Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Ενότητα της θείας φύσεως και ιδιώματα των υποστάσεων

Αναλυτική διάκριση μεταξύ της κοινής θείας φύσεως (θεότητος) και των υποστατικών ιδιωμάτων. Χρησιμοποιούνται παραδείγματα από την ανθρώπινη φύση για την κατανόηση της ενότητας και αναιρούνται ακατάλληλες αρειανικές παρομοιώσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 9

Ἀντίθετον, οὔ. Ἀνόμ. Τί θέλει εἶναι ἀντίθετον; Ὀρθ. Τὸ ἀντιτεταγμένον τῷ θελήματι τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα οὐκ ἀντιτέτακται, ἀλλ᾽ ἐκ τῆς θεότητός ἐστι· καὶ διὰ τοῦτο λέγομεν μίαν θεότητα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Μία οὖν ὑπόστασις. Ὀρθ. Οὔ. Ἀνόμ. Εἰ μία ἐστὶ θεότης, μία καὶ ἔστιν ὑπόστασις. Ὀρθ. Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, ἐγίνωσκες, ὅτι θεότης τὸ «εἶναι» κοινὸν ταῖς ὑποστάσεσι σημαίνει, ὑπόστασις δὲ τὸ «εἶναι,» οὐσία δὲ «τὴν ταυτότητα.» Ὡς ἀνθρωπότης, τό τι εἶναι κοινόν· ὑπόστασις δὲ τὸ εἶναι· οὐσία δὲ ἡ ταυτότης· οὐ γὰρ πᾶσα ὑπόστασις θεότης, οὐδὲ πᾶσα ὑπόστασις ἀνθρωπότης. Εἰ δὲ οὐ πᾶσα ὑπόστασις ἀνθρωπότης, οὐδὲ πᾶσα ὑπόστασις θεότης, οὐκ ἄρα ταυτὸν σημαίνει ὑπόστασις θεότητι καὶ ἀνθρωπότητι. Ἀνόμ. Ἡ ἀνθρωπότης οὐχ ὑφέστηκεν;

Ὀρθ. Ναὶ, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Οὐκοῦν καὶ ὑπόστασίς ἐστιν. Ὀρθ. Εἶπον, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Τί ἐστιν ἄτομον, καὶ τί ἐστιν ἀνθρωπότης; Ὀρθ. Ἄτομόν ἐστιν, ἡ καθ᾽ ἕκαστον ἡμῶν ὑπόστασις· ἀνθρωπότης δὲ ἡ τῆς οὐσίας κοινότης.

Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ κοινότητος καὶ ὑποστάσεως; Ὀρθ. Ὅτι ἡ μὲν σὴ ὑπόστασις οὐκ ἔστι πάντων ἀνθρώπων· ἡ δὲ ἀνθρωπότης κοινὴ πάντων ἀνθρώπων. Ἀνόμ. Ἡ ἐμὴ ὑπόστασις οὐκ ἔστιν ἄλλο ἢ ἀνθρωπότης; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν;

Ὀρθ. Ὅτι ἡ μὲν ἀνθρωπότης κοινὴ πάντων ἀνθρώπων, ἡ δὲ ὑπόστασις ἡ ἰδιότης ἑκάστου. Ἀνόμ. Ἡ ὑπόστασις τοῦ Πατρὸς οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀλλ᾽ ἡ θεότης τό τι εἶναι σημαίνει, ἡ δὲ ὑπόστασις τὸ εἶναι. Ἀνόμ. Καὶ ἡ ὑπόστασις τοῦ Υἱοῦ οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀνόμ.

Δύο οὖν θεότητες. Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ. Οὐ γὰρ ἄλλη καὶ ἄλλη θεότης ἐστίν. Ἀνόμ. Ἄλλη καὶ ἄλλη ὑπόστασίς ἐστιν. Ὀρθ. Ἀλλ᾽ οὐχὶ τὸ αὐτὸ σημαίνειν εἶπον θεότητα καὶ ὑπόστασιν· ἡ γὰρ ὑπόστασις τὸ εἶναι, ἡ δὲ θεότης τό τι εἶναι· ὡς γὰρ οὐκ εἰσὶ δύο ἀνθρωπότητες Πέτρου καὶ Παύλου, οὐδὲ δύο θεότητες Πατρὸς καὶ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν οὐχὶ ἡ ὑπόστασις τοῦ Πατρός; Ὀρθ. Ἡ μὲν ὑπόστασις τοῦ Πατρὸς καὶ θεότης, καὶ ἡ ὑπόστασις τοῦ Υἱοῦ καὶ θεότης· οὐχὶ δὲ, ἐπειδὴ δύο ὑποστάσεις εἰσὶ, δύο καὶ θεότητες. Ἀνόμ. Πῶς οὐχί; Ὀρθ. Ὅτι καὶ ἀθανασία ὑπόστασις τοῦ Πατρὸς, καὶ ἀθανασία ὑπόστασις τοῦ Υἱοῦ, καὶ οὐ δύο ἀθανασίαι. Ἀνόμ. Καὶ οὐκ εἰσὶ δύο ἀθανασίαι; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι μὴ διάφορός ἐστιν ἀθανασία· ἀθανασία γὰρ ἀθανασίας οὐδὲν διαφέρει, ᾗ ἀθανασία ἐστίν. Ἀνόμ.

