Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Το πάθος, η κάθοδος στον Άδη και η τελεία υποστατική ένωση

Επιχειρηματολογία για την αναγκαιότητα ύπαρξης λογικής ψυχής κατά το εκούσιο πάθος, ανασκευή της διδασκαλίας του Απολιναρίου περί άψυχης σάρκας και τελική ομολογία της ενώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Ὁ δι᾽ αὐτῆς θεὸς λόγος οὐ δυνάμενος τῇ φύσει τῆς θεότητος ταπεινωθῆναι μέχρι θανάτου ἔλαβεν ἑαυτῷ ἐξ αὐτῆς ἔμψυχον σῶμα τὸ δυνάμενον ταπεινωθῆναι μέχρι θανάτου, ὅ ἐστι μορφὴ δούλου.

Ἀπολ. Θεὸς οὖν ἀπέθανεν ὑπὲρ ἡμῶν; Ὀρθ. Θεὸς ἑνώσας ἑαυτῷ σῶμα ἔμψυχον τὸ δυνάμενον ἀποθανεῖν· οὐ γὰρ φύσει θεότητος ὑπὲρ ἡμῶν ἀπέθανεν, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ. Ἀπολ. Εἰ ψυχὴν λογικὴν εἶχε τὸ σῶμα, οὐχ ὁ θεὸς, ἀλλ᾽ ὁ ἄνθρωπος ἀπέθανεν.

Ὀρθ. Ὁ ἀπὸ τοῦ σώματος χωρισμὸς τῆς ψυχῆς θάνατος λέγεται ἢ οὔ; Ἀπολ. Ναί. Ὀρθ. Ὥσπερ οὖν οὐκ 〈ἂν〉 ἠδύνατο λεχθῆναι ὁ θεὸς ἐν μνήματι καὶ ἐν ταφῇ γενέσθαι, εἰ μὴ εἶχε τὸ τιθέμενον σῶμα, οὕτως οὐκ ἂν ἐλέχθη κεχωρίσθαι τοῦ σώματος, πανταχοῦ ὢν καὶ τὰ πάντα περιέχων, εἰ μὴ εἶχε τὴν χωριζομένην ψυχὴν, μεθ᾽ ἧς καὶ τοῖς ἐν ᾅδου εὐηγγελίσατο· διὰ γὰρ αὐτὴν καὶ ἀναχωρεῖν τοῦ σώματος λέγεται καὶ ἐν ᾅδου γεγενῆσθαι. καὶ τοῦτό ἐστι τὸ τὸν θεὸν ὑπὲρ ἡμῶν τεθῆναι ἐν μνήματι διὰ τὸ σῶμα καὶ ἐν ᾅδου γενέσθαι διὰ τὴν ψυχήν. Ἀπολ. Ἐγὼ πεπίστευκα ὅτι ὁ θεὸς λόγος τῇ ἑαυτοῦ παρουσίᾳ ἐμψυχοῖ τὸ σῶμα καὶ χρείαν οὐκ εἶχε ψυχῆς. Ὀρθ. Ὡς εἰς τὸ κρατηθῆναι καὶ σταυρωθῆναι καὶ ταφῆναι χρείαν εἶχε σώματος, ἵνα μὴ δοκήσει ὁ σταυρὸς γένηται, ἀλλ᾽ ἀληθείᾳ, οὕτω καὶ εἰς τὸ ἀποθανεῖν καὶ ἐν ᾅδου γενέσθαι χρείαν εἶχε ψυχῆς. περὶ τίνος γὰρ εἴρηται ὅτι “ἤρξατο λυπεῖσθαι καὶ ἀγωνιᾷν ἕως θανάτου”; περὶ τοῦ σώματος τοῦ ἀναισθήτου ἢ τοῦ θεοῦ λόγου; Ἀπολ. Καὶ ἡμεῖς λέγομεν, ὅτι αἴσθησιν εἶχε τὸ σῶμα, ἐν ᾗ καὶ ᾔσθετο τοῦ πάθους. Ὀρθ.

Σῶμα αἴσθησιν ἔχον ἔμψυχόν ἐστιν, τὸ γὰρ ἄψυχον καὶ ἀναίσθητόν ἐστιν, ὥστε ὁ ταπεινώσας ἑαυτὸν μέχρι θανάτου καὶ ἀποθανὼν θεός ἐστιν οὐ φύσει θεότητος ἀποθνήσκων, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ. τῆς γὰρ ἀνθρωπότητος τὰ πάθη ἑαυτοῦ πάθη ἐλογίζετο, καὶ ὥσπερ ἀδύνατον ἦν προσηλωθῆναι σταυρῷ καὶ ταφῆναι σινδόνι καὶ τεθῆναι ἐν μνήματι ἄνευ σώματος, οὕτως ἀδύνατον ἦν αὐτὸν ἀγωνιᾶσαι ἄνευ ψυχῆς λογικῆς· ἄλογος γὰρ ψυχὴ οὐκ ἀγωνιᾷ προγινώσκουσα θάνατον, ἀλλ᾽ ὡς βοῦς ἐπὶ σφαγὴν ἄγεται ἢ καὶ ὡς ἕτερόν τι τῶν ἀλόγων.

