Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Δεύτερος διάλογος: Το συναΐδιο και αχώριστο του Υιού από τον Πατέρα

Συζήτηση γύρω από τη συνύπαρξη του Υιού με τον Πατέρα, με έμφαση στην απόρριψη του φιλοσοφικού όρου «αγένητος» έναντι των αγιογραφικών ονομάτων, και στη χριστολογική ερμηνεία των χωρίων περί της υπεροχής του Πατρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΔΙΑΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ, ΕΝ ῼ ΔΙΑΛΕΓΟΝΤΑΙ ΟΜΟΙΩΣ ΟΡΘΟΔΟΞΟΣ ΚΑΙ ΑΝΟΜΟΙΟΣ ΑΡΕΙΑΝΙΣΤΗΣ. ΑΝΟΜΟΙΟΣ. Πᾶσι τοῖς νοῦν ἔχουσιν ὁμολογούμενόν ἐστιν, ὅτι τὸ ἔκ τινος ὂν μεταγενέστερόν ἐστι τοῦ ἐξ οὗ ἐστιν, ὡς ἐξ αἰτίου. Ὀρθόδοξος. Οὐ πάντως. Ἀνόμ.

Σὺ οὐκ εἶ ἐκ τοῦ πατρός σου, καὶ μετὰ τὸν πατέρα σου; Ὀρθ. Ἐγὼ μὲν ἐκ τοῦ πατρός μου εἰμὶ, καὶ μετὰ τὸν πατέρα μου εἰμὶ, καὶ ἐκτὸς τοῦ πατρός μου εἰμί· τὸ δὲ φῶς ἐκ τοῦ ἡλίου ἐστὶ, καὶ οὐδὲ μετὰ τὸν ἥλιόν ἐστιν, οὐδὲ ἐκτὸς τοῦ ἡλίου ἐστὶν, ἀλλὰ μετὰ τοῦ ἡλίου, καὶ ἐν τῷ ἡλίῳ, καὶ σὺν τῷ ἡλίῳ· καὶ ἡ εὐωδία ἐκ τοῦ μύρου ἐστὶ, καὶ οὔτε μετὰ τὸ μύρον, οὔτε ἐκτὸς τοῦ μύρου, ἀλλὰ μετὰ τοῦ μύρου, καὶ ἐν τῷ μύρῳ, καὶ σὺν τῷ μύρῳ· καὶ τὸ νοεῖν ἐκ τοῦ νοῦ ἐστι, καὶ οὔτε μετὰ τὸν νοῦν, οὔτε ἐκτὸς τοῦ νοῦ, ἀλλὰ μετὰ τοῦ νοῦ, καὶ ἐν τῷ νῷ, καὶ σὺν τῷ νῷ· καὶ τὸ θέλειν ἐκ τοῦ θέλοντός ἐστι, καὶ οὔτε ἐκτὸς τοῦ θέλοντος, οὔτε μετὰ τὸν θέλοντα, ἀλλὰ μετὰ τοῦ θέλοντος, καὶ ἐν τῷ θέλοντι, καὶ σὺν τῷ θέλοντι· καὶ ἡ σοφία ἐκ τοῦ σοφοῦ ἐστι, καὶ οὔτε μετὰ τὸν σοφὸν, οὔτε ἐκτὸς τοῦ σοφοῦ, ἀλλὰ μετὰ τοῦ σοφοῦ, καὶ ἐν τῷ σοφῷ, καὶ σὺν τῷ σοφῷ· καὶ ἡ δύναμις ἐκ τοῦ δυνατοῦ, καὶ οὔτε μετὰ τὸν δυνατὸν, οὔτε ἐκτὸς τοῦ δυνατοῦ, ἀλλ᾽ ἐν τῷ δυνατῷ, καὶ μετὰ τοῦ δυνατοῦ, καὶ σὺν τῷ δυνατῷ.

