Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Ο ανθρώπινος νους ως όργανο του Λόγου και η αδιαίρετη ενότητα

Εξέταση της λειτουργίας και του άτρεπτου χαρακτήρα του προσληφθέντος νου στον Χριστό, καθώς και της αδιαίρετης υποστατικής ενώσεως Θεού και ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Ἀπολ. Ἄλλως γὰρ οὐκ ἠδύνατο σῶσαι; Ὀρθ. Ἀλλ᾽ οὕτως ἠθέλησε σῶσαι διὰ τῆς μωρίας τοῦ κηρύγματος. Ἀπολ. Εἰ νοῦν ἀνθρώπου εἶχεν, ἠδύνατο καὶ ἁμαρτῆσαι; Ὀρθ. Εἰ μὴ ἥνωτο τῇ θεότητι ὁ νοῦς, ναί. Ἀπολ. Τρεπτὸς οὖν ἦν ὁ Χριστός; Ὀρθ.

Μὴ γένοιτο. Ἀπολ. Εἰ ἠδύνατο ἁμαρτῆσαι, τρεπτὸς ἦν. Ὀρθ. Μνημόνευε τῶν εἰρημένων, εἶπον γάρ ‘εἰ μὴ ἥνωτο, ναί’. Ἰησοῦς δὲ Χριστὸς ἄνευ ἑνώσεως οὐ νοεῖται Χριστὸς Ἰησοῦς, ἀλλὰ θεὸς λόγος, υἱὸς θεοῦ ἐνυπόστατος. εἰ δύνῃ εὑρεῖν τὸ ἔμψυχον σῶμα ἄνευ ἑνώσεως, ἐννόει τροπήν, εἰ δὲ ἅμα σῶμα, ἅμα θεοῦ λόγου σῶμα καὶ ἅμα ἔμψυχον λογικόν, ἅμα θεοῦ λόγου σῶμα ἔμψυχον λογικόν, τί ζητεῖς τροπήν;

Ἀπολ. Εἰ νοῦν ἀνθρώπου εἶχεν, καὶ λήθην καὶ ἄγνοιαν εἶχε καὶ ἁμαρτάνειν ἠδύνατο. Ὀρθ. Εἰ μὴ ἥνωτο τῇ θεότητι, ναί. καὶ μὴ λέγε ‘νοῦν ἀνθρώπου’, οὐ γὰρ ἄλλου τινὸς ἀνθρώπου εἶχε νοῦν, ἀλλ᾽ εἰ ἄρα εἰπέ, ἀνθρωπίνου νοῦ μετεῖχεν ὁ λόγος ὡς ἀνθρωπίνης σαρκός.