Ἀπολ. Οὐκοῦν οὐκ ἐγένετο ἄνθρωπος ὁ υἱὸς τοῦ θεοῦ, ἀλλ᾽ ἐν ἀνθρώπῳ; ἀδύνατον δὲ τὸν ἐν ἀνθρώπῳ γενόμενον, τοῦτον εἶναι ἄνθρωπον. Ὀρθ. Λέγεις γεγονέναι τὸν λόγον σάρκα ἢ οὔ; Ἀπολ. “Ὁ λόγος σὰρξ ἐγένετο” γέγραπται. Ὀρθ. Τραπεὶς εἰς σάρκα ἢ ἐν σαρκὶ γενόμενος; Ἀπολ. Ἐν σαρκὶ γενόμενος. Ὀρθ. Εἰ ἀδύνατον ἦν αὐτὸν ἄνθρωπον γενέσθαι γενόμενον ἐν ἀνθρώπῳ, καὶ ἀδύνατον ἦν αὐτὸν σάρκα γενέσθαι γενόμενον ἐν σαρκί. εἰ δὲ ἐν σαρκὶ γενόμενος σὰρξ λέγεται γεγενῆσθαι, οὐ τραπεὶς εἰς σάρκα, καὶ ἐν ἀνθρώπῳ γενόμενος ἄνθρωπος λέγεται γεγενῆσθαι, οὐ τραπεὶς εἰς ἄνθρωπον. Ἀπολ. Τίς ἦν ὁ λέγων· “θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;” ὁ θεὸς λόγος ἢ ὁ ἄνθρωπος; Ὀρθ. Ὡς τὴν ταφὴν τοῦ σώματος καὶ τὰ ἐνδύματα αὐτοῦ λέγω τοῦ λόγου οὐ φύσει θεότητος, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ, οὕτω καὶ τὰς φωνὰς τὰς ψυχικὰς καὶ τὰ πάθη τὰ ψυχικὰ ἀγωνιᾷν, καὶ ὅσα λέγεται περὶ αὐτοῦ ἐν εὐαγγελίοις τοῦ θεοῦ λόγου λέγω οὐ φύσει θεότητος, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ, καὶ γὰρ αὐτὸ τὸ σῶμα αὐτοῦ οὐ φύσει θεότητος ἦν αὐτοῦ σῶμα, ἀλλ᾽ ἑνώσεως οἰκονομίᾳ.

ὥσπερ οὖν τὸ σῶμα ἰδιοποιεῖται λέγων· “ἐὰν μὴ φάγητέ μου τὸ σῶμα”, οὕτω καὶ τὴν ψυχὴν ἰδιοποιεῖται λέγων· “τὴν ψυχήν μου οὐδεὶς αἴρει ἀπ᾽ ἐμοῦ”, οὕτω καὶ τὰ πάθη τοῦ συναμφοτέρου οἰκειοῦται· ὡς γὰρ αὐτοῦ σῶμα οἰκονομικῶς, οὕτως αὐτοῦ ταφὴ ἡ ταφὴ τοῦ σώματος, καὶ ὡς αὐτοῦ ψυχὴ οἰκονομικῶς, οὕτως αὐτοῦ φωνὴ ἡ φωνὴ τῆς ψυχῆς, ἵνα ᾖ καὶ ἡ ταφὴ τοῦ σώματος αὐτοῦ τοῦ λόγου οἰκονομικῶς, καὶ ἡ φωνὴ τῆς ψυχῆς αὐτοῦ τοῦ λόγου φωνὴ οἰκονομικῶς· αὐτὸς γὰρ ἦν ὁ λόγος φωνῶν τὰ τῆς ψυχῆς ἴδια.

