καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται.

Περὶ ἐνεργείας. Ἐνέργειά ἐστι, καθά φησιν ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστου δύναμίς τε καὶ κίνησις. Καὶ γὰρ ἕκαστον οὐσιῶδες ἔχει τὴν ἑαυτοῦ ἐνέργειαν· οἷον τὰ νοερὰ τὴν νόησιν, τὰ αἰσθητικὰ τὴν αἴσθησιν, τὰ κινητὰ τὴν κίνησιν, τὰ πετεινὰ τὴν πτῆσιν, τὰ νηκτὰ τὴν νῆξιν, τὰ βλαστικὰ τὴν βλάστησιν, τὰ ἑρπυστικὰ τὴν ἕρπυσιν, τὰ φωτιστικὰ τὴν ἔλλαμψιν, τὰ γεννητικὰ τὴν γέννησιν· ἅπερ πάλιν, ἀναιρουμένης τῆς ἐνεργείας, ἀναιρεῖται καὶ ἀπόλλυται καὶ ἡ αὐτοῦ φύσις. Ἀναιρουμένης γὰρ τῆς καύσεως, σβέννυται τὸ πῦρ· ἀναιρουμένης τῆς κινήσεως τοῦ ζώου, ἀπόλλυται ζῶον· ἀναιρουμένης τῆς νοήσεως, ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λογικὸν αὐτῆς. Τὸ δὲ παράδοξον, ὅτι καί τινες διάφοροι φύσεις στερούμεναι τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν, ἑτέρας ἐνεργείας τίκτουσιν. Οἷον ὁ λίθος καιόμενος, καὶ ἀπόλλυσι τὴν φυσικὴν ἐνέργειαν, καὶ γίνεται ἄσβεστος, καὶ καυστικὴν ἐνέργειαν κέκτηται. Καὶ ἡ κέδρος ὁμοίως στερεῖται μὲν τῆς βλαστικῆς ἐνεργείας, καὶ ἰαματικὴν κέκτηται, ἀναιρετικὴν ποιοῦσα τῶν σκωλήκων τὴν κεδρίαν. Δεῖ οὖν τοὺς ἐχέφρονας τὰς τῶν ὄντων προσηγορίας σκοπεῖν, καὶ ἀνακρίνειν, ὡς ἂν δύναιντο εὑρεῖν, πόσας πλείους ἁπάσης ὑπάρξεως προσηγορίας ἐνεργητικὰς, ἀλλ᾽ οὐ φυσικὰς ὀνομασίας ἔχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι.

Καὶ γὰρ, ὡς προειρήκαμεν, καθὼς ὀνομάζεται Θεὸς ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, καὶ ἄγγελος ἐκ τῆς ἀγγελικῆς αὐτοῦ ἐνεργείας καὶ διακονίας, καὶ ἄνθρωπος ἀπὸ τοῦ ἄνω θεωρεῖν τὸν ὦπα· οὕτω κἀν τοῖς λοιποῖς· καὶ γὰρ παρθένος λέγεται, διὰ τὸ θανατοῦν τὴν πύρωσιν τῆς σαρκός· καὶ περιστερὰ διὰ τοῦτο λέγεται, ὅτι πέτεται στεῤῥῶς· καὶ ἔλαφος διὰ τὸ ἑλεῖν τοὺς ὄφεις· χελιδὼν, διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν· ὄφις, τουτέστιν ὁ φὰς ἤτοι ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ· δορκὰς, ἐκ τοῦ ὀξέως δέρκειν, ἢ ὡς ὁρᾷν· τρυγὼν ἡ τηροῦσα τὴν γονὴν, ἤτοι τὸ οἰκεῖον γένος· ἀηδὼν, διὰ τὸ ἀεὶ ᾄδειν, καὶ ἐν θέρει, καὶ ἐν χειμῶνι· γὺψ, διὰ τὸ γυρεύειν ὕψη· ἵππος, ἐκ τοῦ ἱππᾶσθαι τοῖς ποσίν· ἀετὸς ἀείετος, διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ (ἔτη) ζῇν· πετεινὸν, τὸ τὴν πτέρυγα τεῖνον· ποταμὸς, ὡς πότιμον ἔχων ἐνέργειαν· χείμαῤῥος, ὅτι ἐν χειμῶνι ῥεῖ· φύσις, ἐκ τοῦ φύειν τὰς ὑποστάσεις· βοτάνη, διὰ τὸ βαδίζειν ἄνω· ὥσπερ καὶ ὁ ἄνθρωπος, ἐκ τοῦ ἄνω θεωρεῖν, ἢ ὡς βλέπειν. καὶ ἡ ψυχὴ δὲ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχει τὴν τῆς ψυχῆς προσηγορίαν· ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγεται· διὰ τοῦτο ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέγεται, διὰ τὸ σῶμα ζωοποιεῖν· καὶ ἕτερα δὲ μυρία ἐστὶν, ἃ παρίεμεν, ἵνα μὴ λέγωμεν πάντα κατὰ τὰς οἰκείας προσηγορίας.

