Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ ὅρων

Μέγας Αθανάσιος

Ανθρωπολογία και καταστάσεις της φύσεως

Διάκριση των μερών της ψυχής και του σώματος, ορισμοί εννοιών όπως η φθορά στο πλαίσιο της ανάστασης, και ανάλυση της κατά, παρά και υπέρ φύσιν κατάστασης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Περὶ ψυχῆς καὶ νοός. Δισσῶς λέγεται ἡ ψυχὴ, μία μὲν ἡ ἄλογος, ἥτις ἐστὶ τὸ τῶν κτηνῶν· ἑτέρα δὲ ἡ λογικὴ, ἥτις ἐστὶ τῶν ἀνθρώπων. Καὶ ἡ μὲν τῶν κτηνῶν, ἐκ γῆς ἔλαβεν τὴν δημιουργίαν κατὰ Θεοῦ πρόσταξιν, ὡς ἡ θεία λέγει Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν.» Ὥστε τὰ ζῶα ἐκ τῆς γῆς ἔλαβον τὴν ψυχήν. Διὰ τοῦτο πρὸς τὰ γήϊνα μόνον ἔχουσι τὴν ὁρμὴν καὶ πᾶσαν τὴν ὄρεξιν, καὶ οὐ φρονοῦσι τὰ ἄνω. Πῶς δὲ ἐγένετο ἡ ψυχὴ αὐτῶν ἐκ τῆς γῆς εἴπωμεν. Ἔδωκεν ἡ γῆ κατὰ πρόσταξιν Θεοῦ σάρκα τοῖς κτήνεσιν· ἡ δὲ σὰρξ πεποίηκεν αἷμα. Τὸ δὲ αἷμα γέγονε ψυχὴ κτηνώδης τῷ ζώῳ, ὥστε πάλιν θνήξαντος τοῦ ζώου, τὸ αἷμα πεπηγὸς εἰς σάρκα μεταβάλλεται. Ἡ δὲ σὰρξ φθαρεῖσα, πάλιν ἀναλυομένη, γίνεται γῆ. Καὶ διὰ τοῦτο ἀγνοοῦσι, καὶ οὐ φρονοῦσι τὰ ἄνω. Ὁ δὲ ἄνθρωπος ἐκ τῆς θείας ἐμπνεύσεως ἔσχηκε τὴν ψυχὴν, διὰ τοῦτο καὶ τὰ θεῖα ἐπιγινώσκει, καὶ τὰ ἄνω διώκει, καὶ τὰ οὐράνια νοεῖ, καὶ λογικὸς ὑπάρχει καὶ ἔννους. Ἀλλὰ μηδεὶς ὑπονοείτω, ὅτι τὸ πνεῦμα, ὅπερ ἐνεφύσησεν ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἐκεῖνο ἐγένετο ψυχή· μὴ γένοιτο· ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν. Εἰ γὰρ ἐκεῖνο τὸ πνεῦμα ψυχὴ ἐν τῷ ἀνθρώπῳ, τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι. Ἐὰν ὑπῆρχεν ἡ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός;

ἐκεῖνος γὰρ λέγει ὅτι· «Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ἡ δὲ ψυχή ποτε μὲν οὖσα μωρὰ, ποτὲ δὲ φρόνιμος· καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δικαία· καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος· καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα· καί ποτε μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά. Ταῦτα ἔχουσα, πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τὸ δὲ ἐμφύσημα ἐκεῖνο, ψυχὴν ἐδημιούργησεν ἐν τῷ ἀνθρώπῳ, λογικὴν καὶ νοεράν. Διὰ τοῦτο καὶ ἡ ψυχὴ νοερῶς τὰ ἄνω φαντάζεται, καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ, ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν. Ἡ δὲ τῶν ἀλόγων, οὐχ οὕτως, ἀλλ᾽ ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζητεῖ· διὸ καὶ συναποθνήσκει τῷ σώματι. Τοῦ δὲ ἀνθρώπου ἡ ψυχὴ, ἀείζωος ὑπάρχει καὶ ἀτελεύτητος.