Ἀπολ. Ἡμεῖς λέγομεν ὅτι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ἄνθρωπος γενέσθαι κατηξίωσε σάρκα λαβὼν ἐκ τῆς ἁγίας παρθένου Μαρίας καὶ ἦν θεὸς σαρκωθεὶς ὡς ἄνθρωπος εὑρεθείς. Ὀρθ. Μὴ λέγε ‘ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος’, ἀλλὰ μᾶλλον εἰπὲ ὁ φιλόσαρκος· εἰ γὰρ οὐ κατηξίωσεν ἑνωθῆναι ἀνθρώπῳ, πῶς φιλάνθρωπος; Ἀπολ. Φιλῶν τὸν ἄνθρωπον τῇ ἀνθρωπίνῃ σαρκὶ ἥνωτο, ἵνα ᾖ ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος. Ὀρθ. Οὐκ ἔτι οὐδὲ ἀνθρωπίνη σάρξ ἐστιν ἡ μὴ οὖσα ἔμψυχος λογική· πῶς γὰρ ἡ μὴ ψυχωθεῖσα ψυχῇ λογικῇ σὰρξ ἀνθρωπίνη δύναται εἶναι; ἡ γὰρ σὰρξ σάρξ ἐστιν, καὶ ἡ ψυχὴ ψυχή ἐστιν. τότε δὲ ἄνθρωπος λέγεται, ὅτε ἡ λογικὴ ψυχὴ σωματοῦται καὶ τὸ σῶμα ψυχοῦται, οὐκ ἄρα ἀνθρωπίνη σὰρξ ἡ μὴ κοινωνήσασα ψυχῇ λογικῇ. Ἀπολ. Τῶν γηίνων σωμάτων ὅταν τι προσλάβῃ ψυχὴν λογικὴν, ἄνθρωπος γίνεται, ἐὰν δὲ ἄλογον ψυχὴν προσλάβῃ, ζῶον ἕτερον παρὰ τὸν ἄνθρωπον γίνεται. ἐκ δὲ ταύτης τῆς ὕλης ὁ κύριος ἑαυτῷ διαπλασάμενος σῶμα καὶ τοῦτο ζωώσας τῇ ἰδίᾳ οὐσίᾳ, ὅπερ πέφυκε μὲν ψυχὴν ἔχον κοινὸν ἀποτελεῖν ζῶον, τούτῳ δὲ καὶ τὰς ἰδίας ἐνεργείας μεταδεδωκὼς ἐποίει ζῶον θεόν, θεὸν μὲν κατὰ τὸ εἶδος, ἄνθρωπον δὲ κατὰ τὴν ὕλην. Ὀρθ. Τὸ κατὰ τὸ εἶδος οὐ νοῶ, θέλεις εἰπεῖν κατὰ θεότητα; Ἀπολ. Σῶμα μεμορφώμενον, ταῖς θεϊκαῖς καταλαμπόμενον ἐνεργείαις.

Ὀρθ. Τὰς θεϊκὰς οὖν ἐνεργείας εἶδος λέγεις; Ἀπολ. Ναί. Ὀρθ. Εἰ ὅταν τι τῶν γηίνων σωμάτων προσλάβῃ ψυχὴν λογικὴν, ἄνθρωπος γίνεται, τότε καὶ ἀνθρώπινον σῶμα ἀκούει καὶ γίνεται· μὴ προσλαβὸν ψυχὴν λογικὴν οὐδὲ ἀνθρώπινόν ἐστι σῶμα, τὸ δὲ μὴ ὂν ἀνθρώπινον σῶμα, πῶς ‘ἄνθρωπος’ λέγεις ‘κατὰ τὴν ὕλην’, τῆς ὕλης τότε ἀνθρωπίνης οὔσης, ὅτε ψυχῆς λογικῆς προσλαμβάνει; ἐγὼ δὲ καὶ ἀνέγνων τοῦ διδασκάλου ὑμῶν Ἀπολιναρίου ὁμολογίαν, ἐν ᾗ ὁμοούσιον λέγει τὸ σῶμα τοῦ κυρίου ἡμῶν τῇ Μαρίᾳ, Μαρία δὲ ἡμῖν. Ἡμῖν ἄρα ὁμοούσιον τὸ κυριακὸν σῶμα, ἐπειδὴ καὶ ἀνθρώπινον.

Ἀπολ. Πῶς λέγεις κυριακὸν σῶμα, ὁπότε ἀνθρώπου κατασκευάζεις; Ὀρθ. Ἐγὼ καὶ σῶμα κυριακὸν λέγω καὶ ψυχὴν κυριακὴν καὶ αἷμα κυριακὸν καὶ ταφὴν κυριακὴν καὶ ἄνθρωπον καθόλου κυριακὸν ἑνώσει τοῦ θεοῦ λόγου, οὕτως ὡς εἶναι ἕνα κύριον τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον· καί ποτε αὐτὸν ὅλον θεὸν καὶ κύριον ἀκούειν, καί ποτε αὐτὸν ὅλον ἄνθρωπον. αὐτὸς γὰρ λέγει περὶ ἑαυτοῦ· “τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;” καὶ Παῦλος· “ἄνθρωπος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας”, καὶ αὐτὸν τοῦτον τὸν ἄνθρωπον ψηλαφήσας ὁ Θωμᾶς λέγει· “ὁ κύριός μου καὶ ὁ θεός μου”, καὶ ὁμοίως ὁ Παῦλος λέγει· “ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας”· θεὸς οὖν καὶ ἄνθρωπος ὅλος διὰ τὴν ἐξ εὐδοκίας ἕνωσιν. εἰ γὰρ “ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν”, πολλῷ πλεῖον ὅταν ὁ κύριος λέγηται καὶ πιστεύηται ἄνθρωπος γεγενῆσθαι οὐκ ἀπολέσας τὸ εἶναι θεὸς, ἔστι θεὸς καὶ ἄνθρωπος ὁ αὐτός· θεὸς μὲν διὰ τὴν φύσιν, ἄνθρωπος δὲ διὰ τὴν ἐξ εὐδοκίας μετοχὴν τῆς ἀνθρωπότητος.