Οὕτω τοίνυν καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τοῦ Θεοῦ νοοῦμεν, καὶ οὐ μετὰ τὸν Θεὸν, οὔτε ἐκτὸς τοῦ Θεοῦ, ἀλλὰ μετὰ τοῦ Θεοῦ, καὶ ἐν τῷ Θεῷ, καὶ σὺν τῷ Θεῷ. Ἀνόμ. Ἀλλὰ τὸ ἀπαύγασμα, καὶ τὸ νοεῖν, καὶ τὸ θέλειν, καὶ ἡ σοφία, καὶ ἡ δύναμις, οὐκ ἔστιν οὐσία ἐνυπόστατος· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐσία ἐστὶν ἐν ἰδίᾳ ὑποστάσει. Ὀρθ. Καὶ ἐν τούτῳ τῶν σωματικῶν υἱῶν τὸ ἀσύγκριτον ἔχει, ὅτι ἐγὼ μὲν, υἱὸς ὢν τοῦ πατρός μου, οὐκ εἰμὶ αὐτοῦ σοφία, οὐκ εἰμὶ αὐτοῦ δύναμις, οὐκ εἰμὶ αὐτοῦ θέλημα, οὐκ εἰμὶ αὐτοῦ λόγος, οὐκ εἰμὶ αὐτοῦ ἀπαύγασμα, οὐκ εἰμὶ ἐν αὐτῷ τῷ πατρί μου. Οὐκ αὐτὸς ὁ πατήρ μου ἐν ἐμοὶ, οὐ καθὼς ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ μόνον ἐστὶν Υἱὸς, ἀλλὰ καὶ δύναμις, καὶ σοφία, καὶ Λόγος, καὶ θέλημα, καὶ ἀπαύγασμα, ἵνα ἀπὸ τοῦ εἶναι Υἱὸς, τὸ ἐνυπόστατον νοηθῇ· καὶ ἀπὸ τοῦ εἶναι σοφία, καὶ δύναμις, καὶ Λόγος, καὶ θέλημα, καὶ ἀπαύγασμα, τὸ μετὰ τοῦ Πατρὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ σὺν τῷ Πατρὶ νοηθῇ, καὶ οὐ δεύτερος, οὐδὲ μετὰ τὸν Πατέρα, οὐδὲ ἐκτὸς τοῦ Πατρός. Διὰ γὰρ τοῦτο βοᾷ ὁ προφήτης, λέγων· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ὁ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν.»

Οὐ γὰρ ἐκτὸς τοῦ Πατρὸς Υἱὸς γνωρίζεται, ἀλλ᾽ ἐν τῷ Πατρὶ, καὶ σὺν τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, ὡς ἀπαύγασμα δόξης, ὡς χαρακτὴρ ὑποστάσεως, ὡς σοφία σοφοῦ, ὡς δύναμις δυνατοῦ, ὡς Λόγος νοῦ. Ἀνόμ. Ἀλλὰ τὸ ἀπαύγασμα τοῦ φωτὸς υἱὸς οὐκ ἔστιν· ὁ χαρακτὴρ τῆς ὑποστάσεως υἱὸς οὐκ ἔστιν· ἡ σοφία τοῦ σοφοῦ υἱὸς οὐκ ἔστιν· ἡ δύναμις τοῦ δυνατοῦ υἱὸς οὐκ ἔστιν.

Ὀρθ. Τοῦ μὲν δυνατοῦ ἡ δύναμις οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ ἡ σοφία τοῦ σοφοῦ οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ ὁ λόγος τοῦ νοῦ οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ τὸ ἀπαύγασμα τῆς δόξης οὐκ ἔστιν αὐτῆς υἱός· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς καὶ Υἱός ἐστι τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ, καὶ Υἱός ἐστι τοῦ σοφοῦ καὶ σοφία αὐτοῦ, καὶ Υἱός ἐστι τοῦ δυνατοῦ, καὶ δύναμις αὐτοῦ ἐστι. Καὶ διὰ τοῦτο, Υἱὸν ἀκούοντες, τὸ ἐνυπόστατον νοοῦμεν· καὶ δύναμιν ἀκούοντες, καὶ Λόγον, καὶ σοφίαν, τὸ ἀχώριστον καὶ συναΐδιον ἐπαιδεύθημεν.

Ἀνόμ. Ἅμα οὖν λέγεις ὑπάρχειν Πατέρα καὶ Υἱόν; Ὀρθ. Ἅμα λέγω. Ἀνόμ. Δύο οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἐγὼ Πατέρα καὶ Υἱὸν λέγω· τί δέ ἐστιν ἀγένητον, οὐκ ἐδιδάχθην ἀπὸ τῶν θείων Γραφῶν. Ἀνόμ. Οὐκ ἔστιν οὖν ὁμολογούμενον, ὅτι ὁ Πατὴρ τοῦ Χριστοῦ οὐκ ἔστι γενητός; Ὀρθ. Ὡμολόγηται καὶ παρ᾽ ἐμοῦ. Ἀνόμ. Ὁ δὲ μὴ γεγονὼς καὶ ὑπάρχων ἀγενήτως ὑπάρχει· ἀγένητος ἄρα. Ὀρθ. Ὅτι μὲν οὐκ ἐγένετο, οἶδα· ἀγένητον δὲ αὐτὸν λέγειν, οὐκ ἐδιδάχθην ὑπὸ τῆς θείας Γραφῆς, ἀλλὰ Πατέρα. Ἀνόμ.

Εἰ οὐκ ἐγένετο ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀγενήτως ὑπάρχει· ὁ δὲ ἀγενήτως ὑπάρχων ἀγένητός ἐστιν. Ὀρθ. Ἀλλ᾽ οὐκ εἶπεν ἡ Γραφὴ τὸ ἀγένητον, τὸ δὲ Πατέρα αὐτὸν εἶναι εἶπε. Κἀκεῖνο λέγω, ὃ ἡ Γραφὴ εἶπε, καὶ οὐχὶ ὃ τῇ ἐννοίᾳ τῶν ἀνθρώπων ὑποπίπτει.

Καὶ γὰρ ἄλλα πολλά ἐστιν, ἃ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτει, καὶ ὡς ἀπρεπῆ λέγειν αὐτὰ περὶ Θεοῦ παραιτούμεθα, ἐπειδὴ οὐδὲ ἡ Γραφὴ εἶπεν. Ἀνόμ. Οἷον; ὡς τί εἰπέ. Ὀρθ. Ὅτι ἡμεῖς εὐχόμεθα προκόπτειν ἐπί τι βέλτιον, δῆλόν ἐστιν· ὁ δὲ Θεὸς οὐ προκόπτει· οὐδὲν γὰρ αὐτῷ λείπει. Ἀνόμ. Οὐδὲν αὐτῷ λείπει. Ὀρθ. Οὐ χρείαν οὖν ἔχει τοῦ προκόπτειν.

Ἀνόμ. Οὐ χρείαν ἔχει. Ὀρθ. Οὐδεὶς ἡμῶν, διὰ τὸ μὴ προκόπτειν αὐτὸν, ἀπρόκοπτον λέγει αὐτὸν, ἀλλ᾽ ὡς ἀναξίαν τοῦ Θεοῦ τὴν φωνὴν παραιτούμεθα. Οὕτως οὐδὲ τὸ ἀγένητον ἄξιον εἶναι τοῦ Θεοῦ λέγομεν· εἰ γὰρ ἦν ἄξιον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή.

Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; εἰπὲ, καὶ ὑπὸ τίνος ἐγένετο; Ὀρθ. Εἰ διὰ τοῦτο ἀγένητον αὐτὸν δεῖ λέγειν, ἐπειδὴ ὑπ᾽ οὐδενὸς ἐγένετο, εἰπὲ αὐτὸν καὶ ἄπιστον, ἐπειδὴ εἰς οὐδένα πιστεύει· εἰπὲ καὶ ἀσεβῆ, ἐπειδὴ οὐδένα σέβεται. Εἰ δὲ ταῦτα ἡ μὲν ἔννοια ὑποβάλλει, ἡ δὲ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν· οὕτω καὶ τὸ ἀγένητον, κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ᾽ ἡ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν. Εἰ δὲ μὴ, εἶπεν αὐτὸ πάντως ἡ Γραφή. Ἀνόμ. Οὐ λέγεις οὖν ἀγένητον τὸν ἐπὶ πάντων Θεόν; Ὀρθ. Εἰ γέγραπται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐκ ἔχω ἀνάγκην εἰπεῖν. Καὶ ὅτι οὐ πάντως τὰ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτοντα δεῖ λέγειν, ἔξεστι καὶ ἄλλως γνῶναι.

Παρὰ πάντων ἡμῶν ὡμολόγηται, ὅτι ὁ Θεὸς ἀόρατός ἐστι, τοῦ ἁγίου Παύλου λέγοντος· «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.» Ὁ δὲ ἄφθαρτος οὐχ ἑαυτῷ μὲν φθαρτός ἐστιν, ἄλλοις δὲ ἄφθαρτος, ἀλλὰ καὶ πᾶσι καὶ ἑαυτῷ ἄφθαρτός ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ.

Οὐκοῦν, ἐπειδὴ συνῆπται τῷ ἀφθάρτῳ τὸ ἀόρατον, εἴπωμεν καὶ αὐτὸν ἑαυτῷ ἀόρατον εἶναι τὸν Θεόν. Καὶ ἐψεύσαντο τὰ Εὐαγγέλια καθ᾽ ὑμᾶς, λέγοντα· «Ὁ ὢν παρὰ τοῦ Πατρὸς, αὐτὸς ἑώρακε τὸν Πατέρα.» Εἰ δὲ ὁ ὢν παρὰ τοῦ Πατρὸς ὁρᾷ τὸν Πατέρα, καὶ ὁ Πατὴρ αὐτὸς ἑαυτὸν ὁρᾷ, ὅ ἐστι, καὶ λέγεται, καὶ πιστεύεται εἶναι ἀόρατος, οὐχ ἑαυτῷ, οὐδὲ τῷ ἐξ αὐτοῦ Υἱῷ, οὐδὲ τῷ παρ᾽ αὐτοῦ ἁγίῳ Πνεύματι, ἀλλὰ πάσῃ τῇ κτίσει.

Ἀνόμ. Νῦν μανθάνω, ὅτι ὃ πᾶσιν ἀνθρώποις ἐστὶν ὡμολογημένον, τοῦτο ὑμεῖς οὐ πιστεύετε. Ὀρθ. Ποῖον; Ἀνόμ. Ὅτι ἀγένητός ἐστιν ὁ Θεὸς, πάντες ἄνθρωποι, οἱ νοῦν ὀρθὸν ἔχοντες, ὁμολογοῦσιν, ὑμεῖς δὲ οὐ δέχεσθε. Ὀρθ. Οὐ λέγω, ὅτι τὸ ἀγένητον αὐτὸν ὁμολογεῖν ἀπαράδεκτόν ἐστιν ἡμῖν· ἀλλ᾽ ὅτι κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ᾽ ὅμως ὡς οὐδαμοῦ τῆς θείας Γραφῆς κειμένην τὴν φωνὴν οὐκ ἀναγκαῖον λέγειν. Εἰ γὰρ ἦν ἀναγκαῖον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή. Ἀνόμ. Γενητὸν οὖν εἴπωμεν αὐτόν; Ὀρθ.

