Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Έναρξη του διαλόγου προς Απολιναριστή: Η πρόσληψη της ανθρώπινης φύσεως

Μετάβαση στον διάλογο με τον Απολιναριστή, με επίκεντρο τη φύση του σώματος του Χριστού, την πρόσληψη λογικής ανθρώπινης ψυχής και την ομολογία της ενώσεως δύο τελείων ουσιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

[Τοῦ ἁγίου Ἀθανασίου πρὸς Ἀπολιναριστὴν διάλεξις] Ὀρθόδοξος· Σῶμα ἀνθρώπινον ἔσχεν ὁ Χριστὸς ἢ οὔ; Ἀπολιναριστής. Οὔ. Ὀρθ. Ἀλλ᾽ ὁποῖον; Ἀπολ. Θεϊκόν. Ὀρθ. Τῇ φύσει ἢ τῇ ἑνώσει τῆς οἰκονομίας; Ἀπολ. Τῇ ἑνώσει τῆς οἰκονομίας.

Ὀρθ. Οὐκοῦν τῇ φύσει ἀνθρώπινον, τῇ δὲ οἰκονομίᾳ θεϊκόν. Ἀπολ. Ναί. Ὀρθ. Καὶ ὁμοούσιον ἡμῖν; Ἀπολ. Τὸ ἐκ Μαρίας σαρκίον ὁμοούσιον ἡμῖν. Ὀρθ. Σύμφωνοι οὖν ἡμῖν ἐστε ἐν τούτοις; Ἀπολ. Εἰ οὕτως, ναί. Ὀρθ. Ἴδωμεν οὖν καὶ περὶ ψυχῆς.

Ἀπολ. Ἴδωμεν. Ὀρθ. Ἔμψυχον ἦν τὸ σῶμα ἢ ἄψυχον; Ἀπολ. Ἔμψυχον. Ὀρθ. Ψυχὴν ἔχον δηλονότι; Ἀπολ. Οὔ. Ὀρθ. Καὶ πῶς ἔμψυχον τὸ μὴ ἔχον ψυχήν; Ἀπολ. Θείᾳ ἦν ἐμψυχίᾳ ψυχωθέν. Ὀρθ. Σὺ γὰρ ἀθεεὶ ἐψυχώθης; Ἀπολ. Φυσικῶς ἐψυχώθην. Ὀρθ. Ἄνευ τῆς τοῦ θεοῦ δυνάμεως;

Ἀπολ. Ἀλλ᾽ οὐχ οὕτως ὁ κύριος. ἐνταῦθα γὰρ ψυχὴ λογικὴ σώματι ἡνωμένη προστάγματι θεοῦ ἄνθρωπον ἀποτελεῖ, ἐπὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ θεὸς λόγος σαρκὶ ἑνωθεὶς ἄνθρωπον ἀπετέλεσε θεόν. Ὀρθ. Τοῦτο οὖν λέγεις θείαν ἐμψυχίαν; Ἀπολ.

Καὶ πάνυ. Ὀρθ. Ἀντὶ ψυχῆς οὖν ἦν ὁ λόγος; Ἀπολ. Ναί. Ὀρθ. Τίς οὖν ἦν ὁ λέγων· “τὴν ψυχήν μου οὐδεὶς αἴρει ἀπ᾽ ἐμοῦ· ὅτε θέλω τίθημι αὐτήν, καὶ ὅτε θέλω λαμβάνω αὐτήν” ἡ σὰρξ ἢ ὁ λόγος; Ἀπολ. Ὁ λόγος. Ὀρθ. Ποίαν ἔλεγε ψυχήν, ἣν εἶχεν ἢ ἣν οὐκ εἶχεν; Ἀπολ. Τὴν ἀνθρωπίνην ἔλεγε ζωήν. Ὀρθ. Δυνατὸν γὰρ ἀνθρωπίνην ζωὴν εἶναι μὴ παρούσης ψυχῆς; Ἀπολ. Καὶ πάνυ, ὁ γὰρ θεὸς αὐτὸς “ἐπὶ τῆς γῆς ὤφθη καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη”.