Περὶ ἑνώσεως. Τί ἐστιν ἕνωσις; καὶ ποσαχῶς νοεῖται ἡ ἕνωσις; Ἕνωσις μὲν ἔστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή· ἕνωσις δὲ εἴρηται διὰ τὸ ἑνῶσαι, τουτέστι συνωθῆσαι καὶ μίξαι τὰ πράγματα. Πενταχῶς δὲ λέγεται ἡ ἕνωσις, συγχυτικὴ, διαιρετικὴ, σχετικὴ, θετικὴ, καὶ ἡ ἁγία ἕνωσις τοῦ Χριστοῦ, ἥτις ὑπὲρ ταῦτα καθ᾽ ὑπόστασιν εἴρηται. Καὶ ἕνωσις μὲν συγχυτικὴ λέγεται, ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος. Διαιρετικὴ δὲ, ὡς ἀνθρώπου πρὸς ἄνθρωπον. Σχετικὴ δὲ, ὡς χρυσοῦ πρὸς χρυσόν. Ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ ταῦτα καθ᾽ ὑπόστασιν εἴρηται. Καθ᾽ ὑπόστασιν δὲ ἕνωσίς ἐστιν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου τῶν δύο φύσεων συνδρομή; οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχή· ἀλλὰ σὰρξ ἅμα, καὶ Θεὸς Λόγος ἅμα. Σὰρξ ἔμψυχος λογικὴ ἐν αὐτῷ ὑπέστη, καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ τῆς ἡμετέρας συλλήψεως, αὐθύπαρκτος ἡ ψυχὴ συντρέχει τῷ σώματι. Οὔτε γὰρ σῶμα καθ᾽ ἑαυτὸ συνίσταται, οὔτε ἡ ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Κυρίου.

Περὶ ὁμοουσίου. Τί ἐστιν ὁμοούσιον, καὶ κατὰ τί εἴρηται ὁμοούσιον; καὶ ὁσαχῶς τὸ ὁμοούσιον; Ὁμοούσιόν ἐστι, τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρχον. Καὶ γὰρ διὰ τοῦτο λέγεται ὁμοούσιον, ὅτι τὴν αὐτὴν οὐσίαν καὶ δύναμιν κέκτηται. Πενταχῶς δὲ εἴρηται ὁμοούσιον καὶ ὁμογενὲς, καὶ συγγενὲς, καὶ ὁμοφυὲς, καὶ ὁμόφυλον. Ὁμοούσιον δέ ἐστι, τὸ ὂν ἐν τῇ αὐτῇ οὐσίᾳ, ἔχον δέ τινα διαφορὰν, οἷον λίθος σαθρὸς, καὶ λίθος σκληρός· εἰσὶ δὲ ὁμοούσιοι, τουτέστι μιᾶς οὐσίας. Ἔστι δὲ καὶ ξύλον φοίνικος, καὶ ξύλον ἐβένου· ὁμοίως καὶ σὰρξ καμήλου, καὶ σὰρξ ἰχθύος. Ταῦτα δὲ λέγονται ὁμοούσια, ὅτι τῆς αὐτῆς οὐσίας ἐστίν. Ὥσπερ πάντες οἱ ἄνθρωποι τῆς μιᾶς οὐσίας εἰσίν· ἔχουσι δὲ διαφορὰν τὸ εἶναι, ἕτερος μακρὸς, καὶ ἕτερος κολοβός· ἄλλος δυνατὸς, καὶ ἄλλος ταλαίπωρος. Ἀλλ᾽ ὅμως μιᾶς οὐσίας εἰσὶ, ψυχῆς λέγω καὶ σώματος. Ἑτεροούσιον δὲ λέγεται, τὸ ἑτέρας οὐσίας ὑπάρχον, καὶ μηδόλως τῷ ἑτέρῳ προσοῖκον, ἀλλὰ παντελῶς ἀλλότριον καὶ κατὰ πάντα τρόπον ἐκείνου ἀνόμοιον, οἷον ὕδωρ καὶ πῦρ· ἄλλη γὰρ οὐσία τοῦ πυρὸς, καὶ ἄλλη τοῦ ὕδατος. Καὶ διὰ τοῦτο ἑτεροούσιον λέγεται, ὅτι ἑτεροφυὲς καὶ ἀλλογενὲς ὑπάρχει· ὥσπερ ἄνθρωπος καὶ Θεὸς, καὶ ἄγγελος, καὶ πηλὸς, καὶ ἥλιος, καὶ χλόη.

Ταῦτα γὰρ κατὰ πάντα τρόπον ἀνόμοιά εἰσι πρὸς ἄλληλα, διὰ τοῦτο καὶ ἑτεροούσια λέγονται· ὡσεὶ διὰ τὸ μὴ μετέχειν ἕτερον τῆς οὐσίας τοῦ ἑτέρου· ἀλλὰ ἄλλη μὲν ἐκείνου, ἑτέρου δὲ ἄλλη, καθὼς εἴρηται.