Ὁ λέγων αὐτὸν γενητὸν ἀσεβεῖ. Εἶπε γὰρ ἡμῖν ἡ Γραφὴ, τίνα ἐστὶ τὰ γενητὰ, καὶ τίς ὁ τούτων γενεσιουργός. Ὁ δὲ λέγων αὐτὸν ἀγένητον, ὃ οὐκ εἶπεν ἡ Γραφὴ, περιττολογεῖ. Ἀνόμ. Εἰ οὐκ ἔστι γενητὸς, ἀγένητός ἐστιν. Ὀρθ. Κἂν ἀνθρωπίνη διάνοια τοῦτο νοεῖν ποιῇ, ἀλλ᾽ οὐχ οὕτως ἡ θεία Γραφὴ ἐδίδαξεν· ἀλλ᾽ ἀκούεις αὐτῆς λεγούσης· καὶ «Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἀπέχουσι τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.» Εἰ δὲ νομίζει Εὐνόμιος εὑρηκέναι, τὸ τί ἐστιν ὁ Θεὸς, ἐκ τοῦ μὴ εἶναι αὐτὸν γενητὸν, μηδὲ ἔχειν γενεσιουργὸν, λεγέτω αὐτὸν καὶ ἄθεον, ἐπειδὴ Θεὸν οὐκ ἔχει. Ἀλλ᾽ εἰ οὐ δεῖ λέγειν τοῦτο, κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν· μηδὲ τὸ ἀγένητον λεγέσθω, κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν. Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; Ὀρθ. Οὐκ ἐγένετο. Ἀνόμ. Ἀγένητος οὖν ἐστιν; Ὀρθ. Ἔχει Θεὸν ὁ Θεός; Ἀνόμ. Ὁ ἀγένητος οὔ. Ὀρθ. Ἄθεος οὖν ἐστι. Καὶ ὁρᾷς, πῶς μειρακιώδη καὶ ἀνδραποδώδη εἰσὶν ὑμῶν τὰ διανοήματα;

Διὸ μᾶλλον ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, εἴπωμεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Θεόν· καὶ οὐ φοβούμεθα περὶ τὴν πίστιν ναυαγῆσαι. Τὸ γὰρ ἀγένητον εὕρεσίς ἐστιν ἀετοῦ πετομένου, ζητοῦντος βορὰν, οὗ ἴχνος ἐρηρεισμένον οὐχ εὑρίσκεται· οὐ γὰρ ἔχει ἐν τῇ Γραφῇ, οὗ στήσει τοὺς πόδας.

Ἀνόμ. Λάβε, ἀνάγνωθι τὴν ἐπιστολὴν Ἀετίου, καὶ εἰπὲ πρὸς αὐτήν. Ὀρθ. Αὐτὸς ἀνάγνωθι. Ἀνόμ. Εἰσὶ μετ᾽ αὐτῆς καὶ σχόλια Εὐνομίου. Ὀρθ. Καὶ αὐτὰ ἀνάγνωθι.

Σχόλια Εὐνομίου, καὶ πρὸς αὐτὰ Ὀρθοδόξου. Ὅτι ἡ θέλησις καὶ ἡ βούλησις οὐ ταυτὸν τῇ οὐσίᾳ τοῦ Θεοῦ· ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται· ἡ δὲ οὐσία οὔτε ἄρχεται, οὔτε παύεται· τὸ δὲ ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. Καὶ ἄλλως, εἰ ταυτὸν ἦν τῇ οὐσίᾳ τοῦ Θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν· εὑρίσκονται δὲ κατὰ τὴν διδασκαλίαν τῶν θείων Γραφῶν, οὐ μία θέλησις, ἀλλὰ πολλαὶ θελήσεις· τῆς Γραφῆς λεγούσης· «Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·» πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν. Ἐναργέστερον δὲ ἰδεῖν ἐπὶ τῆς κοσμοποιίας. Ἠθέλησε γὰρ εἶναι τὸν κόσμον, καὶ ὑπέστη κατὰ τὴν αὐτοῦ θέλησιν, καὶ διαμένει τὸ γενόμενον. Ἄλλο δέ ἐστιν ἡ διαμονὴ παρὰ τὴν θέλησιν τῆς δημιουργίας· ἐπηγγείλατο δὲ καὶ μετασχηματίσαι τὸν κόσμον. Θελήσας ἄρα μετασχηματίζει.