Ὀρθ. Ὤφθη δὲ ὁ τῇ φύσει ἀόρατος πῶς; Ἀπολ. Σαρκί. Ὀρθ. Ὥσπερ οὖν σαρκός ἐστι τὸ φαίνεσθαι, οὕτω καὶ ψυχῆς τὸ συναναστρέφεσθαι. ἀδύνατον δὲ τὸν τῇ φύσει ἀόρατον ὁραθῆναι μὴ ἑνωθέντα σώματι τῷ δυναμένῳ ὁραθῆναι, καὶ ἀδύνατον τὸν τῇ φύσει ἀπαθῆ παθεῖν καὶ συναναστραφῆναι ἀνθρώποις μὴ ἑνωθέντα σώματι ἐμψύχῳ τῷ δυναμένῳ παθεῖν ἑκουσίως καὶ συναναστραφῆναι ἀνθρώποις. σῶμα δὲ ἔμψυχον ψυχὴν ἔχον ἔμψυχόν ἐστιν, κἂν θέλῃς κἂν μὴ θέλῃς. Ἀπολ. Ἄνθρωπος οὖν ἔπαθεν ὑπὲρ ἡμῶν; Ὀρθ. Μὴ γένοιτο. ἀλλὰ θεὸς βουληθεὶς ὀφθῆναι ἥνωσεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ὀφθῆναι καὶ βουληθεὶς παθεῖν ἥνωσεν ἑαυτῷ σῶμα ἔμψυχον τὸ δυνάμενον παθεῖν ἑκουσίως, οὐ πρότερον ὑπάρξαν καὶ τότε κατ᾽ ἀρετὴν ἑνωθέν, οὔτε ἐξ ἀνθρώπου ἁπλῶς τῆς Μαρίας, ἀλλὰ πρότερον αὐτῆς ἁγιασθείσης καὶ τότε ἐξ αὐτῆς μετασχόντος τοῦ θεοῦ λόγου τῆς ἀνθρωπότητος καὶ ἑνώσαντος ἑαυτῷ κατ᾽ οἰκονομίαν ἔμψυχον σῶμα, ὡς εἶναι ἕνα τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον. Ἀπολ.

Τὸ ἔμψυχον σῶμα ἄνθρωπός ἐστιν; Ὀρθ. Οὐχ ἁπλῶς τὸ ἔμψυχον σῶμα λέγω ἄνθρωπον, ἀλλὰ τὸ ἀνθρώπινον σῶμα ἔμψυχον ὂν ἄνθρωπός ἐστιν. Ἀπολ. Ἄνθρωπος οὗτος Ἰησοῦς ἐστιν; Ὀρθ. Ἑνωθεὶς λόγῳ. Ἀπολ. Οὐκ ἔστιν οὖν Ἰησοῦς ἄνθρωπος; Ὀρθ.

Ἄνευ τοῦ λόγου οὔτε ἄνθρωπον αὐτὸν οἶδα ὑποστάντα, τὴν γὰρ ὕπαρξιν αὐτοῦ ἐν τῇ ἑνώσει τοῦ λόγου γνωρίζω. Ἀπολ. Οὐκοῦν ἀντὶ τοῦ λογικοῦ ἦν ὁ λόγος; Ὀρθ. Οὔ, ἀλλ᾽ ἐν τῷ λογικῷ ἦν ὁ λόγος ἑνώσας αὐτὸς ἑαυτῷ διὰ τοῦ λογικοῦ τὸ ἑκούσιον πάθος.

Ἀπολ. Νοῦν ἀνθρώπου εἶχεν ὁ Χριστός; Ὀρθ. Μὴ λέγε, ὁ Χριστὸς διαιρῶν, νοῦν εἶχεν· τὸ γὰρ συναμφότερον, νοῦς καὶ λόγος, λέγεται ὁ Χριστός. οὕτω δὲ νοῦν ἀνθρώπινον λέγω, ἐν ᾧ ἦν ὁ λόγος, ὡς ἐν τῇ ἀρχῇ τοῦ λόγου εἴπομεν σῶμα ἀνθρώπινον τῇ φύσει, τῇ δὲ οἰκονομίᾳ θεοῦ. οὕτω καὶ ψυχὴν τῇ φύσει ἀνθρωπίνην, τῇ δὲ οἰκονομίᾳ θεοῦ, καὶ νοῦν ἀνθρώπινον τῇ φύσει, τῇ δὲ οἰκονομίᾳ θεοῦ. καὶ ὥσπερ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθορὰν, οὕτως οὐδὲ ὁ νοῦς αὐτοῦ ἐποίησεν ἁμαρτίαν· καὶ ὥσπερ ἀνάγκη τὸ τῇ φύσει ἀνθρώπινον σῶμα, καὶ ἐκ τοῦ Ἀδάμ, ἐκ σαρκὸς καὶ αἵματος ἔχειν τὴν σύστασιν, οὕτως ἀνάγκη τὴν ἀνθρωπίνην ψυχὴν λογικὴν εἶναι. καὶ πάλιν λέγω· ὥσπερ τὸ σῶμα φύσει μέν ἐστιν ἀνθρώπινον, τῇ δὲ ἑνώσει τῆς οἰκονομίας θεϊκόν, οὕτως καὶ ὁ νοῦς φύσει μὲν ἀνθρώπινος, τῇ δὲ ἑνώσει τῆς οἰκονομίας θεοῦ νοῦς.

