Μακ. Οἶδα, ὅτι περισπᾷς με, μὴ δυνάμενος εἰπεῖν, ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Τέως γνῶμεν, τίνες ἦσαν οὗτοι οἱ φαινόμενοι ἄνδρες, καὶ τότε αὐτὸ τὸ Πνεῦμα δώσει πάντων τῶν ζητουμένων τὴν εὕρεσιν. Μακ. Ἐγὼ, ὡς ἔχει ἡ Γραφὴ, ἀγγέλους λέγω. Ὀρθ. Κἀγὼ ἀγγέλους καὶ ἄνδρας λέγω· ἀλλ᾽ ὥσπερ τέως ὡμολόγηται ἡμῖν, ὅτι εἷς τῶν τριῶν ἀνδρῶν Κύριος ὁ Θεὸς, οὕτως ἡ ἐξέτασις εὑρήσει καὶ οἱ δύο τίνες ἦσαν. Μακ. Εἰπὲ τί θέλεις. Ὀρθ. Τὰ ἑξῆς ἀναγινώσκω; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε τὴν ἑαυτοῦ ψυχὴν, καὶ μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Εἶπε δὲ Λὼτ πρὸς αὐτόν· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾽ ἐμὲ, τοῦ ζῇν τὴν ψυχήν μου. Ἐγὼ δὲ οὐ δυνήσομαι σωθῆναι εἰς τὸ ὄρος, μή ποτε μεταλάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά.