Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Το ακατάληπτο της θείας φύσεως και η ενότητα της ενέργειας

Αντίκρουση της ανομοιανής διδασκαλίας περί υπεροχής του Πατρός, ανάδειξη του ακατάληπτου της ουσίας και χρήση της ταυτότητας της θείας ενέργειας ως αποδείξεως της ισότητας της Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Ἀνόμ. Εἰ τῇ τοῦ γεννήματος οὐσίᾳ συνεμφαίνεται ὡς αἰτία ἡ ἀγεννήτου ὑπόστασις, κατὰ πάσης αἰτίας τὸ ἀπαράλλακτον ἔχουσα, αὐτοουσία ἐστὶν ἀσύγκριτος οὐκ ἔξωθεν ἐμφαίνουσα τὸ ἀπρόσιτον 〈αὐτὴ〉 δὲ ὑπάρχουσα ἀσύγκριτος καὶ ἀπρόσιτος ἐπειδὴ ἀγέννητος.

Ὀρθ. Εἰ διὰ τὴν τοῦ ἀγεννήτου προσηγορίαν ἀσύγκριτον λέγεις τὴν τοῦ θεοῦ οὐσίαν καὶ ἀπρόσιτον, ὁ υἱὸς κατὰ σὲ μὴ ὢν ἀγέννητος οὔτε ἀσύγκριτος οὔτε ἀπρόσιτος, οὐκ ἄρα διὰ τὸ ἀγέννητον ἀσύγκριτος. πῶς δὲ καὶ ἀσύγκριτός ἐστιν ὁ πατὴρ τῷ λέγοντι· “ὥσπερ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ”, ἢ πῶς ἀσύγκριτος τῷ λέγοντι· “πάντα γὰρ ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ”; ἢ πῶς ἀσύγκριτος τῷ λέγοντι· “πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν”, καὶ ἐν ἄλλοις· “τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμά”; καὶ πῶς ἀσύγκριτος τῷ λέγοντι· “ἵνα τιμῶσι τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα”;

Ἀνόμ. Εἰ ὑπερέχει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὑπερέχει, ὅπερ ἐστὶν αἴτιον τοῖς γεννητοῖς διαμονῆς. εἰ δὲ μή ἐστιν αἰτίας δηλωτικὸν τὸ ἀγέννητον, πόθεν ἂν ἡ τῶν γεννητῶν φύσις ἕξει τὸ διασώζεσθαι;

Ὀρθ. Εἰ διὰ τοῦτο ὑπερέχει πάσης φύσεως ὁ παντοκράτωρ, διὰ τὸ ἀγέννητον ὁ υἱὸς, κατὰ σὲ μὴ ὢν ἀγέννητος, οὐχ ὑπερέχει πάσης φύσεως, οὐκ ἄρα διὰ τὸ ἀγέννητον ὑπερέχει ὁ πατὴρ πάσης φύσεως, ἀλλ᾽ ᾧ λόγῳ ὁ πατὴρ ὑπερέχει πάσης φύσεως, τούτῳ τῷ λόγῳ καὶ ὁ υἱὸς ὑπερέχει πάσης φύσεως· ὑπερέχει δὲ ὁ πατὴρ τῇ φύσει τῆς θεότητος, ταύτῃ καὶ ὁ υἱὸς ὑπερέχει πάσης φύσεως.

Ἀνόμ. Εἰ οὐδὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προυπάρχει, διαμένει δὲ ἐν φύσει ἀποκεκληρωμένῃ, πῶς ἂν ὁ ἀγέννητος θεὸς ἐλεύθερος ἀποκληρώσεως ὑπάρχων νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν δευτέραν ἐν γεννήματι ὁρᾷ, νῦν δὲ προτέραν ἐν ἀγεννήτῳ κατὰ τὴν πρώτου καὶ δευτέρου τάξιν;

