Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Ανασκευή της ιουδαϊκής απιστίας βάσει των προφητειών

Παράθεση χωρίων από την Παλαιά Διαθήκη που προαναγγέλλουν την εκ Παρθένου γέννηση, το πάθος, καθώς και την παύση των προφητών και του ιουδαϊκού βασιλείου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 12

Τούτων δὲ οὕτως ἐχόντων καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης, φέρε, καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων καὶ τὴν τῶν Ἑλλήνων χλεύην διελέγξωμεν.

Ἐπὶ τούτοις γὰρ ἴσως Ἰουδαῖοι μὲν ἀπιστοῦσιν, Ἕλληνες δὲ γελῶσι, τὸ ἀπρεπὲς τοῦ σταυροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου διασύροντες· ἀλλὰ κατ᾽ ἀμφοτέρων ὁ λόγος οὐκ ὀκνήσει χωρῆσαι, μάλιστα κατ᾽ αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων.

Ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ᾽ ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον· ἄνω καὶ κάτω, καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων βοώσης, ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα. Προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κατὰ τὴν παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως προεμήνυον, λέγοντες· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ Θεός.» Μωσῆς δὲ ὁ τῷ ὄντι μέγας, καὶ παρ᾽ αὐτοῖς πιστευόμενος ἀληθής, περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς ἔθηκε λέγων· «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ.» Καὶ πάλιν· «Ὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ Κύριος, ὡσεὶ κέδροι παρ᾽ ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ πάλιν Ἡσαΐας· «Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.» Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται.

Ὅτι δὲ Κύριος πάντων ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου.» Καὶ γὰρ κἀκεῖθεν αὐτὸν ὁ Πατὴρ ἀνακαλεῖ λέγων· «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.» Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι᾽ ἑαυτόν, ἀλλ᾽ ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας ὑπομένει, καὶ τὴν Ἰουδαίων ἐπιβουλήν, καὶ τὰς εἰς αὐτὸν γινομένας παρ᾽ αὐτῶν ὕβρεις, οὐκ ἐφοβήθησαν εἰπεῖν, πρὸς τὸ μηδένα αὐτῶν τῶν γινομένων ἀνήκοον εἶναι καὶ πλανηθῆναι.

Φασὶ τοίνυν· «Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾽ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Θαύμαζε τὴν τοῦ Λόγου φιλανθρωπίαν, ὅτι δι᾽ ἡμᾶς ἀτιμάζεται, ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα. «Πάντες γάρ, φησίν, ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.» Εἶτα, ἵνα μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἐκ τοῦ πάθους ὑπολάβοι, προλαμβάνει τὰς ὑπονοίας τῶν ἀνθρώπων, καὶ τὴν ὑπὲρ αὐτοῦ δύναμιν, καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως διηγεῖται ἡ γραφὴ λέγουσα· Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.

Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς«.

Ἀλλ᾽ ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων. Μωϋσῆς γὰρ πρῶτος μεγάλῃ τῇ φωνῇ προαπαγγέλλει λέγων· »Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.» Καὶ οἱ μετ᾽ αὐτὸν δὲ προφῆται πάλιν περὶ τούτου μαρτυροῦσι λέγοντες· «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ᾽ ἐμὲ ἐλογίσαντο πονηρὸν λέγοντες· δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων.» Καὶ πάλιν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Θάνατος δὲ μετέωρος, καὶ ἐν ξύλῳ γινόμενος, οὐκ ἄλλος ἂν εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνῳ τῷ σταυρῷ.

Ἐπειδὴ δὲ τῇ τοῦ Σωτῆρος ἐπιδημίᾳ καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν Θεὸν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ᾽ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἁγίοις γράμμασιν. «Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι.» Ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων.

Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν. Τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηθέντων δικαίων, καὶ ἁγίων προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἢ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων; οὐκ Ἄβελ μὲν ἐξ Ἀδὰμ γέγονεν, Ἐνὼχ δὲ ἐκ τοῦ Ἰάρεδ, Νῶε ἐκ Λαμέχ, καὶ Ἀβραὰμ μὲν ἐκ Θάρρα, Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ἰσαάκ; οὐχὶ Ἰούδας ἐξ Ἰακώβ, καὶ Μωϋσῆς καὶ Ἀαρὼν ἐξ Ἀβραάμ; οὐ Σαμουὴλ τοῦ Ἑλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίας τοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ Ἀμώς, οὐχ Ἱερεμίας τοῦ Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί; οὐχ ἕκαστος ἔσχε τὸν πατέρα τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς; ὅτι καὶ λίαν ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας.

