Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Τρίτος διάλογος: Το ομοούσιο έναντι του ομοιουσίου και η κοινή δόξα

Αντιπαράθεση με τους Πνευματομάχους (Μακεδονιανούς) σχετικά με την ορολογία της συνόδου της Νικαίας. Τεκμηρίωση της μίας θεότητας, της αδιάσπαστης βουλής και της κοινής δόξας μεταξύ Πατρός, Υιού και Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 9

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΔΙΑΛΟΓΟΣ Γʹ περὶ τῆς ἁγίας Τριάδος, ἐν ᾧ αἱρετικοῦ φρονοῦντος τὰ τοῦ Πνευματομάχου Μακεδονίου ἀντίθεσις πρὸς Ὀρθόδοξον. ΜΑΚΕΔΟΝΙΟΣ. Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; ΟΡΘΟΔΟΞΟΣ.

Εἰ ἐπίστευες εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ὀρθῶς, ἐγίνωσκες τὴν περὶ τοῦ Πνεύματος πίστιν. Μακ. Ἡμεῖς οὕτως πιστεύομεν, ὡς ὁ μακάριος Λουκιανός. Ὀρθ. Θέλω γνῶναι, εἰ κἂν ὡς ὁ μακάριος Λουκιανὸς πιστεύεις. Μακ. Καὶ ὑμεῖς γὰρ οὕτως πιστεύετε;

Ὀρθ. Ἡμεῖς μὲν οὕτως πιστεύομεν, ὡς πάντες οἱ ἅγιοι μάρτυρες. Καὶ γὰρ καὶ αὐτοὶ οὕτως ἐπίστευσαν, ὡς οἱ ἅγιοι ἀπόστολοι. Μακ. Πιστεύεις οὖν ὡς ὁ μακάριος Λουκιανός; Ὀρθ. Εἶπον, ὅτι οὐ μόνον ὡς ὁ μακάριος Λουκιανὸς, ἀλλὰ καὶ ὡς πάντες οἱ ἅγιοι μάρτυρες, καὶ οἱ ἀπόστολοι. Μακ. Ὑπογράφεις οὖν τῇ ἐκθέσει Λουκιανοῦ; Ὀρθ. Τί γὰρ κατέγνως τῆς ὑπὸ τῶν τιηʹ Πατέρων ἁγίων ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθείσης, ἵνα καὶ ἄλλην περιβλέψῃ;

Μακ. Σὺ γὰρ τί κατέγνως τῆς τοῦ Λουκιανοῦ; Ὀρθ. Κατέγνων τῆς προσθήκης ἧς προσεθήκατε, καὶ ἔχω δεῖξαι, ὅτι προσεθήκατε ἐναντία αὐτῆς. Μακ. Ὑμεῖς γὰρ οὐ προσεθήκατε τῇ ἐν Νικαίᾳ; Ὀρθ. Ἀλλ᾽ οὐκ ἐναντία αὐτῇ. Μακ. Ὅλως προσεθήκατε.

Ὀρθ. Τὰ τότε μὴ ζητηθέντα, ἃ καὶ νῦν ἡρμήνευσαν οἱ Πατέρες εὐσεβῶς· ὑμεῖς δὲ τὴν προσθήκην ἐπὶ τὸ ἀσεβέστερον προσεθήκατε, καὶ οὐδ᾽ οὕτως αὐτῇ ἀκολουθεῖτε. Μακ. Ἡμεῖς οὕτω πιστεύομεν, ὡς Λουκιανός. Ὀρθ. Ἐὰν δέ σ᾽ ἐλέγξω, μηδ᾽ οὕτως πιστεύοντα; Μακ. Πῶς ἔχεις δεῖξαι; Ὀρθ. Ἐν αὐτῇ γέγραπται· Ὁ Υἱὸς τοῦ Θεοῦ οὐσίας καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτος εἰκὼν, ἢ οὔ; Μακ.