Εἴπερ ἀληθῶς ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, πῶς οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία; Ὀρθ. Ἄλλη καὶ ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, ἀλλ᾽ οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία. Καὶ γὰρ καὶ ἡμεῖς ἄλλην καὶ ἄλλην ἔχομεν ὑπόστασιν, ἀλλ᾽ οὐχὶ ἄλλην καὶ ἄλλην ἀνθρωπότητα. Καὶ ἡ ὑπόστασις Πέτρου ἄνθρωπός ἐστι, καὶ ἡ ὑπόστασις Παύλου ἄνθρωπός ἐστι· καὶ δύο εἰσὶν ὑποστάσεις, καὶ οὐ δύο ἀνθρωπότητες.

Καὶ ἄλλην καὶ ἄλλην ὑπόστασιν ἔχομεν, οὐχὶ δὲ ἄλλην καὶ ἄλλην ἀθανασίαν, ἣν διὰ τοῦ ἑνὸς βαπτίσματος ἐλάβομεν. Εἰ γὰρ ἄλλη καὶ ἄλλη ἀθανασία, ἄλλο καὶ ἄλλο βάπτισμα, καὶ ἄλλη καὶ ἄλλη πίστις, καὶ οὐκ ἔστιν «εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Ἀνόμ. Ἀλλὰ ἡ ἡμετέρα ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν καὶ τὸ βάπτισμα· ἄρα καὶ ἡ τοῦ Θεοῦ ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν.

Ὀρθ. Οὔ. Ἀλλὰ αὐτὴ ἡ ὑπόστασις καὶ ἀθανασία ἐστί· καὶ οὐ μόνον ἀθανασία, ἀλλὰ καὶ ἀφθαρσία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, καὶ κυριότης, καὶ δύναμις. Καὶ οὐκ ἔστι κατὰ σύνθεσιν ταῦτα ὁ Θεὸς, ἀλλὰ κατὰ διαφόρους ἐπινοίας λεγόμενος· ἀθανασία μὲν διὰ τὸ ἀτελεύτητον· ἀφθαρσία δὲ, διὰ τὸ ἄλυτον· δικαιοσύνη διὰ τὸ ἴσον· ἁγιασμὸς διὰ τὸ φυλάττειν ἀπὸ ἁμαρτίας· ἀπολύτρωσις διὰ τὸ σώζειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· κυριότης, διὰ τὸ πάντων κρατεῖν· δύναμις, διὰ τὸ μηδὲν αὐτῷ ἀντικεῖσθαι. Ταῦτα δὲ πάντα καὶ περὶ τὴν ὑπόστασιν τοῦ Υἱοῦ θεωρεῖται, ὁμοίως τῷ Πατρὶ, καὶ οὐ μεθεκτῶς· καὶ διὰ τοῦτο δύο μὲν ὑποστάσεις λέγομεν Πατρὸς καὶ Υἱοῦ, μίαν δὲ θεότητα, δύναμιν, κυριότητα, καὶ ἀθανασίαν, καὶ ἀφθαρσίαν, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ ἀγεννησίαν μίαν λέγεις.

Ὀρθ. Ἀγένητον μὲν λέγω καὶ τὸν Υἱὸν, οὐκ ἀγέννητον δέ. Ἀνόμ. Ἄλλο γάρ ἐστιν ἀγένητον, καὶ ἄλλο ἀγέννητον; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τὸ μὲν γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστάσεως γεννώμενον, καὶ διὰ τοῦτο ἐκ γαστρὸς λεγόμενον· τὸ δὲ γενητὸν τὸ ἐκ τῆς ἐξουσίας τοῦ γενεσιουργοῦ. «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐποίησε δὲ πῶς; «Εἶπεν, καὶ ἐγενήθησαν· ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ἀνόμ. Οὐκ ἠρώτησα, τί ἐστι γεννητὸν, καὶ τί γενητόν· ἀλλ᾽ εἰ ἄλλο ἐστὶ τὸ ἀγένητον, καὶ ἄλλο τὸ ἀγέννητον. Ὀρθ. Εἰ τὸ γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστάσεως καὶ ἐκ γαστρὸς, τὸ μὴ ὂν ἐκ γαστρὸς, ἤγουν ἐκ τῆς ὑποστάσεως, ἀγέννητόν ἐστι· καὶ εἰ τὸ γενητὸν ἐκ τῆς ἐξουσίας ἐστὶ κατ᾽ ἐντολὴν, τὸ ἀγένητον τὸ μὴ κατ᾽ ἐντολὴν ὑπάρχον, ἀλλ᾽ ἢ ἀναίτιον ὂν, ἢ ἐκ τῆς ὑποστάσεως τοῦ ἀγεννήτου.