Ὀρθ. Οὐδὲν μὲν τῶν ἀοράτων αὐτὸ ἑαυτοῦ σπερματικῶς προϋπάρχει, ἀλλ᾽ ἐν τῇ ἐξουσίᾳ τοῦ δημιουργοῦ κατὰ τὰς θείας γραφὰς “μὴ ὄντα ὡς ὄντα” εἰσίν. ὁ δὲ υἱὸς ἐν τῇ οὐσίᾳ τοῦ πατρὸς ὢν καὶ ἔστι καὶ ἔσται ὡς ἀπαύγασμα δόξης καὶ χαρακτὴρ ὑποστάσεως συνεπιθεωρούμενος τῷ γεννήσαντι αὐτὸν ἀπαθῶς ἀχρόνως ἀιδίως, οὐσίας καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης ἀπαράλλακτος εἰκὼν πρὸ τῶν αἰώνων ὑπάρχων. ὁ δὲ ἀγέννητος θεὸς τὴν ἑαυτοῦ οὐσίαν οἶδεν ἀγέννητον ὡς καὶ ἀψευδῆ καὶ ἄφθαρτον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ οὐχ ὁρᾷ τὴν ἑαυτοῦ οὐσίαν νῦν μὲν ἀγέννητον, νῦν δὲ γεννητήν, ἀλλ᾽ ὃ ὁρᾷ ἑαυτὸν, τοῦτο ὁρᾷ καὶ τὴν ἑαυτοῦ εἰκόνα. τίς δέ ἐστι τὴν οὐσίαν οὔτε ἡμῖν ἀπεκάλυψεν οὔτε τοῖς πρὸ ἡμῶν, λέγει γὰρ καθὼς προείρηται· “ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐγνώρισα αὐτοῖς”.

Ἀνόμ. Εἰ διαμένει ἐν ἀγεννήτῳ φύσει ὁ θεὸς, τὸ ἐν γενέσει καὶ ἀγεννησίᾳ ἑαυτὸν εἰδέναι ἀφαιρείσθω· συγχωρουμένου δὲ ἐν ἀγεννήτῳ καὶ γεννητῷ τὴν ἑαυτοῦ οὐσίαν παρατείνειν αὐτὸς ἑαυτοῦ ἀγνοεῖ τὴν οὐσίαν περιαγόμενος ὑπὸ γενέσεως καὶ ἀγεννησίας. εἰ δὲ καὶ τὸ γεννητὸν μετείληφεν οὐσίας ἀγεννήτου, ἐν δὲ γεννητοῦ φύσει ἀτελευτήτως διαμένει, ἐν ᾗ μὲν διατελεῖ φύσει γινώσκει ἑαυτὸν, ἀγνοῶν δηλονότι τὴν ἀγέννητον οὐσίαν· οὐ γὰρ οἷόν τε αὐτὸν περὶ ἑαυτοῦ καὶ ἀγεννήτου οὐσίας γνῶσιν ἔχειν καὶ γεννητῆς. εἰ δὲ εὐκαταφρόνητόν ἐστι τὸ ἀγέννητον, διὰ μεταβολῆς ἐπιτηδειότητα ἀξίωμα φύσεώς ἐστιν ἡ οὐσία ἀμετάβλητος τῆς ἀγεννήτου οὐσίας πάσης οὐσίας κρείττονος ὁμολογουμένης.

Ὀρθ. Εἰ καὶ διαμένει ἀγέννητος ὁ θεὸς, ἀλλ᾽ οὐκ ἔστιν αὐτοῦ τοῦτο φύσις, ἀλλ᾽ ὅτι μὴ ἐγένετο τοῦτο ἔγνωμεν, τίς δέ ἐστιν ἡ φύσις οὐδέπω. καὶ γὰρ καὶ ἀσώματος διαμένει καὶ οὐκ ἔστιν αὐτοῦ τοῦτο ἡ φύσις, ἀλλ᾽ ὅτι μὴ ἔχει σῶμα ἔγνωμεν. καὶ ἀψευδὴς διαμένει, ἀλλ᾽ οὐκ ἔστιν αὐτοῦ τοῦτο ἡ φύσις, ἀλλ᾽ ὅτι μὴ ψεύδεται ἔγνωμεν. τίς δέ ἐστι φύσις, οὐκ ἀπεκάλυψεν. εἰ γὰρ τὰ προειρημένα ἐστὶ φύσις, ἐψεύσατο εἰρηκώς· “ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐγνώρισα αὐτοῖς”. φαίνονται γὰρ εἰδότες τὰ προειρημένα, ἀλλ᾽ ἀψευδής ἐστι καὶ οὐ ψεύδεται, οὐκ ἄρα ἀπεκάλυψε τὸ ὄνομα τῆς αὑτοῦ φύσεως. πῶς οὖν λέγεις τὸ ἀγέννητον; εἰ δὲ τὸ ὄνομα οὐκ ἀπεκάλυψε, πολλῷ πλέον τὴν φύσιν.