Τίνος δὲ τῆς γενέσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γεννηθέντα ἐσήμανε τῇ οἰκουμένῃ; Μωϋσῆς μὲν γὰρ γεννώμενος ἐκρύπτετο ὑπὸ τῶν γονέων· Δαβὶδ δὲ οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη, ὅπουγε οὐδὲ ὁ μέγας Σαμουὴλ αὐτὸν ἐγίνωσκεν, ἀλλ᾽ ἐπυνθάνετο, εἰ ἔστιν ἔτι υἱὸς τῷ Ἰεσσαί· Ἀβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας ἐγνώσθη τοῖς ἐγγύς. Τῆς δὲ τοῦ Χριστοῦ γενέσεως μάρτυς οὐκ ἄνθρωπος, ἀλλ᾽ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῷ, ὅθεν καὶ κατέβαινεν.

Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων «πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα» ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; οὐ Δαβὶδ τριακονταετὴς ἐβασίλευσε, καὶ Σαλομὼν νέος γεγονὼς ἐβασίλευσεν; Οὐκ Ἰωὰς ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε, καὶ ὁ ἔτι κατωτέρω Ἰωσίας περὶ ἔτη γεγονὼς ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; Ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα ἢ μητέρα.

Τίς οὖν ἄρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς; Τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῷ Ἰσραήλ, καὶ ἐν τῷ Ἰούδᾳ, λεγέτωσαν οἱ Ἰουδαῖοι διερευνήσαντες, ἐφ᾽ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε; Καὶ οὐ μᾶλλον ἠναντιοῦντο πανταχόθεν αὐτοῖς;

Ἕως γὰρ συνειστήκει ἡ Ἰερουσαλήμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς.

Ἢ οὐχὶ Δαβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει, καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ Ἀμορραῖοι ἠναντιοῦντο Ἰησοῦ τῷ τοῦ Ναυὴ, οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο;

Καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς φιλίας; Τίς οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν προφήτην ἀδύνατον ψεύσασθαι. Τίνος δὲ τῶν ἁγίων προφητῶν ἢ τῶν ἄνωθεν πατριαρχῶν ὁ θάνατος ἐν σταυρῷ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας; Ἢ τίς ἐτραυματίσθη καὶ ἀνῃρέθη ὑπὲρ τῆς πάντων ὑγείας; Τίς δὲ τῶν δικαίων ἢ τῶν βασιλέων κατῆλθεν εἰς Αἴγυπτον, καὶ τῇ τούτου καθόδῳ τὰ τῶν Αἰγυπτίων εἴδωλα πέπαυται;

Ἀβραὰμ μὲν γὰρ κατῆλθε, καὶ πάλιν ἡ εἰδωλολατρία κατὰ πάντων. Μωϋσῆς ἐκεῖ γεγέννηται, καὶ οὐδὲν ἧττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία. Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται, καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας;

Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει, Δαβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών.

Εἰ δὲ καὶ ἐζητήθη ὑπὸ τοῦ Σαούλ, ἀλλὰ ἀβλαβὴς ἐσῴζετο. Ἡσαΐας ἐπρίσθη μέν, ἀλλ᾽ οὐκ ἐπὶ ξύλου κεκρέμασται· Ἱερεμίας ὑβρίσθη, ἀλλ᾽ οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ ἔπασχεν, ἀλλ᾽ οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων.

Ἔπειτα οὗτοι, καὶ πάσχοντες, ἄνθρωποι ἦσαν, ὁποῖοι καὶ πάντες κατὰ τὴν τῆς φύσεως ὁμοιότητα· ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ ἁπλῶς ἄνθρωπος, ἀλλὰ ζωὴ πάντων λέγεται, κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις. «Ὄψεσθε γάρ, φησί, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν», καὶ· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Πάντων μὲν γὰρ τῶν ἁγίων τὴν γενεάν τις δύναται μαθὼν ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι.