Ναί. Ὀρθ. Οὐσία δὲ οὐσίας ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστιν οὐσία; Μακ. Τοιαύτη οὐσία. Ὀρθ. Ἄλλο γάρ ἐστι τοιαύτη, καὶ ἄλλο ἡ αὐτή; Μακ. Ἡμεῖς τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτὴν δέ. Ὀρθ. Οὕτως λέγεις ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν, ὡς ἄγγελον ἀγγέλῳ; Μακ. Ναί. Ὀρθ. Τῶν δὲ ἀγγέλων ἡ αὐτή ἐστιν οὐσία; Μακ. Ἡμεῖς τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτήν· διὸ καὶ ὁμοιοούσιον λέγομεν, καὶ οὐχ ὁμοούσιον.

Ὀρθ. Λέγεις Θεὸν ἐκ Θεοῦ; Μακ. Ναί. Ὀρθ. Καὶ φῶς ἐκ φωτός; Μακ. Ναί. Ὀρθ. Οὗτος ὁ Θεὸς καὶ Υἱὸς ἐκ τούτου τοῦ Θεοῦ καὶ Πατρός; Μακ. Ναί. Ὀρθ. Τοῦτο τὸ φῶς, ὅ ἐστιν Υἱὸς, ἐκ τούτου φωτὸς, ὅ ἐστι Πατήρ; Μακ. Ναί. Ὀρθ. Αὕτη ἡ οὐσία ἐκ ταύτης τῆς οὐσίας; Μακ. Οὔ. Ὀρθ. Πῶς οὖν ἀπαράλλακτος;

Μακ. Ὅτι ἄλλη τοιαύτη. Ὀρθ. Ἡ μὴ οὖσα ἐξ αὐτῆς τῆς οὐσίας, Υἱὸς εἶναι οὐ δύναται, οὔτε μὴν ἄλλη τοιαύτη εἶναι, ἀπαραλλάκτως ἔχουσα. Μακ. Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Ὅταν σ᾽ ἐξελέγξω μηδ᾽ οὕτως ἔχοντα, ὡς ἣν προεβάλλου ἔκθεσιν, τότε λέγω, ποῦ γέγραπται. Τέως οὖν εἰπέ μοι, εἰ ὁμολογεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν τοῦ Θεοῦ Υἱόν. Μακ.

Ναὶ, ναὶ, ναί· τρίτον εἶπον. Ὀρθ. Εἰ οὖν αὐτὴν τὴν βουλὴν, καὶ δύναμιν, καὶ δόξαν λέγεις τοῦ Υἱοῦ καὶ τοῦ Πατρός; Μακ. Οὐ λέγω· οὐ γὰρ ἡ ἔκθεσις Λουκιανοῦ τὴν αὐτὴν λέγει βουλὴν, καὶ δύναμιν, καὶ δόξαν.

Ὀρθ. Οὐκ ἀληθῶς ἄρα τὴν δικαιοσύνην λαλεῖς. Βουλὴ γὰρ βουλῆς ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι βουλή· καὶ δύναμις δυνάμεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δύναμις· καὶ δόξα δόξης ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δόξα. Μακ. Ἀπαράλλακτον λέγω, τὴν αὐτὴν οὐ λέγω. Ὀρθ. Μᾶλλον οὖν καὶ τὸ ἀπαράλλακτον φωνῇ λέγεις, ὡς οἱ Χριστὸν αὐτὸν καλοῦντες, καὶ μὴ πιστεύοντες, ὅτι Χριστός ἐστιν. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν τύπτοντες αὐτὸν ἔλεγον· «Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε;» Μακ.

Εἶπον, ὅτι οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα λέγω τὸν Υἱὸν τῷ Πατρί. Ὀρθ. Ἄλλην τοιαύτην οὐσίαν λέγεις, καὶ ἄλλην τοιαύτην βουλὴν, καὶ ἄλλην τοιαύτην δύναμιν, καὶ ἄλλην τοιαύτην δόξαν; Μακ. Ναί. Ὀρθ. Δύο οὖν Θεοί; Μακ.

