Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Ανασκευή της ελληνικής χλεύης περί της σαρκώσεως

Θεολογική επιχειρηματολογία προς τους Έλληνες φιλοσόφους σχετικά με το εύλογο της χρήσης του ανθρώπινου σώματος από τον Λόγο για τη σωτηρία του πεπλανημένου ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 12

Ἰουδαίους μὲν οὖν ἄν τις ἐκ τούτων καὶ τῶν πλειόνων παρὰ τῶν θείων γραφῶν εἰκότως ἐλέγξειεν. Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι.

Πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ᾽ ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν, μάλιστα ἀφ᾽ ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν. Τί γὰρ ἄτοπον, ἢ τί χλεύης παρ᾽ ἡμῖν ἄξιον; Ἢ πάντως ὅτι τὸν Λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν; Ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι.

Εἰ μὲν οὖν ὅλως ἀρνοῦνται Λόγον εἶναι Θεοῦ, περιττῶς ποιοῦσι, περὶ οὗ μὴ ἴσασι χλευάζοντες. Εἰ δὲ ὁμολογοῦσιν εἶναι Λόγον Θεοῦ, καὶ τοῦτον Ἡγεμόνα τοῦ παντός, καὶ ἐν αὐτῷ τὸν Πατέρα δεδημιουργηκέναι τὴν κτίσιν, καὶ τῇ τούτου προνοίᾳ τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι, καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι᾽ αὐτοῦ τὸν Πατέρα· σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ᾽ ἑαυτῶν κινοῦντες ἀγνοοῦσι.

Τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων φιλόσοφοι, καὶ ἀληθεύουσι λέγοντες. Ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα. Εἰ τοίνυν ἐν τῷ κόσμῳ σώματι ὄντι ὁ τοῦ Θεοῦ Λόγος ἐστί, καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκε, τί θαυμαστὸν ἢ τί ἄτοπον εἰ καὶ ἐν ἀνθρώπῳ φαμὲν αὐτὸν ἐπιβεβηκέναι;

Εἰ γὰρ ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι, ἄτοπον ἂν εἴη καὶ ἐν τῷ παντὶ τοῦτον ἐπιβεβηκέναι, καὶ τὰ πάντα τῇ προνοίᾳ ἑαυτοῦ φωτίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον. Εἰ δὲ τῷ κόσμῳ τοῦτον ἐπιβαίνειν καὶ ἐν ὅλῳ αὐτὸν γνωρίζεσθαι πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνῳ σώματι αὐτὸν ἐπιφαίνεσθαι, καὶ ὑπ᾽ αὐτοῦ τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν. Μέρος γὰρ τοῦ παντὸς καὶ τὸ ἀνθρώπων ἐστὶ γένος. Καὶ εἰ τὸ μέρος ἀπρεπές ἐστιν ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος γνῶσιν, ἀτοπώτατον ἂν εἴη καὶ δι᾽ ὅλου τοῦ κόσμου γνωρίζεσθαι τὸν τοιοῦτον.

Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ ἀνθρώπου, ἀνόητος ἂν νομισθείη, ὅτι διδοὺς ἐν τῷ ὅλῳ αὐτὸν διϊκνεῖσθαι καὶ ἐνεργεῖν, κωλύει καὶ ἐν τῷ μέρει αὐτὸν εἶναι· οὕτως ὁ διδοὺς καὶ πιστεύων τὸν τοῦ Θεοῦ Θεὸν Λόγον ἐν τῷ παντὶ εἶναι, καὶ τὸ πᾶν ὑπ᾽ αὐτοῦ φωτίζεσθαι καὶ κινεῖσθαι, οὐκ ἄτοπον ἂν ἡγήσηται καὶ σῶμα ἓν ἀνθρώπινον ὑπ᾽ αὐτοῦ κινεῖσθαι καὶ φωτίζεσθαι.

Εἰ δὲ ὅτι γενητόν ἐστι, καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος, διὰ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπῳ τοῦ Σωτῆρος ἐπιφάνειαν, ὥρα καὶ τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ Λόγου γέγονεν.

Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῇ τὸν Λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπῳ αὐτὸν εἶναι ἄτοπον. Ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι.