Ἀνόμ. Δύο οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἐγὼ καὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ἀγένητα λέγω, ἀλλ᾽ οὐκ ἀπάτορα τρία, οὐδὲ ἀναίτια· ἀλλὰ τὸν μὲν Πατέρα, καὶ ἀπάτορα, καὶ ἀναίτιον, καὶ ἀγένητον. Καὶ γὰρ οὔτε Πατέρα ἔχει ὁ Πατὴρ, οὔτε γενεσιουργὸν, οὔτε αἴτιον τοῦ εἶναι ὡς ἐξ ὑποστάσεως.

Ὁ δὲ Υἱὸς Πατέρα μὲν ἔχει, γενεσιουργὸν δὲ οὐκ ἔχει· οὐ γὰρ ἐγένετο, ἀλλ᾽ ἐγεννήθη. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατέρα οὐκ ἔχει, οὐ γὰρ ἐγεννήθη· γενεσιουργὸν οὐκ ἔχει, οὐ γὰρ ἐγένετο· αἴτιον δὲ ἔχει τὸν Θεὸν, οὗ Πνεῦμά ἐστι, παρ᾽ οὗ καὶ ἐκπορεύεται.

Ἀνόμ. Τὰ γὰρ ἄλλα πνεύματα οὐ παρ᾽ αὐτοῦ ἐκπορεύεται; Ὀρθ. Καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐγεννήθημεν· «Ὅσοι γὰρ αὐτὸν ἔλαβον,» γέγραπται, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ᾽ ἐκ Θεοῦ ἐγεννήθησαν.» Ἀλλ᾽ ὥσπερ ἡμεῖς, ἐκ Θεοῦ γεννηθέντες, οὐκ ἐκ γαστρὸς τῆς ὑποστάσεως ἐγεννήθημεν, οὕτω καὶ τὰ ἐκπορευόμενα πνεύματα ἐκ τοῦ Θεοῦ, οὐκ ἐκ τοῦ στόματος τῆς ὑποστάσεως αὐτοῦ εἰσι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ στόματος τῆς ὑποστάσεώς ἐστι Πνεῦμα· «Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ὁ Πατὴρ λέγει· «Ἰδοὺ ὁ Παῖς μου, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ᾽ αὐτόν.» Ἀνόμ. Εἰ καὶ ὁ Υἱὸς ἐκ τῆς ὑποστάσεως, καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως, εἰσὶν ἀδελφοί; Ὀρθ.

Μὴ γένοιτο! οὐδεὶς τοῦτο λέγει. Πῶς γὰρ μονογενὴς ὁ Υἱὸς, εἰ δύο εἰσὶν ἀδελφοί· Ἀνόμ. Πῶς οὖν καὶ ὁ Υἱὸς ἐκ τῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα, καὶ οὐ δύο ἀδελφοί; Ὀρθ. Διὰ τοῦτο ὁ Υἱὸς οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ ἐκ γαστρὸς εἴρηται· καὶ τὸ Πνεῦμα οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ Πνεῦμα στόματος εἴρηται· ἵνα ἡ διαφορὰ μὴ κατὰ τὸν ἐκ τῆς ὑποστάσεως λόγον γένηται, ἀλλὰ κατὰ τὸν ἐκ γαστρὸς καὶ στόματος.

Ἀνόμ. Ἄλλο οὖν στόμα, καὶ ἄλλο γαστὴρ, καὶ ἄλλο ὑπόστασις, Ὀρθ. Οὐκ ἄλλο καὶ ἀλλὸ, ὡς πρᾶγμα, ὡς τριτώνυμόν τι. Ἀνόμ. Ἀλλ᾽ ὡς τί; Ὀρθ. Ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς γαστρὸς, καὶ ἄλλο τοῦ στόματος. Ἀνόμ. Τί σημαίνει ἡ ὑπόστασις, καὶ τί τὸ στόμα, καὶ τί ἡ γαστήρ; Ὀρθ.

Ἡ ὑπόστασις τὸ εἶναι σημαίνει· ἡ γαστὴρ τὸ γεννητικόν· τὸ στόμα τὸ διδακτικόν. Πῶς δὲ γεννᾷ τὸν Υἱὸν ὁ Θεὸς, οὐ πολυπραγμονῶ· καὶ πῶς ἐκπέμπει τὸ Πνεῦμα, ὁμοίως οὐ πολυπραγμονῶ· ἀλλὰ πιστεύω, ὅτι καὶ ὁ Υἱὸς γεννᾶται ἀῤῥήτως καὶ ἀπαθῶς, καὶ τὸ Πνεῦμα ἐκπορεύεται ἀῤῥήτως καὶ ἀπαθῶς. Ἀνόμ.