Ἔχει δὲ ἡ ψυχὴ τρία μέρη, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ διὰ μὲν τοῦ λογικοῦ μέρους ἀγαπᾷ τὸν Θεόν· διὰ τοῦ θυμικοῦ μέρους ὀργίζεται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ᾽ αὐτῶν· διὰ δὲ τοῦ ἐπιθυμητικοῦ μέρους ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά. Ἔχει δὲ ὁ ἄνθρωπος αἰσθήσεις πέντε σωματικὰς, καὶ πέντε ψυχικάς· αἱ σωματικαὶ μέν εἰσιν· ὅρασις, ἀκοὴ, ὄσφρησις, γεῦσις, καὶ ἁφή. Θεωρεῖται δὲ ἐν μὲν τῇ ὁράσει τὸ λευκὸν καὶ μέλαν, ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ· ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσῶδες· ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν· ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν· τῆς δὲ ψυχῆς τὰ αἰσθητήριά εἰσι ταῦτα· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. Λέγεται δὲ μιᾶς ἑκάστης αἰσθήσεως ὄργανον, αἰσθητήριον, ἀπὸ τοῦ τηρεῖν τὴν αἴσθησιν αἰσθητικὸν τὸ ζῶον. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέγεται· οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται. Καὶ οἱ ἀστέρες, σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι. Καὶ τὸ μὲν σῶμα διττῶς εἴρηται, σῶμα ὑλικὸν, καὶ σῶμα λεπτόν.

Καὶ τὸ μὲν ὑλικὸν σῶμά ἐστι τὸ κρατούμενον διὰ χειρὸς, καὶ φθορᾷ καὶ θανάτῳ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκράτητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων· τὸ δὲ σῶμα τὸ παχὺ καὶ ὑλικὸν, ὅπερ λέγεται σὰρξ, συνίσταται ἐκ τεσσαρῶν στοιχείων, ἐξ αἵματος, ἐκ φλέγματος, ἐκ χυμοῦ, καὶ χολῆς, ἢ ὡς ἐξ ἀέρος, γῆς, πυρὸς, καὶ ὕδατος· τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ. Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον· ὁ ἀὴρ τὸ θερμὸν καὶ ὑγρόν· ἡ γῆ τὸ ξηρόν· τὰ ὕδατα τὸ ὑγρὸν στοιχεῖον τίκτει. Ταῦτά εἰσιν, ἐξ ὧν συνέστηκεν ὁ ἄνθρωπος, μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου· διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται.

Περὶ φθαρτοῦ. Τί ἐστι φθαρτόν; καὶ κατὰ τί εἴρηται φθαρτόν; καὶ ὁσαχῶς εἴρηται φθαρτόν· Καὶ εἴρηται μὲν φθαρτὸν δισσῶς, σωματικῶς καὶ ψυχικῶς. Καὶ ψυχικῶς μὲν, ὅταν τις ἁμαρτάνῃ, λέγεται εἶναι διεφθαρμένος, καθὼς λέγει ἡ Γραφή· «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις·» σωματικῶς δὲ λέγεται τρισσῶς· φθορὰ, διαφθορὰ καὶ καθαφθορά. Καὶ φθορὰ μὲν λέγεται τὸ χωρισθῆναι μόνον τὴν ψυχὴν ἐκ τοῦ σώματος καὶ ἀποθανεῖν· διαφθορὰ δέ ἐστιν, ὅταν τὸ σῶμα βρωθῇ ὑπὸ τῶν σκωλήκων, καὶ μόνα καταλειφθῶσι τὰ ὀστᾶ. Καταφθορὰ λέγεται, ὅταν σαπῶσι καὶ αὐτὰ τὰ ὀστᾶ, καὶ δαπανηθῶσι, καὶ εἰς μὴ ὂν χωρήσωσι παντελῶς.

Τοῦτο γὰρ λέγομεν καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι φθορὰν μόνην ἐδέξατο· τουτέστι θάνατον. Διαφθορὰν δὲ ἢ καταφθορὰν τὸ πανάγιον αὐτοῦ σῶμα ὅλως οὐκ ἐδέξατο, ἀνέστη δὲ τριήμερος πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν.