Εἷς καὶ εἷς. Ὀρθ. Οὗτος ὁ τοιοῦτος εἷς ἐκ τούτου τοῦ ἑνός; Μακ. Ναί. Ὀρθ. Ἐκ τῆς οὐσίας ἆρα; Μακ. Οὔ. Ὀρθ. Ἀλλ᾽ ἐκ μὴ ὄντων αὐτὸν ὑπεστήσατο; Μακ. Ἐκ μὴ ὄντων τι ἐστίν. Ὀρθ. Τοὺς ἀγγέλους λέγεις εἶναι, καὶ πᾶσαν τὴν κτίσιν, ἐκ τοῦ Θεοῦ; Μακ.

Ναί. Γέγραπται γάρ· «Τὰ πάντα ἐκ τοῦ Θεοῦ.» Ὀρθ. Ἐκ τῆς οὐσίας αὐτοῦ; Μακ. Οὐχί. Μὴ γένοιτο! Ὀρθ. Οὕτως οὖν καὶ τὸν Υἱὸν λέγεις ὡς τὰ πάντα; Μακ. Μονογενῆ αὐτὸν λέγω, οὐ μὴν ἐκ τῆς οὐσίας. Ὀρθ. Ὁ μὴ ὢν ἐκ τῆς οὐσίας, Υἱὸς ἀπαράλλακτος κατ᾽ οὐσίαν εἶναι οὐ δύναται. Μακ. Οἱ ἄγγελοι οὐκ εἰσὶ κατ᾽ οὐσίαν ἀλλήλοις ἀπαράλλακτοι; Ὀρθ. Ναί. Μακ. Μὴ κατ᾽ οὐσίαν ἄγγελος ἐξ ἄλλου ἐστίν; Ὀρθ. Ἀλλ᾽ οὐδεὶς ἀγγέλων ἀγγέλου πατὴρ ἢ υἱός. Ὁ δὲ μακάριος Λουκιανὸς, Υἱὸν Πατρὸς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα εἰρηκὼς, διὰ τοῦ Υἱοῦ τὸ ἐξ αὐτῆς ἔδειξε, καὶ διὰ τοῦ ἀπαραλλάκτου τὸ αὐτόν. Μακ. Ἐγὼ ἀπαράλλακτον λέγω· οὔτε δὲ ἐκ τῆς οὐσίας, οὔτε τὴν αὐτὴν οὐσίαν, οὔτε τὴν αὐτὴν δύναμιν, οὔτε τὴν αὐτὴν δόξαν.

Ὀρθ. Ἄλλην οὖν ἔχει δύναμιν ὁ Υἱὸς, καὶ ἄλλην δόξαν παρὰ τὸν Πατέρα; Μακ. Ἄλλην τοιαύτην. Ὀρθ. Πῶς οὖν εἴρηται· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία;» καὶ πῶς ὁ Υἱὸς λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;» Μακ.

Καὶ ὁ Πατὴρ ἰδίαν ἔχει δόξαν, καὶ βουλὴν, καὶ δύναμιν, ἢ οὔ; Ὀρθ. Ναί. Μακ. Καὶ ὁ Υἱὸς ἰδίαν, ἢ οὔ; Ὀρθ. Αὐτὴ ἡ τοῦ Πατρὸς δόξα, καὶ βουλὴ, καὶ δύναμις, τοῦ Υἱοῦ ἐστιν. Διὰ τοῦτο λέγει ὁ Υἱός· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Μακ. Ὁ Υἱὸς οὖν οὐκ ἔχει δόξαν, οὐκ ἔχει βουλὴν, οὐκ ἔχει δύναμιν, οὐκ ἔχει θεότητα, ἐὰν μὴ λάβῃ παρὰ τοῦ Πατρός. Ὀρθ.