Ἀνόμ. Εἰ τὸ ἀγέννητον πάσης αἰτίας ἐξῄρηται, εἴη δὲ πολλὰ ἀγέννητα, ἀπαράλλακτον ἔχουσι τὴν φύσιν οὐ γὰρ ἂν εἰ ἀποκληρώσει φύσεώς τινος κοινοῦ καὶ ἰδίου μετειλήφει, ἡ μὲν ἐποίει, ἡ δὲ ἐγίγνετο. Ὀρθ. Ἔστιν ἡ καθόλου πρότασις ἐπί τι ψευδής· οὐ γὰρ πᾶν ἀγέννητον, ὦ Ἀέτιε, πάσης αἰτίας ἐξῄρηται. ἀγέννητον γάρ ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον, οὐ πάντως δὲ τὸ γενεσιουργὸν μὴ ἔχον ἁπάσης αἰτίας ἐξῄρηται, δυνατὸν γάρ τι γενεσιουργὸν μὴ ἔχειν, αἴτιον δὲ ἔχειν ἢ πατέρα ἢ χορηγόν, ὥστε κἂν δοθῇ σοι ἀγέννητον εἶναι τὸν θεὸν διὰ τὸ γενεσιουργὸν μὴ ἔχειν, τούτῳ τῷ λόγῳ καὶ ἡμεῖς λέγομεν ἀγέννητον τὸν υἱὸν διὰ τὸ γενεσιουργὸν μὴ ἔχειν, ἀλλ᾽ οὐκ ἀναίτιον· τὸν γὰρ πατέρα οὐχ ὡς γενεσιουργὸν, ἀλλ᾽ ὡς πατέρα ἔχει. καὶ τὸ πνεῦμα δὲ λέγομεν ἀγέννητον, οὐ γὰρ ἔχει γενεσιουργὸν, ἀλλ᾽ οὐκ ἀναίτιον, ἔχει γὰρ αἴτιον τὸν θεὸν οὐχ ὡς γενεσιουργόν, ἀλλ᾽ ὡς πηγὴν ἑαυτοῦ· καθάπερ γὰρ ἡ πηγὴ οὐ γενεσιουργεῖ ἔξωθεν ὃ χορηγεῖ ὕδωρ, ἀλλ᾽ ἐξ ἑαυτῆς πηγάζουσα ἔχει, οὕτως καὶ ὁ θεὸς πηγὴ τοῦ πνεύματός ἐστιν, ὡς εἴρηται, καὶ χορηγὸς αὐτοῦ, οὐκ ἔξωθεν αὐτὸ προσλαμβάνων, ἀλλ᾽ ἐξ ἑαυτοῦ πηγάζων.

γέγραπται γάρ· “δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν”, καὶ ὁ ἀπόστολος λέγει· “ὁ ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν ἐν ὑμῖν δυνάμεις”, ὅτι δὲ τὸ ὕδωρ τὸ ζῶν ἐστι τὸ πνεῦμα, ὁ Χριστὸς ἐδίδαξε λέγων· “ὁ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, καθὼς εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος”, καὶ ἐπάγει ὁ εὐαγγελιστὴς λέγων· “τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν”, πόθεν οὖν τοῦτο τὸ ὕδωρ; δῆλον ἀπὸ τῆς πηγῆς τῆς λεγούσης· “ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος”.

Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οὐδ᾽ ὁποτέρα διοίσει τῆς ἄλλης κατὰ τὸ ἀδέσποτον. πῶς ἄν τις φαίη τὴν μὲν μεταβάλλεσθαι, τὴν δὲ μεταβάλλειν οὐκ ἐπιτρεπόντων τῷ θεῷ ὑφιστᾶν ἐκ μὴ ὑποκειμένης οὐσίας;