Διὰ τί λέγεται πρωτότοκος; Διότι ἀνέστη πρῶτος ἐκ τοῦ ᾅδου, καθὼς καὶ ἡμεῖς μέλλομεν ἀνίστασθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Καὶ ἐπεὶ ἀνέστη πρὸ ἐκείνου ὁ Λάζαρος καὶ τοῦ Ἰαείρου θυγάτηρ, καὶ ἄλλοι πολλοὶ, διὰ τί οὐκ ἐκλήθη τις ἐξ αὐτῶν πρωτότοκος; Διότι ἐκεῖνοι ἀναστάντες ἐκ τῶν νεκρῶν πάλιν ἀπέθανον. Ὁ δὲ Χριστὸς, ἀναστὰς, οὐκ ἔτι ἀπέθανε. Καὶ ὅπερ ἐφ᾽ ἡμῶν γενήσεται ἐν τῇ ἀναστάσει, τοῦτο γέγονε καὶ ἐπ᾽ αὐτοῦ. Πρῶτος γὰρ ἐκ τῶν νεκρῶν ἀνέστη τὴν ἐν ἀφθαρσίᾳ ἀνάστασιν, ἧς καὶ ἡμεῖς κατὰ τὸ μέλλον ἐλπίζομεν ἀπολαύσασθαι, ἣν μὴ διαδέχεται θάνατος.

Τί ἐστι λόγος, καὶ ὁσαχῶς ὁ λόγος; Εἴρηται μὲν ὁ λόγος τριχῶς· λόγος ἐνούσιος, ὁ Θεὸς Λόγος, λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων, καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλούμενος λόγος· καὶ ὁ προφορικὸς, ὁ διὰ τῆς γλώττης, ὃς λέγεται ἄγγελος νοήματος. Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν.

Τί ἐστι Χριστιανός; Χριστιανός ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ λογικὸς, δι᾽ ἔργων ἀγαθῶν καὶ δογμάτων ὀρθῶν συνιστάμενος. Αἱρετικὸς δέ ἐστι συκοφάντης καὶ κατήγορος ἀληθείας. Αἵρεσις ἡ ψευδὴς ὑπόληψις τοῦ μὴ ὄντος.

Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον. Φυσικόν ἐστι τὸ ἐν τῇ φύσει κείμενον, ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον. Παρὰ φύσιν ἐστὶν, ὃ ὁ Θεὸς οὐχ οὕτω πεποίηκεν, ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος.

Τρία φησὶ τὰ λαλούμενα ἐν ἀνθρώποις· τὸ κατὰ φύσιν, τὸ παρὰ φύσιν, καὶ τὸ ὑπὲρ φύσιν. Καὶ κατὰ φύσιν μὲν ἔστιν ὁ γάμος· παρὰ φύσιν ἡ πορνεία· ὑπὲρ φύσιν ἡ παρθενία. Καὶ πάλιν κατὰ φύσιν ὁ δικαίως συναγόμενος πλοῦτος· παρὰ φύσιν ἡ πλεονεξία· ὑπὲρ φύσιν ἡ ἀκτημοσύνη. Ὁμοίως πάλιν κατὰ φύσιν ἡ σύμμετρος τροφή· παρὰ φύσιν ἡ γαστριμαργία· ὑπὲρ φύσιν ἡ νηστεία. Ὡσαύτως πάλιν κατὰ φύσιν ἡ εἰρήνη· παρὰ φύσιν ἡ ταραχή· ὑπὲρ φύσιν ἡ πρὸς τοὺς ἐχθραίνοντας ἀγάπη. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.

Ἐτυμολογία ἐστὶν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ νοὸς ἑρμηνευομένη· οἷον, Κατὰ τί εἰρήνη; Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. Ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι· καὶ πλάνη κατὰ τὸ πλαγιάζειν τὸν νοῦν. Σωφροσύνη, ἢ ἀπὸ τοῦ σῶα φρονεῖν, ἢ ἀπὸ τοῦ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου. Πορνεία ἢ διὰ τὸ πυροῦν τὴν νεότητα, ἢ διὰ τὸ πηροῦν, ἢ ὡς ἐκτυφλοῦν τὸν νοῦν, ἢ διὰ τὸ πόῤῥωθεν νεύειν.