Αὕτη ἡ δόξα, καὶ βουλὴ, καὶ δύναμις, καὶ ἡ θεότης, τοῦ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ; Μακ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Πῶς οὖν λέγει ὁ Υἱός· «Πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά;» Μακ. Περὶ τῶν ἀποστόλων λέγει. Ὀρθ. Οἶδα κἀγὼ, ὅτι περὶ τῶν μαθητῶν διαλαλῶν εἶπε ταῦτα· ἀλλὰ συνῆψε τοῖς μαθηταῖς πάντα, οὐκ ἔτι εἰπὼν, Οἱ ἐμοὶ σοί εἰσιν, ἀλλὰ, «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἐπεὶ, εἰ πρὸ τῆς κτίσεως οὐδὲν εἶχεν ὁ Πατὴρ τῶν προειρημένων;

Μακ. Ναὶ, εἶχεν θεότητα, δόξαν, δύναμιν, βουλὴν, ἀφθαρσίαν· ἀλλ᾽ οὐ περὶ αὐτῶν ἔλεγεν. Ὀρθ. Ἄκουε τῶν τοῦ Κυρίου φωνῶν· ἔχουσι δὲ οὕτως· «Πάντα τὰ ἐμὰ σὰ, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Μακ. Ἐν γὰρ τοῖς μαθηταῖς δεδόξασται.

Ὀρθ. Οὐκ εἶχεν οὖν δόξαν πρὸ τοῦ τὸν κόσμον εἶναι; Μακ. Ναὶ, εἶχεν· γέγραπται γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Ὀρθ. Ἐν αὐτῇ δὲ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἢ ἐν ἄλλῃ; Μακ. Ἐν αὐτῇ. Ὀρθ. Λέγει δὲ ἐν Εὐαγγελίοις· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.» Αὕτη ἄρα ἡ δόξα τοῦ Υἱοῦ ἐστιν καὶ τοῦ Πατρός. Καὶ ὅτι μία δόξα, ἐν ἄλλῳ τόπῳ τοῦ Εὐαγγελίου λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ.» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι αὐτὴν δόξαν ἑαυτοῦ λέγει καὶ τοῦ Πατρός.

Μακ. Ἔχεις μοι δεῖξαι, ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμα; τί με περιάγεις πολλά; Ὀρθ. Εἰ μὲν πρῶτον ἔγνωσαν οἱ ἅγιοι ἀπόστολοι τὸ Πνεῦμα, καὶ τότε τὸν Υἱὸν, καλῶς καὶ σὺ ἐπιζητεῖς τὴν περὶ τοῦ Πνεύματος γνῶσιν πρὸ τῆς τοῦ Πατρὸς γνώσεως· εἰ δὲ πρότερον ἐγνώσθη αὐτοῖς ὁ Υἱὸς, καὶ τότε τὸ Πνεῦμα, πρότερον καὶ αὐτὸς ἐπίγνωθι τὴν τοῦ Υἱοῦ θεότητα, καὶ οὕτως μαθήσῃ καὶ τὴν τοῦ Πνεύματος γνῶσιν. Μακ. Οἶδα, καὶ πιστεύω, ὅτι Θεός ἐστιν ὁ Υἱὸς, ἐκ τοῦ Θεοῦ τοῦ Πατρὸς γεννηθεὶς, ὅλος ἐξ ὅλου. Ὀρθ. Οὐκοῦν ἐκ τῆς οὐσίας; Μακ.

Οὔκ. Ὀρθ. Οὕτως οὖν αὐτὸν λέγεις ὅλον ἐξ ὅλου, ὡς ἕκαστον τῶν ἀγγέλων καὶ τῶν ἄλλων κτισμάτων; Μακ. Ἀλλ᾽ ὁ Υἱὸς μονογενής ἐστι Θεός. Ὀρθ. Διὰ τοῦτο αὐτὸν λέγεις μονογενῆ, ἐπειδὴ ἄλλος τοιοῦτος οὐκ ἔστιν, ἣ ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέννηται;

Μακ. Ἐπειδὴ ἄλλος τοιοῦτος οὐκ ἔστιν. Ὀρθ. Εἰπὲ οὖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον μονογενῆ Υἱόν. Ἄλλο γὰρ τοιοῦτον οὐκ ἔστιν. Μακ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα διὰ τὸ μόνον τοιοῦτον αὐτὸν εἶναι, μονογενὴς λέγεται, ἀλλ᾽ ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέννηται.

Μακ. Οὐκ ἔστιν οὖν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα; Ὀρθ. Καὶ πάνυ. Μακ. Καὶ αὐτὸ ἄρα Υἱός. Ὀρθ. Ἀλλ᾽ ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, καὶ διὰ τοῦτο μονογενὴς Υἱός· τὸ δὲ Πνεῦμα ἐκ τῆς οὐσίας ἐκπορεύεται. «Πνεῦμα» γὰρ «παρ᾽ ἐμοῦ ἐκπορεύεται,» γέγραπται· οὐ, Γεγέννηται· καὶ Υἱὸς λέγει· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» οὐ, Γεγέννηται. Μακ. Καὶ τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Ὁ τὴν διαφορὰν εἰδὼς, καὶ τὸν τρόπον τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως οἶδεν. Ὅτι δὲ οὐδεὶς οἶδεν τὸν τρόπον τῆς γεννήσεως, ὁ προφήτης βοᾷ· «Τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται·» Μακ. Καὶ πῶς οὖν λέγεις, ὅτι ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύεται; Ὀρθ. Τὰ γεγραμμένα λέγω.

Καὶ σὺ λέγε, καὶ οὐ κινδυνεύεις. Μακ. Ποῦ οὖν γέγραπται, ἐκ τῆς οὐσίας; Ὀρθ. Ὅτι πάντα ἐκ τοῦ Θεοῦ, γέγραπται, καὶ σὺ ὁμολογεῖς; Μακ. Ναὶ, ὁμολογῶ. Μὴ οὖν ἐκ τῆς οὐσίας πάντα; Ὀρθ. Οὐχὶ, μὴ γένοιτο! Ἀλλ᾽ ὅτι, πάντων ὄντων ἐκ τοῦ Θεοῦ, οὗτος μονογενὴς Υἱὸς, πολλῶν ὄντων υἱῶν, ἦ μὴν ἐκ τῆς οὐσίας, δῆλόν ἐστιν.

Μακ. Μὴ καὶ τὸ Πνεῦμα μονογενὴς Υἱός ἐστιν; Ὀρθ. Καὶ νῦν λέγω, μὴ γένοιτο εἰπεῖν! Ἀλλ᾽ ὥσπερ πολλῶν ὄντων υἱῶν, τοῦτον ἔγνωμεν ἐκ τῆς οὐσίας, διὰ τὸ λέγειν τὸν Πατέρα· «Οὗτός μοί ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός·» οὕτω τὸ Πνεῦμα ἔγνωμεν ἐκ τῆς οὐσίας, διὰ τὸ, πολλῶν ὄντων πνευμάτων, λέγειν τὸν Πατέρα· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Ἄλλως γὰρ οὐ δύναται χωρισθῆναι τῶν ἄλλων ἁγίων πνευμάτων, καὶ συναφθῆναι τῷ Πατρὶ, εἰ μὴ τῷ λόγῳ τῆς οὐσίας. Μακ. Ὁ γὰρ Πατήρ ἐστιν ὁ λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου;» Ὀρθ. Καὶ πάνυ.

