Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ ὅρων

Μέγας Αθανάσιος

Σύσταση και ψυχοσωματική λειτουργία

Εξέταση της υλικής σύνθεσης του ανθρώπινου σώματος εκ των στοιχείων, τα πάθη, η φυσική θερμότητα της ψυχής και η χωρική της σχέση με το σώμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως. Τὸ σῶμα, ἔχον τὴν σύνθεσιν ἐκ τῶν στοιχείων, δέχεται καὶ διάλυσιν, καὶ ἀφανίζεται. Διὰ τοῦτο τὰ σώματα καὶ ἀνθρώπων καὶ ζώων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει, ἐκ τεσσάρων συνεστηκότα στοιχείων· λέγω δὴ γῆς καὶ ὕδατος, καὶ πυρὸς, καὶ ἀέρος. Καὶ αὐτὰ τὰ ἐκ τούτων συνεστηκότα ἀεὶ γίνονται καὶ ἀεὶ φθείρονται, τῆς τῶν στοιχείων διαλυομένης συνθέσεως, καὶ ἑκάστου πρὸς τὸν ἴδιον ἀναλύοντος τόπον.

Αὐτὰ δὲ τὰ στοιχεῖα, ἁπλᾶ τυγχάνοντα καὶ ἀσύνθετα, τὸ μόνιμον ἔχει, καὶ μέχρι τῆς συντελείας ἀδιάλυτον.

Περὶ ψυχῆς. Περὶ δὲ ψυχῆς λέγομεν, ὅτι εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη καλοῦνται. Εἰσὶ δὲ ταῦτα, ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν δύναται τούτων κρατεῖν. Ἡ ψυχὴ δὲ ὑπάρχει καθ᾽ ἑαυτὴν θερμὴ, ὡς πῦρ καιόμενον.

Ὡς οὖν τὸ πῦρ τὰ βαλλόμενα εἰς λέβητα ἑψεῖ, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σιτία ἐν τῇ κοιλίᾳ λεπτύνει καὶ δαπανᾷ. Ψυχὴ γὰρ, οὐ διὰ τὸ ψυχρὸν τὴν οὐσίαν εἶναι, καλεῖται, καθώς τινες τῶν ἁπλουστέρων ἐνόμισαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρά· ὡς ἔστι πληροφορηθῆναι καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου.

Θερμὸς γὰρ ὢν καὶ πυρώδης, πηλὸν ξηραίνει καὶ πᾶν ὑγρὸν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι κατὰ φύσιν, παράθου καὶ ἐκ τῶν ἀποθνησκόντων. ᾟ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρισθῇ ἐκ τοῦ σώματος, πάντα τὰ μέλη ψυχρὰ καὶ κρυσταλλώδη εὑρίσκονται, οὐδὲν ἧττον πάγου χειμερινοῦ. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, θάλλει τὸ σῶμα καὶ ἁδρύνεται.

Ὁπηνίκα δὲ ἀπορήσει σιτίων, αὐτὸ τὸ σῶμα κατεσθίει καὶ φθείρει. Οὐ γὰρ δύναται τὸ σῶμα ἄνευ τροφῆς ἀντέχειν πρὸς τὴν θερμότητα τῆς ψυχῆς, ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἑστὼς ἐπὶ κλιβάνου, δύναται φέρειν ἄνευ ὕδατος τὴν σφοδρότητα τοῦ πυρός· ἐκφρύγεται γὰρ καὶ διαλύεται τέλεον. Οὕτως οὖν καὶ ὁ λέβης τοῦ σώματος, μὴ ἔχων τὴν τροφὴν, παρὰ τῆς πυρώδους ψυχῆς ἐκπυρούμενος, ἀπόλλυται παντάπασιν.

Εἴ ποτε δέ σοι περὶ τῆς ψυχῆς τις ἀμφισβητοίη, ἐρώτησον αὐτόν· Εἶπέ μοι, ἐν ὅλῳ τῷ σώματι κεῖται ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ; Καὶ εἰ μὲν εἴπῃ σοι, ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα τοῦ ἀνθρώπου, ἢ τὸν πόδα, καὶ οὐ κόπτεται καὶ ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄνθρωπος, καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι, Ἐν ἑνὶ μέρει κεῖται, πάλιν εἰπέ· Καὶ πῶς εἰσι τὰ ἄλλα μέρη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς, καὶ πῶς δύναται ἄψυχον μέλος ἔχειν ὁ ἄνθρωπος; Καὶ πῶς ἐστι δυνατὸν ζῇν χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν νεκρόν ἐστι· καὶ οὐκ οἶδας τί λέγεις. Ἐγὼ δὲ εἴπω σοι, ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύεται ἡ ψυχή. Ἐν τρισὶ τόποις τοῦ σώματός ἐστιν ἐνιδρυμένη, καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου εἰς ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τοῦ οἴκου, φωτίζει δὲ πάντα τὸν οἶκον· καὶ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι τοῦ σώματος ἐνιδρυμένη, τὸν οἶκον ὅλον ζωογονεῖ τοῦ σώματος. Κατοικεῖ δὲ ἡ ψυχὴ ἐν τῇ καρδίᾳ, καὶ ἐν τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομάζεται, καὶ ἐν ταῖς βασιλικαῖς φλεψίν. Ἐν τούτοις οὖν τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. Διὰ τοῦτο ἣν ἂν ὥραν τρωθῇ ἡ καρδία, ἢ ἐκ τῆς βασιλικῆς φλεβὸς αἷμα ῥεύσῃ πολὺ, ἢ ἡ κεφαλὴ κρουσθῇ καὶ τμηθῇ ὑπὸ ξίφους, παρευθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται.

Κατοικοῦσα δὲ ἡ ψυχὴ ἐν τοῖς τρισὶ τούτοις μέρεσιν, ὅλῳ τῷ σώματι μεταδίδωσι τῆς οἰκείας ζωτικῆς δυνάμεως.