Ὀρθ. Εἰ καὶ ἀσαφῶς καὶ ἀπαιδεύτως καὶ συνεσκιασμένως γράφεις, ἀλλ᾽ ὅμως ἡμεῖς πάλιν ἐροῦμεν τὰ ἑαυτῶν· πᾶσαν οὐσίαν ὁ λέγων ἀγέννητον μετὰ τῶν ἀνόμοιον λεγόντων τὸν υἱὸν τῷ πατρὶ μαίνεται. πῶς γὰρ γενεσιουργὸς ὁ θεὸς μὴ οὐσῶν τῶν οὐσιῶν; πατὴρ δὲ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα ἀγέννητος οὐσία, καθὼς εἴρηται, παρὰ τῆς ἡμετέρας λέγεται διανοίας. ὅτι δὲ οὐ τὸ ἀγέννητόν ἐστιν οὐσία καὶ ἐξ ὧν αὐτὸς γράφεις εὑρίσκεται. εἰ γὰρ ἐὰν ᾖ πᾶσα οὐσία ἀγέννητος οὐδ᾽ ὁποτέρα διοίσει τῆς ἄλλης, ἀνάγκη πᾶσα καὶ τὰς γεννητὰς οὐσίας μὴ διαφέρειν ἑαυτῶν. εἰ δὲ διαφέρουσιν ἑαυτῶν αἱ γεννηταὶ οὐσίαι, οὐκ ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ οὐκ ἔστιν ἡ γένεσις οὐσία, οὐδὲ ἡ ἀγεννησία ἐστὶν οὐσία.

Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, πᾶσά ἐστιν ἀπαράλλακτος, τῆς δὲ οὐσίας ἀπαραλλάκτως ἐχούσης τὸ ποιεῖν καὶ τὶ πάσχειν αὐτοματισμῷ ἀναθετέον. πολλῶν δὲ ὄντων ἀγεννήτων καὶ ἀπαραλλάκτων ἀριθμητῶς διοίσουσιν ἀλλήλων, οὐ γὰρ ἂν εἴη ἀριθμητά, μὴ διεστῶτα ἢ καθόλου ἢ κατά τι πάσης διαστάσεως ἀποκλήρωσιν ἐμφαινούσης αἰτίας ἀποτεταγμένης ἀγεννήτου φύσεως.

Ὀρθ. Ἀπαράλλακτος μὲν ὁ υἱὸς τῷ πατρὶ, κἂν μὴ θέλῃς. οὐ διὰ τοῦτο δὲ ἀπαράλλακτος διὰ τὸ ἀγέννητον, ἀλλὰ διὰ τὸ ταὐτὸν τῆς ἐνεργείας. τὸ δὲ ταὐτὸν τῆς ἐνεργείας δείκνυται ἐκ τοῦ πάντα ἐνεργεῖν τὸν υἱὸν ὅσα καὶ τὸν πατέρα. “πάντα γὰρ ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ” καὶ τὸ πνεῦμα ἀπαράλλακτον. πάντα γὰρ ἃ ἐνεργεῖ ὁ πατὴρ, καὶ αὐτὸ ἐνεργεῖ καθὼς βούλεται. ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἀπαράλλακτος ἡ φύσις. εἰ δὲ νομίζεις διὰ τὸ ἀγέννητον τὸ ἀπαράλλακτον, ἀνάγκη καὶ πᾶν τὸ γεννητὸν ἀπαράλλακτον εἶναι. εἰ δὲ οὐ πᾶν τὸ γεννητὸν ἀπαράλλακτον, οὐκ ἄρα διὰ τὸ γεννητὸν ἀπαράλλακτον. εἰ δὲ τὸ γεννητὸν οὐ διὰ τὸ γεννητὸν ἀπαράλλακτον, οὐδὲ τὸ [ἀγέννητον διὰ τὸ ἀγέννητον ἀπαράλλακτον, ἀλλὰ καθὼς ἤδη [ἐν τῷ προλόγῳ διελαλήσαμεν, ἀετοῦ πετομένου ζητοῦντός ἐστι βορὰν καὶ μὴ ἔχοντος ἴχνος, οὐ γὰρ ἔχει ποῦ τοὺς πόδας στήσει, ἵνα καὶ αὐτὸς ἀκούσῃ μετὰ τοῦ Μωυσέως· “σὺ δὲ αὐτοῦ στῆθι μετ᾽ ἐμοῦ”, οὐ γὰρ μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ στήκει ὁ λέγων γεννητὸν καὶ ἀγέννητον τὸν θεόν, ἀλλ᾽ ὁ βαπτίζων εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. αὕτη γὰρ ἡμῶν ἡ στάσις πεπίστευται καὶ Ἀέτιος πέταται ζητῶν ἔτι βορὰν καὶ στάσιν.