Μακ. Πόθεν τοῦτο;» Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Ὅτε γὰρ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ τοῦ Σωτῆρος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» Τίς ἐξέχεε διὰ Ἰησοῦ Χριστοῦ; δηλονότι ὁ εἰρηκώς· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Μακ. Οὐχ ὁ Υἱὸς οὖν δίδωσι τὸ Πνεῦμα; Ὀρθ. Ἤκουσας, ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ δίδωσι τὸ Πνεῦμα. Ἀμέλει τοῦ Πατρὸς εἰρηκότος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου,» ὁ Υἱὸς ἀναστὰς ἐκ νεκρῶν, λέγει· «Λάβετε Πνεῦμα ἅγιον.» Μακ.

Εἶπον ἐκ πολλοῦ, μή με περίσπα· ἀλλ᾽, εἰ ἔχεις δεῖξαι, εἶπον ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Ὁμολόγησον τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μίαν, ἤγουν τὴν οὐσίαν, καὶ τὴν βουλὴν, καὶ τὴν δύναμιν, καὶ τὴν δόξαν· καὶ τότε μαθήσῃ περὶ τοῦ Πνεύματος.

Μακ. Μία θεότης πάλιν ποῦ γέγραπται; Ὀρθ. Ὁμολογεῖς, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ἢ οὔ; Μακ. Οὕτω γέγραπται. Ὀρθ. Ἄλλην ὁμολογεῖς τὴν θεότητα τοῦ Πατρὸς, καὶ ἄλλην τὴν θεότητα τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ. Ἡ θεότης οὖν τοῦ Πατρὸς ἐν τῇ θεότητι τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ.

Δύο οὖν θεότητες; Μακ. Ὁ Θεὸς καὶ Πατὴρ, καὶ ἡ θεότης αὐτοῦ εἷς Θεός· καὶ ὁ Θεὸς καὶ Υἱὸς, καὶ ἡ θεότης αὐτοῦ, εἷς Θεός· καὶ ἔστιν, ὡς καὶ πάλαι εἶπον, εἷς καὶ εἷς Θεός. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου· «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώζων, ἀνήγγειλα, καὶ ἔσωσα, καὶ ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος·» τίνα αὐτῶν εἷς καὶ εἷς εἶναι θέλεις; Μακ. Ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ σώζει. Ὀρθ. Εἷς ἄρα Θεὸς ὁ σώζων Πατὴρ καὶ Υἱός. Μακ. Ὁ αὐτὸς οὖν καὶ Πατήρ ἐστι καὶ Υἱός. Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! ἀλλ᾽ ὥσπερ οἱ ἐν Χριστῷ κατηρτισμένοι εἷς ἐσμεν, οὐ συγκεχυμένων τῶν ὑποστάσεων, ἀλλὰ τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως, ἤγουν οὐσίας· οὕτως Πατέρα καὶ Υἱὸν ἕνα Θεὸν λέγω τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς συμφωνίας. Μακ. Καὶ ἡμεῖς λέγομεν μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ θεότητα, καὶ σώθητι.

Μακ. Μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν ἀκούσῃς πάλιν τοῦ Θεοῦ ἐν τῷ αὐτῷ προφήτῃ λέγοντος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ᾽ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη· οἱ λόγοι μου οὐκ ἀπογραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Υἱόν· ὁ γὰρ Ἀπόστολος λέγει, ὅτι «Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος ὁ Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ὀρθ. Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Πῶς; Ὀρθ. Λέγει γάρ· «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.» Ἢ γὰρ γενόμενος ἄφρων, ἐρεῖς, ὅτι οὐκ ἔστι Θεὸς ὁ Πατήρ· ἢ ὁμολογῶν Θεὸν τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, καὶ ἀκούων αὐτοῦ λέγοντος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος,» μίαν θεότητα ὁμολογήσεις, καὶ οὐ κινδυνεύσεις. Μακ. Ἐγὼ μίαν θεότητα οὐ λέγω.

Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου ἐκ προσώπου πάντων τῶν ἁγίων λέγοντος, «Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδ᾽ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν, πλὴν σοῦ,» τί ἐρεῖς πρὸς αὐτούς; Μακ. Τὸν Υἱὸν λέγει. Ἄλλον γὰρ οὐκ εἴδομεν εἰ μὴ τὸν ἐνανθρωπήσαντα Υἱόν. Ὀρθ. «Ὁ δὲ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα.» Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ.

Μακ. Μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν λέγῃ ὁ Θεὸς ἐν τῷ αὐτῷ προφήτῃ, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ ἐπερχόμενα,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Πατέρα. Ὀρθ. Τὸν Υἱὸν οὖν οὐ λέγεις Θεόν; Μακ. Εἶπον Θεὸν ἐκ Θεοῦ. Ὀρθ. Εἰ τοίνυν Θεὸς ὁ Πατὴρ, καὶ Θεὸς ὁ Υἱὸς, λέγει δὲ ὁ Θεὸς, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ ἐπερχόμενα·» μία ἄρα θεότης. Μακ. Κἂν πλείονα εἴπῃς, ἐγὼ μίαν θεότητα εἰπεῖν οὐ πείθομαι. Ὀρθ.

Εἰ μή ἐστι μία θεότης Πατρὸς καὶ Υἱοῦ, ἄλλη ἐστὶ θεότης τοῦ Πατρὸς, καὶ ἄλλη θεότης τοῦ Υἱοῦ. Μακ. Καὶ πάνυ. Ὀρθ. Ἄλλη δὲ καὶ ἄλλη θεότης οὐκ εἰσὶν εἷς Θεός. Μακ. Οὐ γὰρ λέγω ἕνα Θεὸν Πατέρα καὶ Υἱόν. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου λέγοντος, «Οὕτω λέγει Κύριος σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσουσιν ὀπίσω σοι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ,» τίνα λέγεις εἰρηκέναι ταῦτα; Μακ.

Τὸν Υἱόν. Ὀρθ. Εἰ δὲ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ προσκυνήσουσιν ἐν αὐτῷ προσευχόμενοι, ἀληθινός ἐστι Θεός; Μακ. Ναί. Ὀρθ. Προσκυνοῦντες δὲ αὐτῷ οὐκ ἀλλοτρίῳ Θεῷ προσκυνοῦμεν, οὐδὲ δύο Θεοῖς· γέγραπται γάρ· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ δὲ προσκυνοῦντες αὐτῷ, καὶ τῷ Πατρὶ Κυρίῳ τῷ Θεῷ προσκυνοῦμεν, καὶ αὐτῷ μόνῳ λατρεύομεν· μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Οὕτω γὰρ καὶ ἐροῦμεν, ὅτι «Σὺ ὁ Θεὸς, καὶ ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Μακ.

Εἰ ἐν αὐτῷ ὁ Θεὸς, πῶς μία θεότης; Ὀρθ. Ὅτι ἐπιφέρει· «Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Καὶ ὁ Ἱερεμίας λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Εἰ δὲ οὗτος ὁ ἐπὶ γῆς ὀφθείς ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ.

Μακ. Εἰ μία θεότης ἐστὶν, ἀγέννητος δέ ἐστιν ἡ τοῦ Πατρὸς, γεννητὴ δέ ἐστι τοῦ Υἱοῦ· γεννηταγέννητός ἐστιν ἡ θεότης. Ὀρθ. Γελοῖον ὑπομέμνηκας φρόνημα. Ἆρα γὰρ, ὅτι ὁ ἀνὴρ καὶ ἡ γυνὴ οὐκ εἰσὶ δύο, ἀλλὰ μία σὰρξ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἀνδρογύναιός ἐστιν ἡ σάρξ; Μακ. Ἀλλὰ ἡ σὰρξ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, ἐκ μιᾶς ὑποκειμένης ὕλης εἰσὶ, τῆς γῆς. Ὀρθ. Ἐὰν οὖν λέγῃ ἡ Γραφὴ περὶ τῶν πιστευσάντων, «Ἦν αὐτοῖς καρδία μία καὶ ψυχὴ μία,» ἦν τὸ πλῆθος τῶν πιστευσάντων ἐξ ἀνδρῶν καὶ γυναικῶν, ἀνδρογύναιος ἦν ἡ ψυχή;