Τίς οὖν ἐστι, περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί; ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν; Ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων Σωτῆρος τοῦ Θεοῦ Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ ἄνθρωπος ἐπὶ γῆς φανεὶς καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν. Οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα τούτου λέγειν, οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρὸς ἀλλ᾽ ἐκ παρθένου μόνης.

Ὥσπερ οὖν τοῦ Δαβὶδ καὶ Μωϋσέως καὶ πάντων τῶν πατριαρχῶν τοὺς πατέρας τις γενεαλογεῖν δύναται, οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ Σωτῆρος ἐξ ἀνδρὸς διηγήσασθαι. Οὗτός ἐστιν ὁ καὶ τὸν ἀστέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας. Ἔδει γὰρ ἀπ᾽ οὐρανοῦ κατερχόμενον τὸν Λόγον, ἐξ οὐρανοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερχόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι.

Ἀμέλει ἐν Ἰουδαίᾳ ἐγεννᾶτο, καὶ οἱ ἀπὸ Περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῷ. Οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωματικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν ἀντικειμένων δαιμόνων νίκην, καὶ κατὰ τῆς εἰδωλολατρίας τρόπαια.

Πάντες γοῦν πανταχόθεν οἱ ἀπὸ τῶν ἐθνῶν, ἐξομνύμενοι τὴν πάτριον συνήθειαν καὶ τὴν εἰδώλων ἀθεότητα, πρὸς τὸν Χριστὸν λοιπὸν τὴν ἐλπίδα τίθενται, καὶ αὐτῷ καταγράφουσιν ἑαυτούς, ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτον.

Οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν Αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ Κύριος τοῦ παντός, ὡς ἐπὶ νεφέλης ἐποχούμενος, τῷ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην, πάντας δὲ εἰς ἑαυτὸν καὶ δι᾽ ἑαυτοῦ πρὸς τὸν Πατέρα μετήνεγκεν.

Οὗτός ἐστιν ὁ σταυρωθεὶς ἐπὶ μάρτυρι τῷ ἡλίῳ καὶ τῇ κτίσει καὶ τοῖς αὐτῷ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῷ τούτου θανάτῳ ἡ σωτηρία πᾶσι γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται. Οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδούς, κἂν Ἰουδαῖοι μὴ πιστεύωσιν.

Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ᾽ ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. Περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆται· «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα· ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα;» Τίς οὖν ἐστιν ὁ ἐμφανὴς γενόμενος;

Εἴποι τις πρὸς Ἰουδαίους· εἰ μὲν γὰρ ὁ προφήτης ἐστί, λεγέτωσαν πότε ἐκρύπτετο, ἵνα καὶ ὕστερον φανῇ· Ποῖος δὲ οὗτός ἐστιν ὁ προφήτης ὁ καὶ ἐμφανὴς ἐξ ἀφανῶν γενόμενος, καὶ τὰς χεῖρας ἐκπετάσας ἐπὶ σταυροῦ;

Τῶν μὲν οὖν δικαίων οὐδείς, μόνος δὲ ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἀσώματος ὢν τὴν φύσιν καὶ δι᾽ ἡμᾶς σώματι φανεὶς καὶ ὑπὲρ ἡμῶν παθών. Ἢ εἰ μηδὲ τοῦτο αὔταρκες αὐτοῖς, κἂν ἐξ ἑτέρων δυσωπείσθωσαν, οὕτως ἐναργῆ τὸν ἔλεγχον ὁρῶντες· φησὶ γὰρ ἡ γραφή· «Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων.» Τί τοίνυν καὶ περὶ τούτου δύνανται λέγειν, ἢ πῶς ὅλως καὶ πρὸς τοῦτο τολμῶσιν ἀντιβλέπειν; Ἡ μὲν γὰρ προφητεία Θεὸν ἐπιδημεῖν σημαίνει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τό τε γὰρ τυφλοὺς ἀναβλέπειν, καὶ χωλοὺς περιπατεῖν, καὶ κωφοὺς ἀκούειν, καὶ τρανοῦσθαι μογγιλάλων τὴν γλῶσσαν, ἐπὶ τῇ γενομένῃ θείᾳ παρουσίᾳ λέγουσι. Πότε τοίνυν γέγονε τοιαῦτα σημεῖα ἐν τῷ Ἰσραὴλ ἢ ποῦ τοιοῦτόν τι γέγονεν ἐν τῇ Ἰουδαίᾳ, λεγέτωσαν.