Ἔνθα στόμα, καὶ γαστὴρ, καὶ ὑπόστασις, τί ἄλλο ἐστὶν ἢ σύνθεσιν εἰπεῖν; Ὀρθ. Σύνθεσιν οὐ ποιοῦσι τὰ ὀνόματα· οὐδὲ γὰρ πάντως ἐπὶ μελῶν λέγονται. Ἀνόμ. Τὸ στόμα οὐκ ἔστι στόμα; καὶ ἡ γαστὴρ οὐκ ἔστι γαστήρ; Ὀρθ. Οὐ πᾶν στόμα τὸ αὐτὸ στόμα, οὐδὲ πᾶσα γαστὴρ ἡ αὐτὴ γαστήρ· οὐδὲ γὰρ πᾶν στόμα ἐστὶ μέλος, οὐδὲ πᾶσα γαστὴρ πάντως ἐστὶ μέλος. Ἀνόμ. Καὶ πῶς δύναται στόμα μὴ εἶναι στόμα, καὶ γαστὴρ μὴ εἶναι γαστήρ; Ὀρθ. Ἡ Γραφὴ πολλαχοῦ στόμα μαχαίρας ὠνόμασε· καὶ οὐδεὶς οὕτω μέμηνεν, ὥστε λέγειν μέλος ἔχειν τὴν μάχαιραν, ὃ καλεῖται στόμα· ἀλλὰ αὐτὸ τὸ ἀναλωτικὸν τῆς μαχαίρας στόμα ὠνόμασε· καὶ, ἐκ ποίας δὲ γαστρὸς ἐκπορεύεται κρύσταλλος, εἰποῦσα, οὐ σωματικὴν γαστέρα ἐπιζητεῖ· καὶ πρόσωπον πυρὸς εἰποῦσα, οὐκ ἀνθρωποειδὲς λέγει τὸ πῦρ, καὶ τὸ μὲν αὐτοῦ μέλος εἶναι πρόσωπον, τὸ δὲ πῦρ· καὶ πρόσωπον γῆς εἰποῦσα, οὐκ ἀνθρωποειδῆ λέγει τὴν γῆν.

Ἀνόμ. Ποῦ γὰρ εἴρηται πρόσωπον ἔχειν τὴν γῆν; Ὀρθ. «Ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ προσώπου πυρὸς,» παρὰ τῷ προφήτῃ γέγραπται. Καὶ ἐν τῇ Γενέσει ὁ Κάϊν λέγει· «Εἰ ἐκβάλλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι.» Ἀνόμ. Ἀλλ᾽ ὅταν ἐπὶ ζώων λέγηται ταῦτα τὰ ὀνόματα, μέλη σημαίνουσιν· ἐπὶ δὲ τῶν ἀναισθήτων καταχρηστικῶς. Ὀρθ. Οὐ δοκεῖ σοι ἡ ψυχὴ ζῶον εἶναι; Ἀνόμ. Καὶ πάνυ. Καὶ γὰρ καὶ ἄγγελος ζῶόν ἐστι, καὶ πάντα τὰ πνεύματα· διὰ γὰρ τοῦτο καὶ τὰ σεραφὶμ ζῶα λέγονται καὶ, «Ὁ Θεὸς, ἐν μέσῳ δύο ζώων γνωσθήσῃ,» γέγραπται. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεός· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ,» ποῖον λέγει στόμα; Ἐὰν δὲ ὁ Δαβὶδ ἐν τῷ ριηʹ ψαλμῷ· «Τὸ στόμα μου ἤνοιξα, εἵλκυσα Πνεῦμα, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην,» ποῖον λέγει στόμα;

Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· «Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος,» ποῖον λέγει στόμα; Ποίῳ δὲ στόματι ἐβόα Μωσῆς ἀκούων· «Τί βοᾷς πρὸς μέ;» Τίς δὲ οὐκ οἶδεν, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, στεναγμοῖς ἀλαλήτοις βοώντων; Ποίαν δὲ γαστέρα ὁ προφήτης λέγει· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς;» Ὥσπερ οὖν ἡ ψυχὴ καὶ γαστέρα ἔχειν λέγεται, καὶ στόμα, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, καὶ πάντα τὰ ἄλλα μέλη τοῦ σώματος, καὶ οὐ σύγκειται ἐκ μελῶν· οὕτως, ὅταν ἀκούσῃς ἐπὶ Θεοῦ, τοῦ ἀληθῶς ἀσωμάτου, στόμα ἢ γαστέρα, μὴ σύνθεσιν νόει, ἀλλὰ γαστέρα τὸ γεννητικὸν, στόμα τὸ διδακτικὸν, ὀφθαλμοὺς τὸ κατανοητικὸν, ὦτα τὸ ἀκουστικόν.

Καὶ διὰ τοῦτο ἐκ γαστρὸς εἴρηται ὁ Υἱὸς, ἐπειδὴ γεγέννηται· καὶ διὰ τοῦτο Πνεῦμα στόματος τὸ Πνεῦμα, ἐπειδὴ διδακτικόν. Καὶ ὥσπερ οὐ λέγεις γεννητὸν τὸ Πνεῦμα, ἵνα μὴ δύο υἱοὺς εἴπῃς· οὕτως μὴ λέγε αὐτὸ γενητὸν, ἵνα μὴ ἓν τῶν γενητῶν εἴπῃς, καὶ ἀναγκασθῇς καὶ δοῦλον εἰπεῖν διὰ τὸν εἰρηκότα Προφήτην, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» Ἀνόμ. Εἶπον καὶ ἐν ἀρχῇ τοῦ λόγου, παρ᾽ ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέσθαι. Ὀρθ. Γένοιτό σε εἰπεῖν, Χριστιανὸν γενέσθαι! Γενόμενος γὰρ Χριστιανὸς, ἐπιγνώσῃ, ὅτι ὁμοούσιον δεῖ λέγειν ἀπὸ τῶν θείων Γραφῶν διδαχθείς. Ὅσα γὰρ ἴδιά εἰσι Θεοῦ, ταῦτα κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς εἴρηται παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ, ὅτι μόνῳ Θεῷ ἀδύνατόν ἐστι τὸ ψεύσασθαι;

Ὀρθ. Τοῦτο δὲ ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος λεχθήσεται. Ὃ γάρ ἐστιν ἴδιον τῆς φύσεως, τοῦτο κοινὸν τῶν ὑποστάσεων. Ἀνόμ. Δύναται δὲ ψεύσασθαι τὰ σεραφίμ; Ὀρθ. Εἰ μὴ δύναται ψεύσασθαι, οὐκέτι μόνος ὁ Θεὸς ἀψευδής ἐστιν. Ἀνόμ. Οὐκ εἶπεν, ὅτι μόνῳ Θεῷ ἀδύνατον τὸ ψεύσασθαι, ἀλλ᾽ ὅτι ἀδύνατον Θεῷ ψεύσασθαι. Ὀρθ. Πᾶν ὅ τι γενητόν ἐστιν, δύναται ψεύσασθαι· καὶ διὰ τοῦτο καὶ ὁ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, ἐδυνήθη ψεύσασθαι.

Καὶ τοῦτό ἐστι τῶν λογικῶν δυνάμεων ἡ τροπὴ, τὸ ψεύσασθαι. Θεὸς δὲ, ἄτρεπτος ὢν, καὶ ἀψευδής ἐστι· καὶ ὥσπερ μόνος ἄτρεπτός ἐστι, καὶ μόνος ἀθάνατος, καὶ μόνος ἀόρατος, καὶ μόνος ἄφθαρτος, οὕτως καὶ μόνος ἀψευδής· τοῦτο δὲ κοινόν ἐστι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς οὖν εἴρηται περὶ τοῦ Πνεύματος, ὅτι οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὅσα ἀκούσει, λαλήσει, εἴπερ τῆς αὐτῆς ἐστι φύσεως; Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ δείκνυσι καὶ αὐτὸ ἀψευδὲς εἶναι, καὶ τῆς αὐτῆς φύσεως ὄν. Ἀνόμ.

Πῶς; Ὀρθ. Ὅτι πᾶν τὸ γενητὸν, ἐὰν ᾖ λογικὸν, ὅτε θέλει, καὶ ἀφ᾽ ἑαυτοῦ λαλεῖ, ἐπειδὴ καὶ ἴδιον ἔχει θέλημα, ὃ κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα εἴπῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως, ἀλλ᾽ ὡς Πνεῦμα Θεοῦ, ταυτὸ θέλημα ἔχει τῷ Θεῷ· καὶ τοῦτό ἐστι τὸ, «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ ἑαυτοῦ ὁ Υἱὸς εἶπεν, ὅτι «Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ.» Ἆρα οὖν ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἡ σοφία ἡ τοῦ Θεοῦ, οὐκ ᾔδει τί λαλήσει;

Μὴ γένοιτο τοῦτο ἄνθρωπον Χριστιανὸν λογίσασθαι! ἀλλ᾽ ἵνα γνῶμεν ἡμεῖς τὸ ταυτὸ τῆς φύσεως, καὶ τὸ ἀδιαίρετον τοῦ θελήματος, ταῦτα διδασκόμεθα· εἰ δὲ μὴ, Παῦλος μὲν λέγει· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος·» ὁ δὲ Υἱὸς ἐντολὴν λαμβάνει, τί εἴπῃ, καὶ τί λαλήσει, καὶ τὸ Πνεῦμα οὐ λαλεῖ ἀφ᾽ ἑαυτοῦ.

Ἀνόμ. Οὐκ ἔχει οὖν ἴδιον θέλημα τὸ Πνεῦμα. Ὀρθ. Ἐναντίον τοῦ Θεοῦ, μὴ γένοιτο! οὐδὲ ποτὲ γὰρ θέλει τὰ τοῦ Θεοῦ, ποτὲ δὲ τὰ ἑαυτοῦ· ἀλλ᾽ εἴ τι θέλει Πνεῦμα τὸ ἅγιον, τοῦτο τοῦ Θεοῦ ἐστι θέλημα· καὶ εἴ τι θέλει ὁ Θεὸς, τοῦτο θέλημά ἐστι τοῦ Πνεύματος.

Ἀνόμ. Οἱ γὰρ προφῆται, οὐκ εἴ τι θέλει ὁ Θεὸς, θέλουσιν; Ὀρθ. Οὐ πάντοτε· ἔσθ᾽ ὅτε γὰρ καὶ ἀφ᾽ ἑαυτῶν ἐλάλουν. Μωσῆς γὰρ πρῶτος ἔλεγεν· «Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι, καὶ οὐκ εἰσακούσεταί μου Φαραώ·» καὶ τὸ, «Δέομαί σου, προχείρισαι ἄλλον,» τί σημαίνει ἢ ἄλλο θέλημα ἐν ἑαυτῷ εἶναι, ὃ ἐκόλασεν, ἵνα τὸ τοῦ Θεοῦ ποιήσῃ;

Καὶ Ἀαρὼν καὶ Μαρία ἀφ᾽ ἑαυτῶν κινούμενοι ἐγόγγυσαν κατὰ Μωσέως, ὅτε ἐλεπρίασεν ἡ Μαρία, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἱερεμίας, παραιτούμενος τὴν προφητείαν, ἔλεγε· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν.» Καὶ ὁ Ἰωνᾶς εἰς τοσοῦτον παρῃτήσατο, ὡς καὶ δόξαι φεύγειν ἀπὸ προσώπου Κυρίου. Καὶ ὁ Δαβὶδ, τὸ θέλημα τὸ ἑαυτοῦ ποιήσας, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Σιωπῶ γὰρ τὰ κατὰ τὸν Οὐρίαν τὸν Χετταῖον. Καὶ πάντα γὰρ τὰ λογικὰ κτίσματα ποτὲ τὰ ἑαυτῶν λαλοῦσι, ποτὲ τὰ τοῦ Θεοῦ· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· οὐ γὰρ ποτὲ τὰ τοῦ Θεοῦ, καὶ ποτὲ τὰ ἑαυτοῦ· οὐδὲ γάρ ἐστιν ἄλλο τι ἐν αὐτῷ θέλημα, ἐπειδὴ οὐδὲ ἐν τῷ Υἱῷ, ἀλλ᾽ ἕν ἐστι θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος.

Καὶ διὰ τοῦτο εἴρηται περὶ τοῦ Πνεύματος· «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ·» καὶ περὶ τοῦ Υἱοῦ, ὅτι «Ἀπ᾽ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ·» οὐκ ἐπειδὴ οὐκ οἶδε λαλῆσαί τι, ἀλλ᾽ ὅτι οὐκ ἄλλο θέλει ὁ Πατὴρ, καὶ ἄλλο θέλει ὁ Υἱὸς, καὶ ἄλλο τὸ Πνεῦμα.

Ἀνόμ. Εἰ καὶ μὴ πάντοτε οἱ προφῆται τὰ τοῦ Θεοῦ ἔλεγον, ὡς ἔδειξεν ὁ λόγος, ἀλλ᾽ οἱ ἀπόστολοι οὐδὲ ἐλάλουν ἀφ᾽ ἑαυτῶν, ἀλλὰ πάντοτε τὰ τοῦ Θεοῦ. Ὀρθ. Ἡ Γραφὴ ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ ἀπόστολοι ἐλάλουν ἀφ᾽ ἑαυτῶν. Ἀνόμ. Πῶς; Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος περὶ τῶν ἀποστόλων, «Ἀλλ᾽ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων» (τὰ δὲ ἑπόμενα οἶδας, εἰ φιλόλογος εἶ), τί ἄλλο λογίζῃ, ἢ τὸ ἀφ᾽ ἑαυτῶν τι λελαληκέναι καὶ πεποιηκέναι, ὅπερ οὐκ ἦν θεόπνευστον; Καὶ περὶ ἑαυτοῦ δὲ λέγει· «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ᾽ οὐκ ἐν τούτῳ δεδικαίωμαι.» Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· καὶ διὰ τοῦτο εἴρηται, ὅτι «Οὐ λαλήσει ἀφ᾽ ἑαυτοῦ.» Ἀνόμ. Ἀλλὰ καὶ πάντες ἄνθρωποι ποτὲ μὲν τὰ ἑαυτῶν λέγουσιν, καὶ ποτὲ δὲ τὰ τοῦ Θεοῦ· ἀλλ᾽ οἱ ἄγγελοι πάντοτε τὰ τοῦ Θεοῦ λέγουσιν. Ὀρθ. Οὐδὲ τοῦτο ἀληθές. Εἰ γὰρ πάντοτε τὰ τοῦ Θεοῦ ἔλεγον, οὐκ ἂν ἥμαρτον, ὥστε λέγεσθαι· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Ἀνόμ. Ἀλλὰ καὶ εἴ ποτε ἥμαρτόν τινες τῶν ἀγγέλων, ἀλλ᾽ εἰσὶν ἄγγελοι ἀναμάρτητοι.

Ὀρθ. Οὐ ζητοῦμεν, εἴ εἰσιν ἄγγελοι ἀναμάρτητοι, ἀλλ᾽ εἰ δύνανται ἁμαρτῆσαι. Καὶ γὰρ καὶ ἡμεῖς ἕως νῦν οὐκ ἀπεθάνομεν, καὶ ἐσμὲν θνητοὶ τῷ δύνασθαι ἀποθανεῖν, οὐ τῷ ἤδη ἀποτεθνηκέναι· ἐγχωρεῖ γὰρ καὶ μὴ ἀποθανεῖν τινα ἡμῶν, ὡς τὸν Ἠλίαν.

Κἂν μή τις δὲ ἡμῶν ἀποθάνῃ, ἀλλ᾽ ἡ φύσις αὐτὴ θνητή ἐστιν. Ὥστε καὶ τῶν ἀγγέλων αἱ μυριάδες οὐκ ἐψεύσαντο, ἀλλ᾽ ἐφύλαξαν τὰ τοῦ Θεοῦ λόγια· ἀλλ᾽ ἐδείχθη αὐτῶν ἡ φύσις τρεπτὴ, καὶ λαλοῦσα ἀφ᾽ ἑαυτῆς, τό τινας αὐτῶν τραπῆναι καὶ λαλεῖν ἀφ᾽ ἑαυτῶν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ λαλεῖ ἀφ᾽ ἑαυτοῦ.

Οὐ γάρ ἐστι γενητῆς φύσεως, ὥστε καὶ δύνασθαι τραπῆναι. Ἀνόμ. Πόθεν γὰρ, ὅτι οὐ δύναται τραπῆναι τὸ Πνεῦμα; Ὀρθ. Τὸ παρέχον ἄλλοις τὴν ἀτρεψίαν, ἀνάγκη ἄτρεπτον εἶναι τῇ φύσει. Ἀνόμ. Εἰσὶ γὰρ οὖν καὶ ἄλλα ἄτρεπτα. Εἰ γὰρ παρέχει ἄλλοις τὸ Πνεῦμα τὴν ἀτρεψίαν, αὐτὰ ἐκεῖνα, οἷς παρέχει τὸ Πνεῦμα τὴν ἀτρεψίαν, ἄτρεπτά εἰσιν. Ὀρθ.

Ἀλλὰ τὰ μέν εἰσι μετοχῇ ἄτρεπτα, τὰ δὲ τῇ φύσει, ὡς τὸ πῦρ φύσει ἐστὶ καυστικὸν, τὸ δὲ ὕδωρ κατὰ παράθεσιν τοῦ πυρὸς καυστικὸν γίνεται. Οὕτως τὸ μὲν Πνεῦμα φύσει ἐστὶν ἄτρεπτον, οἱ δὲ μετέχοντες αὐτοῦ κατὰ μετοχὴν ἄτρεπτοι. Ἀνόμ. Μὴ θέλεις εἰπεῖν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα Πατήρ ἐστιν; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ.

Εἰ πάντα τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματός εἰσι καὶ τοῦ Υἱοῦ κοινὰ, ὀφείλει καὶ Πατὴρ εἶναι τὸ Πνεῦμα καὶ Υἱός. Ὀρθ. Οὐκ εἶπον· Τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματός εἰσι κοινά· ἀλλὰ, Τὰ ἴδια τῆς οὐσίας τοῦ Θεοῦ, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσι κοινά· οἷον τὸ ἄφθαρτον, τὸ ἀθάνατον, τὸ ἀναλλοίωτον, τὸ ἀψευδὲς, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Ἄλλος οὖν ἐστιν ὁ Θεὸς, καὶ ἄλλος ὁ Πατήρ; Ὀρθ. Μὴ γένοιτο! ἀλλὰ τὸ, Θεὸς, τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ, τὴν σχέσιν τὴν πρὸς τὸν Υἱόν. Ὅσα οὖν ἴδιά εἰσι τῆς φύσεως, ταῦτα κοινὰ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων. Ἀμέλει καὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ οὐκ ἔστι πέρας, εἴρηται παρὰ τῷ προφήτῃ· τοῦτο δὲ ἄν τις εἴποι καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ Πνεύματος· οὔτε γὰρ τῆς μεγαλωσύνης τοῦ Υἱοῦ ἐστι πέρας, οὔτε τῆς μεγαλωσύνης τοῦ Πνεύματος. «Ποῦ» γὰρ «πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τῶν δὲ κτισμάτων ἁπάντων καὶ πέρας ἐστὶ καὶ ποσότης. Δύναμαι γὰρ νοῆσαι τὸν Γαβριὴλ, ἔνθα οὐκ ἔστιν ὁ Ῥαφαήλ· Πατέρα δὲ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων νοῶ Ἀνόμ. Κἀγὼ λέγω, ὅτι πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων ἐστὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Τοῦτο οὖν ἐστιν ὁμοούσιον, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας. Ἀνόμ. Οὐ λέγεις οὖν μείζονα τὸν Πατέρα τοῦ Υἱοῦ; Ὀρθ.

Ὡς Θεὸν Θεοῦ, οὔ· ὡς Πατέρα δὲ Υἱοῦ ἐνανθρωπήσαντος.