Ἀπολ. Πῶς δύναται ἀνθρώπινος νοῦς μὴ τρέπεσθαι; Ὀρθ. Ὡς τὸ θνητὸν τοῦτο ἐνδυθὲν ἀθανασίαν οὐκέτι ἀποθνήσκει, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδυθὲν ἀφθαρσίαν οὐκέτι φθείρεται, οὕτως καὶ ὁ νοῦς θεωθεὶς ἑνώσει θεοῦ λόγου οὐ τρέπεται. Ἀπολ. Οὐκοῦν καὶ οἱ ἅγιοι ἄτρεπτον εἶχον νοῦν; Ὀρθ. Οὔ. Ἀπολ. Διὰ τί; οὐκ ἦν καὶ ἐν αὐτοῖς ὁ λόγος; Ὀρθ. Ἀλλ᾽ ἐν τοῖς ἁγίοις οὐ καθ᾽ ἕνωσιν ἦν, ἀλλὰ κατὰ τὴν τοῦ πνεύματος χάριν διαφόρως ἐν αὐτοῖς ἐνεργοῦντος· ἐνταῦθα δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ οἱ μὲν ἅγιοι μέτοχοι τοῦ λόγου ἦσαν, ἐνταῦθα δὲ ὁ λόγος μετέσχε τῆς ἀνθρωπότητος. Ἀπολ. Εἰπὲ αἵματος καὶ σαρκὸς ὡς γέγραπται. Ὀρθ. Ἔθος τῇ γραφῇ τὸν ὅλον ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖν, ὡς ὅταν λέγῃ· “οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι”, καὶ “ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα”, καὶ πάλιν· “οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς ἀνθρώπους τούτους διὰ τὸ εἶναι αὐτοὺς σάρκας” καὶ ὅσα τοιαῦτα. Ἀπολ. Τί ἐστιν· οἱ ἅγιοι μετέσχον καὶ ὁ θεὸς λόγος μετέσχεν; τίς ἡ διαφορά; Ὀρθ. Ὅτι οἱ ἅγιοι πρότερον ὑπῆρξαν καὶ τότε μετέσχον θεοῦ λόγου· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ ὁ ὢν πρὸ τῶν αἰώνων θεὸς λόγος, βουληθεὶς ἐνανθρωπῆσαι ἡγίασε τὴν παρθένον καὶ ἥνωσεν ἑαυτῷ ἐξ αὐτῆς σῶμα οὐ πρότερον ὑπάρξαν καὶ τότε ἑνώσας, ἀλλ᾽ ἐν αὐτῇ τῇ ὑπάρξει ἑνώσας. Ἀπολ.

Δύο οὖν ἡγεμονικὰ ἐν τῷ σώματι ἦσαν, ὁ θεὸς λόγος καὶ ὁ ἀνθρώπινος νοῦς· Ὀρθ. Οὔ, ἀλλ᾽ αὐτὸς ὁ λόγος ἡγεμόνευε τοῦ νοῦ. Ἀπολ. Πῶς οἷόν τε μὴ εἶναι δύο;

Ὀρθ. Ὡς τὸ λευκὸν τῆς ἐρέας καταχρωσθὲν χρώματι πορφύρας οὐ δίχρωμόν ἐστιν, ἀλλ᾽ ἕν, οὕτως ὁ νοῦς καταλαμπόμενος καὶ ἀποθεωθεὶς ἕν ἐστιν, καὶ οὐκ ἔστι δύο ἡγεμονικά. οὐ γὰρ ἄλλο τι βούλεται ὁ νοῦς καὶ ἄλλο τι ὁ λόγος, ἀλλ᾽ ὥσπερ μουσικὸς καὶ τὸ ὄργανον οὐ δύο μουσικοί, οὕτως θεὸς λόγος καὶ νοῦς ἀνθρώπινος οὐ δύο ἡγεμονικά. ἀντὶ γὰρ ὀργάνου τῷ νῷ τῷ ἀνθρωπίνῳ κέχρηται ὁ λόγος. Ἀπολ. Ἀλλὰ τὸ ὄργανον τοῦ μουσικοῦ ἄνουν ἐστίν. Ὀρθ. Καὶ ὁ μουσικὸς θνητός· ἐνταῦθα δὲ ὁ λόγος ἀθάνατος ὢν τῷ νῷ κέχρηται ὀργάνῳ, καὶ ὥσπερ ἐν ἡμῖν ὁ νοῦς τῷ σώματι κέχρηται ὀργάνῳ εἰς τὰ διὰ τοῦ σώματος ἐπιτελούμενα, οὕτως ἐκεῖ ὁ λόγος τῷ νῷ κέχρηται ὀργάνῳ εἰς τὰ διὰ τοῦ νοῦ ἐπιτελούμενα.

Ἀπολ. Τοῦ σώματος τίς ἡ χρεία; Ὀρθ. Διὰ πολλά· ὅτι ὀφθῆναι ἠθέλησε, καὶ ὅτι τὸ συναμφότερον ἦν ἀπολόμενον καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον σῶσαι σταυρῷ καὶ πάθει ἑκουσίῳ ηὐδόκησεν. καὶ ἐν μὲν τῷ ἑκουσίῳ πάθει τῷ νῷ κέχρηται, ὡς προεῖπον, ὀργάνῳ, ἐν δὲ τοῖς σωματικοῖς τῷ σώματι· καὶ οὕτως ζητήσας καὶ εὑρὼν ἥνωσε καὶ ἔσωσε τὸ ἀπολωλός. Ἀπολ.