Οὐ μόνον δὲ πολλαὶ, ἀλλὰ καὶ διάφοροι αἱ θελήσεις. Ἠθέλησε γὰρ καὶ οὐρανὸν, ἠθέλησε καὶ ἥλιον, ἠθέλησε καὶ γῆν. Τῶν δὲ θελημάτων διαφόρων ὄντων, ἀνάγκη διαφέρειν καὶ τὰς περὶ αὐτῶν θελήσεις· καὶ ἐπὶ τῶν νοητῶν δὲ ὡσαύτως. Ὀρθ. Εἰ τοίνυν καὶ κατὰ σὲ οὐ ταυτόν ἐστι τῇ οὐσίᾳ ἡ βούλησις, ἤγουν ἡ θέλησις, πάντα δὲ τὰ γεγονότα τοῦ θελήματος αὐτοῦ εἰσιν ἔργα, ὁμολόγει τὸν Υἱὸν ἐκ τῆς οὐσίας· οὕτω γὰρ αὐτὸν καὶ μονογενῆ ὁμολογήσεις τὸ μόνον ἐκ τῆς οὐσίας γεγενῆσθαι. Εἰ γὰρ καὶ αὐτὸς βουλήσεως καὶ θελήσεώς ἐστιν Υἱὸς, οὐκ ἔστι μονογενὴς, πολλῶν ὄντων τῶν κατὰ βούλησιν ἀποκυηθέντων. Γέγραπται γάρ· «Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.» Πολλαὶ δὲ θελήσεις οὐκ εἰσὶν, ὡς ἐνόμισας· οὐ γὰρ, ἐπειδὴ διάφορα τὰ δημιουργήματα, πάντως διάφοροι καὶ αἱ θελήσεις· ἀλλ᾽ ὥσπερ ἑνὶ θελήματι ποιήσας τὸν ἄνθρωπον ἐκ διαφόρων μελῶν καὶ μερῶν πεποίηκεν, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, τρίχας, ἔντερα, καὶ διαφόρως τὴν τῶν ἐντέρων σύνθεσιν, σπλῆνα, ἧπαρ, νεφροὺς, καὶ ὅσα ἐν ἡμῖν· οὕτω καὶ πάντα τὸν κόσμον ἑνὶ θελήματι δημιουργεῖ.

Ἀνόμ. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ; καὶ εἰ μείζων, κατὰ τί μείζων, πότερον μείζων ὄγκῳ σώματος, ἢ κατὰ τὴν φύσιν τῆς ἀγεννησίας; καὶ πότερον τὸ ἀγέννητον οὐσία ἐστὶν, ἢ οὐδέν ἐστιν; Ὀρθ. Μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ γέγραπται, οὔτε δὲ ὄγκῳ, οὔτε χρόνῳ, οὔτε φύσει, ἀλλ᾽ ὡς Πατὴρ Υἱοῦ ἐνανθρωπήσαντος. Διὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τῶν ἀγγέλων ἠλαττῶσθαι αὐτὸν λέγει ὁ Ἀπόστολος, γράφων· «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Διὰ δὲ ταύτην τὴν ἐνανθρώπησιν καὶ τῇ Μαρίᾳ καὶ τῷ Ἰωσὴφ ὑπετάσσετο. «Ἦν γὰρ ὑποτασσόμενος αὐτοῖς,» ὡς ἐν Εὐαγγελίῳ γέγραπται. Ἀνόμ. Ἀλλὰ φύσει μείζων κατὰ τὸ ἀγέννητον, ἔστι τι, ἢ οὐδέν ἐστι, καθὼς προείπομεν; Ὀρθ. Οὐδέν ἐστι φύσει· οὐ γὰρ οὐσία ἐστίν. Εἰ τοίνυν κατὰ τὸ ἀγέννητόν ἐστι μείζων, τὸ δὲ ἀγέννητον οὐδέν ἐστι, κατ᾽ οὐδέν ἐστι μείζων.

Ὁ δὲ ἐν μηδενὶ μείζων κατὰ πάντα ἴσος. Οὐ γὰρ δὴ ὁ Πατὴρ ἐλάττων τοῦ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν ἴσον λέγεις τὸ ἀγέννητον τῷ γεννήματι· καὶ πῶς ἀληθεύει ὁ λέγων· «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν;» Ὀρθ. Τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς οὐσία οὐκ ἔστιν, ἀλλὰ τοῦ μὴ Πατέρα ἔχειν τὸν Θεὸν δηλωτικόν. Οὐδεὶς δὲ διὰ τοῦτο μείζων τινὸς, διὰ τὸ Πατέρα μὴ ἔχειν. Οὐδὲ γὰρ ὁ Ἀδὰμ πατέρα ἔσχεν, οὔτε ἡ Εὔα· ἀλλ᾽ ὅμως εἰσὶν ἡμῖν ὁμοούσιοι.