Ἀμέλει οὐκ εἶπεν· Ὁ Θεὸς μείζων μου ἐστίν· ἀλλ᾽, «Ὁ Πατὴρ μείζων μου ἐστίν.» Ἀνόμ. Τῇ θεότητι οὖν ἴσον λέγεις τὸν Υἱὸν τοῦ Πατρός; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ καὶ ὁ Ἀπόστολος λέγει· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἀνόμ. Ὃ οὖν αὐτὸς οὐχ ἥρπασε, σὺ διὰ τί δίδως αὐτῷ; Ὀρθ. Ὅτι οὐχ ἥρπασεν, ἀλλ᾽ ἔχει τῇ φύσει· καὶ ἔχων τοῦτο, «ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Ποῖος γὰρ ἦν ἔπαινος τῷ μὴ ἔχοντι τὸ ἴσον, καὶ μὴ ἁρπάζοντι; Εἰ γὰρ τοῦτο ἔπαινος, ἐπαινεθήσεται ὁμοίως καὶ ὁ οὐρανὸς, καὶ ὁ Γαβριὴλ, καὶ ὁ Ῥαφαὴλ, καὶ ἕκαστος τῶν ἀγγέλων, καὶ ἕκαστος τῶν ἀρχαγγέλων, ὅτι μὴ ἥρπασαν τὸ εἶναι ἴσα Θεῷ.

Ἀνόμ. Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, καὶ πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ᾽ ὥσπερ ἐπίσκοπος οὐκ ὢν, ἄνθρωπος δὲ ὢν, τὴν αὐτὴν ἔχει φύσιν τῷ ἐπισκόπῳ· ὁμοίως καὶ ὁ διάκονος, οὔτε πρεσβύτερος, οὔτε ἐπίσκοπος ὢν, τῆς αὐτῆς μέντοι ἐστὶ φύσεως· οὕτως οὖν λέγεις καὶ αὐτὸς τὸν Υἱὸν Πατέρα μὲν μὴ εἶναι, τῆς δὲ αὐτῆς φύσεως τῷ Πατρί· καὶ τὸ Πνεῦμα δὲ τοῦ Θεοῦ, Υἱὸν μὲν μὴ εἶναι μήτε Πατέρα, τῆς δὲ αὐτῆς εἶναι φύσεως τῷ Πατρί. Τί οὖν ἀπατᾷς τοὺς ἀκούοντας, μὴ εἰδὼς ἃ λέγεις, οὐ λέγεις δὲ τρεῖς φύσεις ἀνομοίους ὡς ἄγγελον, καὶ ἄνθρωπον, καὶ ἵππον; Ἀνόμ.

Οὕτω λέγω· ἐὰν γὰρ τοῦτο μὴ εἴπω, ὁμοουσιαστὴς ἐγενόμην. Ὀρθ. Ἔγνως οὖν, ὅτι ὁ λέγων τὸν Πατέρα ὡς ἐπίσκοπον, καὶ τὸν Υἱὸν ὡς πρεσβύτερον, καὶ τὸ Πνεῦμα ὡς διάκονον, ὁμοούσιον λέγει. Οὕτω δὲ λέγων σαυτὸν Χριστιανὸν ἐνόμισας μέχρι τοῦ παρόντος. Εἰ δὲ τοῦτο ὁ λέγων οὐ κέκριταί σοι εἶναι Χριστιανὸς, σαυτὸν ἄρα κατέκρινας, καὶ ἐκ τοῦ στόματός σου ἐκρίθης μὴ ὢν Χριστιανός. Ἀνόμ.

Ὁ λέγων οὖν ὁμοούσιον Χριστιανὸς οὐκ ἔστιν; Ὀρθ. Ὁ λέγων ὁμοούσιον Χριστιανός ἐστιν· ὁ δὲ νομίζων μὴ εἶναι Χριστιανὸν τὸν λέγοντα ὁμοούσιον, καὶ αὐτὸς λέγων, εὑρεθήσεται ἑαυτὸν κατακρίνων, ὡς ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ ἐκ τοῦ ἰδίου στόματος κατακεκριμένος.

Ἀνόμ. Πῶς γὰρ αὐτὸ λέγων εὑρέθην; Ὀρθ. Εἶπας ὅτι, Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ἀνόμ. Ὁμολογῷ εἰρηκέναι, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ᾽ ἐπίσκοπος, πρεσβύτερος, καὶ διάκονος ὁμοούσιοί εἰσιν· ὁμοούσιον ἄρα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ὡμολόγηκας. Ἀνόμ. Θέλεις οὖν εἰπεῖν, ὅτι, ὥσπερ κονδῖτος οἶνος κερασθεὶς, οὕτως ἐστὶ Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Οὐδὲ οἶδας, ὅτι σὺ τοῦτο λέγεις; Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι ἄλλην φύσιν λέγεις τοῦ Πατρὸς, καὶ ἄλλην τοῦ Υἱοῦ, καὶ ἄλλην τοῦ ἁγίου Πνεύματος, ὡς οἴνου καὶ μέλιτος καὶ πεπέρεως.

Ἡμεῖς δὲ λέγομεν· Ἐὰν ᾖ ὁ Πατὴρ οἶνος εὐφραίνων καρδίαν, καὶ ὁ Υἱὸς οἶνος εὐφραίνων καρδίαν, καὶ τὸ Πνεῦμα οἶνος εὐφραίνων καρδίαν ἐστὶν, ᾗ ὁ Πατὴρ ὑπὲρ μέλι καὶ κηρίον. Ὑμεῖς ἄρα καὶ οὐχ ἡμεῖς, κονδίτῳ παρεβάλλετε τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ἀνομοίους τὰς φύσεις εἰσηγούμενοι.