Ποίοις λέγεις σωματικοῖς; Ὀρθ. Σταυρῷ, ταφῇ, περιπάτῳ, ἁφῇ, βρώσει, πόσει καὶ ὅσα τούτοις ἀκόλουθα. Ἀπολ. Θεὸς ἦν ὁ λόγος ὁ γεννηθεὶς ἐκ Μαρίας; Ὀρθ. Ὁ γεννηθεὶς ἐκ Μαρίας. τὸ ἐκ ταύτης ὂν τῆς οὐσίας οὐκ ἦν θεὸς οὐσιωδῶς, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ. Ἀπολ. Καὶ πῶς “εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου” λέγεται; Ὀρθ. Ἐπειδὴ ἐκ τῆς οὐσίας τοῦ πατρὸς ὢν θεὸς λόγος, ἐκ τῆς οὐσίας αὐτῆς ἔλαβε μορφὴν δούλου “καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος” καρπὸς τῆς κοιλίας αὐτῆς εὑρέθη. Ἀπολ.

Συνῆπται οὖν ὁ λόγος τῷ γεννηθέντι σώματι ἐξ αὐτῆς ὡς ζῶον; Ὀρθ. Ὡς ζῷον οὐ γέγραπται, ἀλλ᾽ ὡς θεὸς ἐν ναῷ ζῶντι. Ἀπολ. Καὶ ἐν ἑκάστῳ τῶν ἁγίων οὕτως ἐστὶν ὡς ἐν ναῷ ζῶντι; Ὀρθ. Οὐχ οὕτως. ἕκαστος γὰρ τῶν ἁγίων τοσοῦτον ἐγένετο ναός, ὅσον ἐδυνήθη ἐξ ἀρετῆς καὶ ἀσκήσεως κατορθῶσαι, ἐνταῦθα δὲ “πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ”· καὶ οἱ μὲν ἅγιοι μορφὴν θεοῦ εἰλήφασιν ἐν ἀρετῇ κατορθώσαντες, ἐνταῦθα δὲ ὁ λόγος μορφὴν δούλου ἔλαβεν.

Ἀπολ. Οὗτος ὁ ἐκ ψυχῆς καὶ σώματος συνεστὼς ναὸς ἄνθρωπός ἐστιν; Ὀρθ. Εἰ χωρὶς τοῦ λόγου νοεῖτο, ναί· εἰ δὲ οὐκ ἔστιν, ὅτε χωρὶς τοῦ λόγου νοεῖται, οὐκ ἔστιν ἄνθρωπος ψιλός, ἀλλὰ θεὸς ἑνώσει τοῦ λόγου.

Ἀπολ. Ὁ γεννηθεὶς ἐκ Μαρίας ναὸς Ἰησοῦς ἐστιν, δι᾽ οὗ τὰ πάντα. Ὀρθ. Ὁ γεννηθεὶς ἐκ Μαρίας ναὸς οὐ κενὸς ἐγεννήθη καὶ σεσαρωμένος, ἀλλὰ μετὰ τοῦ ἐνοικοῦντος, διὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα. οὔτε δὲ τὸν ναὸν καλῶ Ἰησοῦν χωρὶς τοῦ λόγου οὔτε τὸν λόγον χωρὶς τοῦ ναοῦ Ἰησοῦν, ἀλλ᾽ ἔκτοτε Ἰησοῦς ὁ λόγος κέκληται, ἐξ οὗ ἰάσατο τὰ συντρίμματα τοῦ λαοῦ αὐτοῦ, τότε δὲ ἰάσατο, ὅτε κατηξίωσε μορφὴν δούλου λαβεῖν· οὗτος οὖν ὁ λόγος, ὁ νῦν Ἰησοῦς διὰ τὴν οἰκονομίαν κληθείς, αὐτός ἐστιν, δι᾽ οὗ τὰ πάντα. καὶ ὥσπερ τὸν καυτῆρα πῦρ καὶ σίδηρον νοῶ, οὕτως Ἰησοῦν θεὸν λόγον ἐνανθρωπήσαντα.