Πῶς δὲ καὶ, περὶ ἀγεννήτου καὶ γεννητοῦ φιλοσοφῶν, ὥσπερ ἐπιλανθανόμενος σαυτοῦ ἐπήγαγες τό· Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν;» Ἔδει γάρ σε μᾶλλον ἑαυτῷ ἀκολουθοῦντα εἰπεῖν· Ὁ ἀγέννητος ὁ πέμψας με μείζων μού ἐστιν. Ἀλλ᾽ οὐ γέγραπται· διὰ τοῦτο οὐ λέγεις καλῶς. «Μὴ σοφίζου πολλὰ, ἵνα μὴ ἐκπλαγῇς.» Οὐ γὰρ εἶ σοφώτερος τοῦ Δανιὴλ, μήτοι γε τοῦ Πνεύματος, τοῦ Πατέρα μὲν διδάξαντος, ἀγέννητον δὲ μή.

Ἀνόμ. Εἰ δὲ κατ᾽ ὄγκον ὁ Πατὴρ μείζων, σύνθετος ἔσται ὁ ἀγέννητος, καίπερ ἁπλοῦς ὢν καὶ ἀσχημάτιστος· εἴγε ὁ ὄγκος σύνθετον καὶ μεριστόν· πᾶς γὰρ ὄγκος ἐκ μερῶν σύγκειται, καὶ σύνθεσιν μερῶν ἔχει· ὅπερ ἐπὶ Θεοῦ λέγει ἄτοπον. Ὀρθ. Ἐπὶ Θεοῦ λέγειν σύνθεσιν καὶ ὄγκον ἄτοπον, ἀληθῶς δὴ ἄτοπον. Θεὸς δὲ, κἂν μὴ θέλῃς, ὁ Υἱὸς, ἀσύνθετος καὶ ἁπλοῦς καὶ ἀσχημάτιστος καὶ αὐτός· καὶ σύνθεσιν λέγειν καὶ ὄγκον ἐπ᾽ αὐτοῦ ἄτοπον. Εἰ δὲ τοῦτο, τὸ μεῖζον ἄρα ἐν τούτοις οὐχ εὑρεθήσεται. Ἐν δὲ τῷ ἁπλῷ καὶ ἀσυνθέτῳ καὶ ἀσχηματίστῳ καὶ θείῳ ἴσος ὁμολογηθεὶς, μείζονα τὸν Πατέρα λέγει, μορφὴν δούλου λαβὼν, καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Ἀκούεις γοῦν αὐτοῦ λέγοντος· «Ἀλλ᾽ ἐγὼ τιμῶ τὸν Πατέρα, ὑμεῖς δὲ ἀτιμάζετέ με·» καὶ, Ὁ Πατὴρ τιμᾷ τὸν Υἱὸν, καθίσας αὐτὸν ἐκ δεξιῶν, καὶ πάντας ἕλκων πρὸς αὐτόν. Λέγει γὰρ αὐτὸς ὁ Υἱός· «Οὐδεὶς ἔρχεται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτὸν πρὸς μέ.» Ἀνόμ. Ἄλλως δὲ, εἰ ἔστι τι τὸ ἀγέννητον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος· ἀλλ᾽ εἰ μὲν μέρος, πάλιν ἑαυτοῦ ἐστιν ἀνόμοιος· εἴγε τὸ μὲν μέρος αὐτοῦ ἀγέννητον, τὸ δὲ ἄλλο μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀγέννητος, καθόλου δὲ μείζων ὁ Πατὴρ, εὐθὺς ἐπὶ τὴν παραλλαγὴν τῆς οὐσίας ὅλως ἐκπίπτει. Εἰ γὰρ ἡ οὐσία ὅλη ἀγέννητος, καὶ οὐδὲν ἐπ᾽ αὐτῇ μέρος γεννητὸν, κατὰ δὲ τὸ ἀγέννητον ἀνόμοιος, καθ᾽ ὅλην ἄρα τὴν οὐσίαν ἀνόμοιος.

Πῶς οὖν λέγεις, πλὴν τῆς ἀγεννησίας, ἐν δὲ τῷ γεννητῷ ἔχει τὴν ὑπεροχὴν κατὰ τοῦ Υἱοῦ; Τὸ δὲ ἀγέννητον οὐδὲν ἔσται τοῦ Υἱοῦ μεῖζον, ὅπερ ἔξω φασὶ τῆς οὐσίας τοῦ Πατρός. Εἰ δὲ ἡ ὑπεροχὴ ἔξω τῆς οὐσίας τοῦ Πατρὸς, ἡ ἰσότης ἐν τῇ οὐσίᾳ ἐστί. Μεῖζον δέ ἐστι τὸ ἀγέννητον τοῦ Υἱοῦ, ὅπερ πᾶσιν οὐδέν· καὶ τὸ ἴσον ἐν τῷ Υἱῷ ἔσται, ἐκεῖνο μὲν ἀγέννητον, ταῦτα δὲ γεννητά. Ὀρθ.

Ἁρπάζειν δεῖ οὐ τὰ ἄγραφα, ἀλλὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Τί οὖν σὺ ἁρπάζεις ὃ οὔτε ἡ Γραφή σοι δίδωσιν, οὔτε ἡμεῖς; Οὐδεὶς γὰρ ἡμῶν σοι δίδωσι κατὰ τὸ ἀγέννητον μείζονα τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ Υἱὸς εἶπεν· Ὁ ἀγέννητος μείζων μού ἐστιν, ἀλλ᾽ ὁ Πατὴρ, πρὸς ὃν πορεύεσθαι ἔμελλε. Λέγει γὰρ οὕτως· «Εἰ γὰρ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα· ὁ γὰρ Πατήρ μου μείζων μού ἐστι.» Πορεύεται δὲ, ὡς μορφὴν δούλου λαβών· ὡς δὲ Θεὸς, ἐν αὐτῷ τὸν Πατέρα ἔχει, λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Μὴ οὖν ἐπίσπειρε ζιζάνια τῷ ἀγρῷ τῆς θείας Γραφῆς, τὸ ἀγέννητον καὶ τὸ ἀνόμοιον· ἀλλ᾽ εἰ θέλεις φιλοσοφεῖν ταῦτα τὰ ῥήματα, ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου φιλοσόφει· ταῦτα γάρ εἰσι σπέρματα τοῦ ἀγροῦ τῆς Γραφῆς· οἷον, Εἰ ἔστι τὸ ἀθάνατον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος. Ἀλλ᾽ εἰ μὲν μέρος, πάλιν ἑαυτῷ ἔσται ἀνόμοιος, εἴ γε τὸ μὲν μέρος αὐτοῦ ἀθάνατον, τὰ δὲ ἄλλα μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀθάνατος καὶ ἄφθαρτος, καθόλου δὲ ἀθάνατος ὁ Πατὴρ καὶ ἄφθαρτος, καὶ ὁ Υἱὸς εὐθὺς ἐπὶ τὸ ταυτὸν τῆς οὐσίας ὅλον εὑρεθήσεται. Εἰ γὰρ ἡ οὐσία ὅλη ἀθάνατος καὶ ἄφθαρτος, καὶ οὐδὲν ἐν αὐτῇ μέρος ἐναντίον, καθ᾽ ὅλην ἄρα τὴν οὐσίαν ἡ ταυτότης. Πῶς οὖν τολμᾷ τις λέγειν ἀνόμοιον;

Λέγετε τῆς ἐνεργείας, φασὶν, εἰκόνα. Εἰ δὲ ἐνέργεια ταυτὸν τῇ οὐσίᾳ, τῆς ἄρα οὐσίας ἔσται εἰκὼν ὁ Υἱός.

Ἐρωτῶμεν τοίνυν· Ἐγέννησεν ἢ οὔ; Φασὶ, ναί. Ἐκ τῆς οὐσίας, ἢ ἐκ τῆς θελήσεως; Οὐκ ἐκ τῆς οὐσίας, φησὶν, ἀλλ᾽ ἐκ τῆς βουλήσεως· ἄλλο γὰρ λέγεις αὐτὸς τὴν ἀγαθότητα καὶ τὴν βούλησιν παρὰ τὴν οὐσίαν, ἢ τὴν αὐτήν. Εἰ μὲν οὖν τὴν αὐτὴν λέγεις, ἐκ δὲ τῆς θελήσεως καὶ τῆς ἀγαθότητος ἐγέννησεν, ἀλλ᾽ ὡς ὁμοούσιον λέγεις τῷ Πατρὶ τὸν Υἱόν· ὅπερ οὐ βούλει. Λέγεις δὲ, ὅτι καὶ τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Θεοῦ ἐγένετο διὰ Υἱοῦ. Εἰ δὲ θέλησις ταυτὸν τῇ οὐσίᾳ, ὁμοούσια ἔσται τὰ πάντα τῷ Θεῷ, εἴτε ἑρπετὰ, εἴτε νηκτὰ, καὶ τὰ λοιπὰ πάντα· «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·» οὕτως ἄρα, καὶ τῆς ἐνεργείας εἰκὼν ὢν, ἐξ ὧν αὐτὸς λέγεις, οὐχὶ καὶ τῆς οὐσίας ἐστὶν ἀπαράλλακτος; Εἰ μὲν οὖν τοὺς ἑαυτοῦ διατρέπειν ὁμοδόξους ἐπιχειρεῖς, συνήγαγες· εἰ δὲ τὸν ἀληθῆ λόγον, οὐδὲ ἀκροατὴς γεγενῆσθαι τούτου φαίνῃ μοι. Ὅτι γὰρ τῆς οὐσίας εἰκὼν ὁ Υἱὸς, ὁ Ἀπόστολος εἶπεν· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Τὸ γὰρ χαρακτὴρ τῆς ὑποστάσεως οὐδὲν ἄλλο ἐστὶν ἀλλ᾽ ἡ εἰκὼν τῆς οὐσίας. Καὶ ὅτι οὐκ ἔστι ταυτὸν ἡ θέλησις καὶ ἡ οὐσία, ἡμῶν οὗτος ὁ λόγος. Διὰ γὰρ τοῦτο τὸν μὲν Υἱὸν γέννημα τῆς οὐσίας λέγομεν εἶναι, ἑαυτοὺς δὲ τῆς θελήσεως. Ἔστιν δὲ καὶ κατὰ σὲ οὐ ταυτὸν τῇ οὐσίᾳ ἡ θέλησις· ἡ δὲ οὐσία οὔτε ἤρξατο, οὔτε παύεται. Οὔτε ἄρα ἤρξατο ἡ εἰκὼν, οὔτε ἐπαύσατο.