Λεπρὸς ἐκαθαρίσθη Ναιμάν, ἀλλ᾽ οὐ κωφὸς ἤκουσεν, οὐδὲ χωλὸς περιεπάτησε. Νεκρὸν ἤγειρεν Ἠλίας καὶ Ἐλισσαῖος, ἀλλ᾽ οὐκ ἐκ γενετῆς ἀνέβλεψε τυφλός. Μέγα μὲν γὰρ καὶ τὸ ἐγεῖραι νεκρὸν ἀληθῶς, ἀλλ᾽ οὐ τοιοῦτον, ὁποῖον τὸ παρὰ τοῦ Σωτῆρος θαῦμα. Πλὴν εἰ τὸ περὶ τοῦ λεπροῦ καὶ τοῦ νεκροῦ τῆς χήρας οὐ σεσιώπηκεν ἡ γραφή, πάντως εἰ ἐγεγόνει καὶ χωλὸν περιπατεῖν καὶ τυφλὸν ἀναβλέπειν, οὐκ ἂν παρῆκε τοῦ δηλῶσαι καὶ ταῦτα ὁ λόγος. Ἐπειδὴ δὲ σεσιώπηται ἐν ταῖς γραφαῖς, δῆλόν ἐστι μὴ γεγενῆσθαι ταῦτα πρότερον.

Πότε οὖν γέγονε ταῦτα, εἰ μὴ ὅτε αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι παραγέγονε; Πότε δὲ παραγέγονεν, εἰ μὴ ὅτε χωλοὶ περιεπάτησαν, καὶ μογγιλάλοι ἐτρανώθησαν, καὶ κωφοὶ ἤκουσαν, καὶ τυφλοὶ ἐκ γενετῆς ἀνέβλεψαν; Διὰ τοῦτο γὰρ καὶ οἱ τότε θεωροῦντες Ἰουδαῖοι ἔλεγον, ὡς οὐκ ἄλλοτε ταῦτα γενόμενα ἀκούσαντες· «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἀνέῳξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.» Ἀλλ᾽ ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω παραγεγενῆσθαι τὸν Θεὸν Λόγον διαβεβαιώσονται. Τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φαινόμενα.

Ἀλλὰ περὶ τούτου καὶ πρὸ πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ παρ᾽ ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου Δανιὴλ σημαίνοντος καὶ τὸν παρόντα καιρόν, καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν, λέγοντος· «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου.» Ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα. Τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνανται; ὅπουγε καὶ ὁ Χριστὸς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἁπλῶς ἀλλ᾽ Ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἰερουσαλὴμ συνίσταται, καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῷ Ἰσραήλ.

Ἐχρίσθη πάλαι Δαβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ Ἀσάφ, καὶ Νάθαν, καὶ μετ᾽ αὐτοὺς Ἡσαΐας, καὶ Ὠσῆε, καὶ Ἀμώς, καὶ ἄλλοι. Ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων.

Ἀλλ᾽ ἐὰν τὴν αἰχμαλωσίαν προβάλλωνται, καὶ δι᾽ αὐτὴν μὴ εἶναι λέγωσι τὴν Ἰερουσαλήμ, τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ Δανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.

Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. Πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ Ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον γὰρ καὶ μέγα γνώρισμα τῆς τοῦ Θεοῦ Λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν Ἰερουσαλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις, καὶ μάλα εἰκότως.

Ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν; Καὶ παρούσης τῆς Ἀληθείας, τίς ἔτι χρεία τῆς σκιᾶς ἦν; Διὰ τοῦτο γὰρ καὶ προεφήτευον ἕως ἂν ἔλθῃ ἡ Αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτίας. Διὰ τοῦτο καὶ Ἰερουσαλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν᾽ ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους.

Παρόντος τοίνυν τοῦ Ἁγίου τῶν ἁγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅρασις καὶ προφητεία, καὶ ἡ τῆς Ἰερουσαλὴμ βασιλεία πέπαυται. Ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ᾽ αὐτοῖς βασιλεῖς, ἕως ἂν ἐχρίσθη ὁ Ἅγιος τῶν ἁγίων· καὶ Μωϋσῆς δὲ ἕως αὐτοῦ τὴν Ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει λέγων· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ὅθεν καὶ αὐτὸς ὁ Σωτὴρ ἐβόα λέγων· «Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν.» Εἰ μὲν οὖν ἐστὶ παρὰ Ἰουδαίοις νῦν βασιλεὺς ἢ προφήτης ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα Χριστόν. Εἰ δὲ μήτε βασιλεὺς μήτε ὅρασις, ἀλλ᾽ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία, καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω, τί τοσοῦτον ἀσεβοῦσι καὶ παραβαίνουσιν, ὡς τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα Χριστὸν ἀρνεῖσθαι; τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπάνοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν Θεὸν Ἰσραὴλ διὰ τοῦ Χριστοῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ κατὰ σάρκα γενόμενον Χριστὸν καὶ βασιλεύοντα λοιπόν; εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεόν, ἀλλὰ μὴ τὸν Θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσέως ὡμολόγουν, καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν Θεόν.

Εἰ δὲ τὸν Μωϋσῇ δεδωκότα τὸν νόμον καὶ τῷ Ἀβραὰμ ἐπαγγειλάμενον Θεόν, καὶ οὗ τὸν λόγον ἠτίμασαν Ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβουσι, διὰ τί μὴ γινώσκουσι, μᾶλλον δὲ διὰ τί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευόμενος ὑπὸ τῶν γραφῶν Κύριος ἐπέλαμψε τῇ οἰκουμένῃ καὶ ἐπεφάνη σωματικῶς αὐτῇ, καθὼς εἶπεν ἡ γραφή· «Κύριος ὁ Θεὸς ἐπέφανεν ἡμῖν», καὶ πάλιν· «Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καὶ πάλιν· «Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.» Ὅμοιον δὲ πάσχουσιν, ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτιζομένην ὑπὸ τοῦ ἡλίου βλέποι, τὸν δὲ ταύτην φωτίζοντα ἥλιον ἀρνεῖται. Τί γὰρ καὶ πλεῖον ἐλθὼν ὁ προσδοκώμενος παρ᾽ αὐτοῖς ἔχει ποιῆσαι;

Καλέσαι τὰ ἔθνη; Ἀλλ᾽ ἔφθασαν κληθῆναι. Ἀλλὰ παῦσαι προφήτην, καὶ βασιλέα, καὶ ὅρασιν; Γέγονεν ἤδη καὶ τοῦτο. Τὴν εἰδώλων ἀθεότητα διελέγξαι; Διηλέγχθη ἤδη καὶ κατεγνώσθη. Ἀλλὰ τὸν θάνατον καταργῆσαι; Κατήργηται ἤδη.

Τί τοίνυν οὐ γέγονεν, ὃ δεῖ τὸν Χριστὸν ποιῆσαι; ἢ τί περιλείπεται, ὃ μὴ πεπλήρωται, ἵνα νῦν χαίρωσιν Ἰουδαῖοι καὶ ἀπιστῶσιν; Εἰ γὰρ δή, ὥσπερ οὖν καὶ ὁρῶμεν, οὔτε βασιλεύς, οὔτε προφήτης, οὔτε Ἰερουσαλήμ, οὔτε θυσία, οὔτε ὅρασίς ἐστι παρ᾽ αὐτοῖς· ἀλλὰ καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμπάνοντες τὴν ἀθεότητα, λοιπὸν πρὸς τὸν Θεὸν Ἀβραὰμ καταφεύγουσι διὰ τοῦ Λόγου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δῆλον ἂν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν Χριστόν, καὶ αὐτὸν πάντας ἁπλῶς τῷ ἑαυτοῦ φωτὶ καταλάμψαντα, καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ Πατρὸς τὴν ἀληθῆ καὶ θείαν διδασκαλίαν.