Ἀπολ. Ὁ ναὸς, δι᾽ οὗ τὰ πάντα ἢ ὁ ἐν τῷ ναῷ; Ὀρθ. Μὴ διαίρει τὸν ναὸν τοῦ ἐνοικοῦντος. εἰ γὰρ “ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν”, πολλῷ πλέον ὅταν ὁ κύριος λέγηται καὶ πιστεύηται ἡνῶσθαι μορφῇ δούλου, εἷς ἐστιν ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος.

Ἀπολ. Οὐκοῦν οὐκ ἔστιν ἄνθρωπος ὁ γεγεννημένος ἐκ Μαρίας; Ὀρθ. Μόνον ἄνθρωπος οὔ. Ἀπολ. Ἀλλὰ καὶ τί; Ὀρθ. Καὶ θεός· ὡς γὰρ οὐκ ἔστι μόνον σὰρξ Ἰσαὰκ γεγεννημένος ἐκ τοῦ Ἀβραὰμ οὐδὲ ἄλλος τις τῶν ἀνθρώπων, ἀλλὰ ἄνθρωπος ἐξ ἀνθρώπου γεγέννηται ἕκαστος ἡμῶν οὐ γεννωμένης ψυχῆς λογικῆς ἐκ ψυχῆς λογικῆς, καίτοιγε τοῦ ἀνθρώπου ἐκ ψυχῆς λογικῆς καὶ σώματος συγκειμένου· οὕτω θεὸν λέγω τὸν ἐκ Μαρίας γεγεννημένον, ψυχῇ καὶ σώματι ἑνωθέντα. καθάπερ γὰρ ἑνωθεῖσα ψυχὴ σώματι γεννᾶται ἄνθρωπος διὰ γυναικός, οὕτως ἑνωθεὶς θεὸς λόγος ψυχῇ καὶ σώματι ἐγεννήθη θεὸς καὶ ἄνθρωπος διὰ γυναικός. Ἀπολ. Καίτοιγε “ἐκ γυναικὸς” γέγραπται. Ὀρθ. Ἐκ γυναικὸς κατὰ σάρκα, διὰ τῆς γυναικὸς κατὰ πνεῦμα. Ἀπολ. Ὁ ἴδιος υἱὸς τοῦ θεοῦ, ὃν παρέδωκεν ὑπὲρ ἡμῶν, τίς ἐστιν, ὁ λόγος ἢ ὁ ἄνθρωπος; Ὀρθ. Ὁ ἴδιος υἱὸς τοῦ θεοῦ αὐτός ἐστιν ὁ ταπεινώσας ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐν αὐτῇ τῇ δουλικῇ μορφῇ παραδοθείς. Ἀπολ. Οὐχ ὁ γεννηθεὶς οὖν ἐκ Μαρίας Ἰησοῦς, ἀλλ᾽ ὁ γεννηθεὶς δι᾽ αὐτῆς λόγος αὐτὸς ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου. Ὀρθ. Μὴ διαίρει τὴν ἅπαξ ἑνωθεῖσαν ἕνωσιν. εἶπον γὰρ ὅτι αὐτός ἐστιν ὁ ἴδιος υἱὸς ὁ καὶ ἐξ αὐτῆς κατὰ σάρκα καὶ δι᾽ αὐτῆς κατὰ πνεῦμα. Ἀπολ. Ὁ δι᾽ αὐτῆς οὖν λόγος ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου; Ὀρθ.