Ἡ δὲ θέλησις καὶ ἄρχεται καὶ παύεται.

Τοὺς τοίνυν λέγοντας ταυτὸν εἶναι τῇ οὐσίᾳ τὴν θέλησιν, ἐκείνους ἔχε. Ἡμεῖς γὰρ καὶ βουλόμεθα, καὶ ὁμολογοῦμεν, καὶ πιστεύομεν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. Διὰ γὰρ τοῦτο καὶ μονογενῆ αὐτὸν εἶναι πιστεύομεν· ὅτι μόνος αὐτὸς ἐκ τῆς οὐσίας γεγέννηται, καθὼς προείρηται· οἱ δὲ ἄλλοι πάντες ἐκ τῆς θελήσεως. Ὁμοούσιον δὲ λέγοντες τῷ Πατρὶ τὸν Υἱὸν, οὐκ αὐτὸν ἑαυτῷ λέγομεν ὁμοούσιον· οὐδεὶς γὰρ αὐτὸς ἑαυτῷ ὁμοούσιος. Εἰ δὲ ἀληθῶς ὁμολογεῖς τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ γεγονέναι, μετὰ δὲ πάντων λέγεις τὸν Υἱὸν γεγονέναι, καὶ αὐτὸν δι᾽ ἑαυτοῦ δώσεις γεγονέναι· εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα βουλήσεώς ἐστιν ὁ Υἱός. Εἰ γὰρ «Ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ,» ποιήσει καὶ ὁ Υἱὸς ἄλλον υἱὸν, ἵνα πάντα τῷ Πατρὶ ὁμοίως ποιήσῃ. Εἰ δὲ οὐκ ἐποίησεν, οὐδὲ ποιεῖ, οὐκ ἔστι ποίημα αὐτός. Ἀληθεύει γὰρ λέγων ὅτι· «Πάντα ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Οὐ ποιεῖ δὲ ἑαυτόν· οὐκ ἔστιν ἄρα ποίημα. Ἀλλ᾽ ἐρεῖς· Οὐκ εἶπεν, Πάντα ὅσα ἐποίησεν. ἀλλ᾽ ὅσα ποιεῖ· γίνωσκε, ὅτι ἔθος τῇ Γραφῇ τὸ παρῳχηκὸς ὡς ἐπὶ ἐνεστῶτος χρόνου λέγειν· ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» καὶ ἐν ἑτέρῳ· «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» καὶ, «Ὁ ποιῶν πλειάδα, καὶ ἕσπερον, καὶ ἀρκτοῦρον, καὶ ταμιεῖα νότου.» Ἀνόμ.

Πρὸ πάντων δὲ καὶ ὑπὲρ πάντα ἐρωτᾷν δεῖ αὐτοὺς, τί σημαίνει τὸ ἀγέννητον. Εἰ μὲν γὰρ τὴν οὐσίαν, ὅπερ ἐστὶν ἀληθὲς, τοσαύτη ἔσται ἡ παραλλαγή. Ὀρθ. Καὶ ἡμεῖς δὲ πρὸ πάντων ἐρωτῶμεν, τί σημαίνει τὸ γεννητόν. Εἰ μὲν γὰρ τὴν οὐσίαν, ὅπερ ἐστὶ ψεῦδος, πάντα τὰ γεννητὰ ὁμοούσια· εἰ δὲ οὐ πάντα τὰ γεννητὰ ὁμοούσια, ὅπερ ἐστὶν ἀληθὲς, οὐκ ἄρα τὸ γεννητὸν οὐσία. Εἰ δὲ τὸ γεννητὸν οὐκ οὐσία, οὐδὲ τὸ ἀγέννητον οὐσία. Εἰ δὲ τὸ ἀγέννητον οὐσία, τὸ δὲ γεννητὸν οὐκ οὐσία, ἀνούσια τὰ γεννητά.

Τί οὖν λέγεις ἀνόμοιον; Τὸ γὰρ μὴ ὂν τῷ ὄντι οὔτε ὅμοιον, οὔτε ἀνόμοιον. Ἡμεῖς τὸν Υἱὸν γεννητὸν μὲν λέγομεν, οὐχὶ δὲ καὶ γενητόν. Γεννητὸν γάρ ἐστι τὸ πατέρα ἔχον, γενητὸν δὲ τὸ γενεσιουργὸν ἔχον.