Ἐὰν δὲ λέγῃ Παῦλος, «Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν,» ἀνδρογύναιον λέγεις τὴν ἐλπίδα, ἐπειδὴ μίαν ἐλπίδα ἄνδρες καὶ γυναῖκες ἔχομεν; Μακ. Πάλιν λέγω, ἡμεῖς μίαν θεότητα οὐ λέγομεν. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ Δαβὶδ, «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου,» τίνα λέγεις εἰρηκέναι; τὸν Πατέρα ἢ τὸν Υἱόν; Μακ. Ὡς Ἰουδαῖος, ἀπὸ τῆς Παλαιᾶς μοι Διαθήκης διαλέγῃ. Ὀρθ. Ὁ Χριστὸς εἶπεν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Μακ. Ἀπὸ τῆς Καινῆς οὖν Διαθήκης οὐκ ἔστιν εὑρεῖν τὸν Χριστόν;

Ὀρθ. Καὶ πάνυ. Φοβοῦμαι δὲ μήπως ὡς Μανιχαῖος παραγράφῃ τὴν Παλαιὰν Διαθήκην, μὴ πιστεύων, ὅτι ὁ αὐτὸς ὁ Θεὸς κἀκείνην ἐλάλησε καὶ ταύτην. Μακ. Οἶδα, ὅτι αὐτὸς Θεὸς καὶ τὴν Παλαιὰν Διαθήκην καὶ τὴν Καινὴν διέθετο· ἀλλὰ βούλομαι ἀπὸ τῆς Καινῆς μαθεῖν, ἐπειδὴ αὐτὴ φανερώτερον τὰς τρεῖς ὑποστάσεις ἐδίδαξεν.

Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος, «Ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα,» τίνα λέγεις λέγεσθαι τῶν εἷς καὶ εἷς; Μακ. Τὸν Πατέρα. Ὀρθ. Οὐκ ἔστι διὰ τοῦ Υἱοῦ τὰ πάντα; Μακ. Καὶ διὰ τοῦ Υἱοῦ τὰ πάντα. Ὀρθ. Πῶς οὖν οὐκ ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα; Μακ.

Ὁ Πατὴρ ἔχει καὶ τὸ «ἐξ οὗ,» καὶ τὸ «δι᾽ οὗ,» καὶ τὸ «εἰς αὐτόν.» Ὁ δὲ Υἱὸς τὸ μὲν «δι᾽ οὗ» ἔχει, τὸ δὲ «ἐξ οὗ» οὐκ ἔχει. Ὀρθ. Ἀνάγνωθι τὸ ῥητὸν, ἵνα γνῷς, ὅτι τὸ «ἐξ αὐτοῦ,» καὶ «δι᾽ αὐτοῦ,» καὶ «εἰς αὐτὸν τὰ πάντα,» καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶπεν ὁ ἅγιος Ἀπόστολος. Ἐὰν γὰρ αὐτὸ ἐφ᾽ ἑνὸς προσώπου στήσῃς, ὁ Υἱὸς εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Πατρὸς, μηδὲ σύμβουλος αὐτοῦ ὢν, ἢ ὁ Πατὴρ εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Υἱοῦ, μηδὲ σύμβουλος αὐτοῦ ὤν. Μακ. Εἰπὲ, ποῦ γεγράπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Μάθε πρῶτον, ὅτι καὶ ἡ Παλαιὰ Διαθήκη τὰς τρεῖς ὑποστάσεις φανερῶς ἐδίδαξε. Μακ.