Ἀπολ. Δύο οὖν τέλεια; Ὀρθ. Δύο οὐσιῶν τελείων ἕνωσις. Ἀπολ. Δύο τελείων ἓν τέλειον οὐ γίνεται. Ὀρθ. Παρ᾽ ἀνθρώποις ἴσως ἀδύνατον γενέσθαι, παρὰ δὲ θεῷ δυνατόν. Ἀπολ. Πῶς; Ὀρθ. Ὡς τὸ παρθένον γεννῆσαι, ὡς τὸ θυρῶν κεκλεισμένων σῶμα παχυμερὲς εἰσελθεῖν ἐκ σαρκῶν καὶ ὀστέων συμπαγέν, ὡς τὸ περιπατῆσαι ἐπὶ θαλάσσης· ὡς γὰρ ταῦτα δυνατὰ παρὰ θεῷ κἀκεῖνο. Ἀπολ.

Ἄνθρωπον οὖν ἐγέννησε Μαρία; Ὀρθ. Ψιλὸν οὔ, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα· πρῶτον γὰρ μετ᾽ αὐτῆς ὁ κύριος θεϊκῶς καὶ τότε ἐξ αὐτῆς οἰκονομικῶς παιδίον, διὸ καὶ θεοτόκος ἡ Μαρία. Ἀπολ. Ἄνθρωπος οὖν ἐσταυρώθη ὑπὲρ ἡμῶν; Ὀρθ. Ψιλὸς οὔ, ἀλλὰ θεὸς ὢν ὁ τοῦ θεοῦ υἱός, βουληθεὶς σταυρωθῆναι ὑπὲρ ἡμῶν ἥνωσεν ἑαυτῷ σῶμα ἔμψυχον λογικὸν τὸ δυνάμενον σταυρωθῆναι μετὰ ἑκουσίου πάθους.

Ἀπολ. Διὰ τί λέγεις ‘σταυρωθῆναι μέτα πάθους’; ἄλλο ἐστὶ σταυρὸς καὶ ἄλλο πάθος; Ὀρθ. Ἑκούσιον καὶ πάνυ. Ἀπολ. Πῶς; Ὀρθ. Ὅτι σῶμα ἄψυχον σταυρωθῆναι μὲν δύναται, παθεῖν δὲ ἑκουσίως οὐ δύναται μὴ ὂν ἔμψυχον λογικόν. καὶ τοῦτό ἐστι τὸ ἀσέβημα τῶν λεγόντων ὅτι ψυχὴν οὐκ εἶχεν· τοῦ γὰρ σώματος μὴ δυναμένου αἰσθηθῆναι ἑκουσίου πάθους ἄνευ ψυχῆς ἀνάγκη τὸν λόγον ἀντὶ ψυχῆς ὄντα παθεῖν ἢ μηδ᾽ ὅλως εἶναι αἴσθησιν πάθους ἑκουσίου.

Ἀπολ. Οὐκ ἔπαθεν οὖν ὁ λόγος; Ὀρθ. Φυσικῶς μὴ γένοιτο. Ἀπολ. 〈Πῶς〉 ἔπαθεν; Ὀρθ. Ἑνώσας ἑαυτῷ σῶμα τὸ δυνάμενον παθεῖν, ὡς εἶναι τὸ πάθος τῆς οἰκονομίας καὶ οὐχὶ τῆς φύσεως τοῦ λόγου· ὡς γὰρ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας οὐ φύσει θεότητος, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ, οὕτως ἔπαθεν οὐ φύσει θεότητος, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ. εἰ δὲ μή, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν ἄνευ κόπου καὶ περιπατήσας ἐπὶ πτερύγων ἀνέμων, πῶς ἂν ἐκοπίασεν, εἰ μὴ ἥνωσεν ἑαυτῷ τὸ δυνάμενον κοπιάσαι σῶμα; σῶμα δὲ ἄψυχον οὐ κοπιᾷ οὔδε νήθει καὶ ὥσπερ αὐτοῦ σῶμά ἐστιν, ὃ ἥνωσεν ἑαυτῷ ἔμψυχον σῶμα, οὐ τῇ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ, οὕτως αὐτοῦ κόπος ὁ κόπος οὐ τῇ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἑνώσεως, καὶ αὐτοῦ πάθος τὸ πάθος οὐ τῇ φύσει, ἀπαθὴς γὰρ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἑνώσεως. διὰ γὰρ τὸ πάθος καὶ ἡ ἕνωσις, καὶ διὰ τὴν σωτηρίαν τὸ πάθος. σῶσαι γὰρ θέλων ἔπαθεν, παθεῖν δὲ θέλων ἥνωσεν, ἑνώσας οὐκ ἀφῆκεν· “οὕτω γὰρ ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν”, καὶ “ὄψονται εἰς ὃν ἐξεκέντησαν”.