Μέρος γάρ, ὡς προεῖπον, τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἐστιν. Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπῳ εἶναι τὸν Λόγον, καὶ πάντα ὑπ᾽ αὐτοῦ καὶ ἐν αὐτῷ φωτίζεσθαι καὶ κινεῖσθαι καὶ ζῆν, καθὼς καὶ οἱ παρ᾽ αὐτοῖς συγγραφεῖς φασιν, ὅτι «ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν».

Τί λοιπὸν χλεύης ἄξιον λέγομεν, εἰ ἐν ᾧ ἔστιν ὁ Λόγος, τούτῳ πρὸς φανέρωσιν ὡς ὀργάνῳ κέχρηται ὁ Λόγος; Εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτῳ. Εἰ δὲ προαποδεδώκαμεν ἐν τῷ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἐστίν, ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει;

Ὥσπερ γὰρ ταῖς ἑαυτοῦ δυνάμεσιν ὅλος ἐν ἑκάστῳ καὶ πᾶσιν ἐπιβαίνων, καὶ πάντα διακοσμῶν ἀφθόνως, εἰ ἤθελε, διὰ ἡλίου ἢ σελήνης ἢ οὐρανοῦ ἢ γῆς ἢ ὑδάτων ἢ πυρὸς οὐκ ἄν τις ἀτόπως αὐτὸν, φωνῇ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ Πατέρα, ἔφησε πεποιηκέναι· ἅπαξ πάντα αὐτοῦ συνέχοντος καὶ μετὰ πάντων καὶ ἐν αὐτῷ τῷ μέρει τυγχάνοντος καὶ ἀοράτως ἑαυτὸν δεικνύντος· οὕτως οὐκ ἄτοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα καὶ τὰ ὅλα ζωοποιοῦντα, καὶ θελήσαντα δι᾽ ἀνθρώπων γνωρίσαι, εἰ ὀργάνῳ κέχρηται ἀνθρώπου σώματι πρὸς φανέρωσιν ἀληθείας καὶ γνῶσιν τοῦ Πατρός. Μέρος γὰρ τοῦ ὅλου καὶ ἡ ἀνθρωπότης τυγχάνει.

Καὶ ὥσπερ ὁ νοῦς, δι᾽ ὅλου τοῦ ἀνθρώπου ὤν, ἀπὸ μέρους τοῦ σώματος, τῆς γλώττης λέγω, σημαίνεται, καὶ οὐ δήπου τις ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει· οὕτως ὁ Λόγος, διὰ πάντων ὤν, εἰ ἀνθρωπίνῳ κέχρηται ὀργάνῳ, οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο. Εἰ γάρ, ὡς προεῖπον, ἀπρεπὲς ὀργάνῳ χρήσασθαι σώματι, ἀπρεπὲς καὶ ἐν τῷ ὅλῳ αὐτὸν εἶναι.

Διατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι᾽ ἄλλων μερῶν καλλιόνων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ οἷον ἡλίῳ ἢ σελήνῃ ἢ ἄστροις ἢ πυρὶ ἢ αἰθέρι οὐ κέχρηται, ἀλλὰ ἀνθρώπῳ μόνῳ, γινωσκέτωσαν ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ Κύριος, ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσχοντας.

Ἐπιδεικνυμένου μὲν γὰρ ἦν μόνον ἐπιφανῆναι καὶ καταπλῆξαι τοὺς ὁρῶντας· θεραπεύοντος δὲ καὶ διδάσκοντός ἐστι, μὴ ἁπλῶς ἐπιδημῆσαι, ἀλλ᾽ ἐπ᾽ ὠφελείᾳ τῶν δεομένων γενέσθαι, καὶ ὡς οἱ χρῄζοντες φέρουσιν ἐπιφανῆναι, ἵνα μὴ τῷ ὑπερβάλλοντι τὴν χρείαν τῶν πασχόντων αὐτοὺς τοὺς δεομένους ταράξῃ, καὶ ἀνωφελὴς τούτοις ἡ ἐπιφάνεια τοῦ θείου γένηται.

Οὐδὲν τοίνυν τῶν ἐν τῇ κτίσει πεπλανημένον ἦν εἰς τὰς περὶ Θεοῦ ἐννοίας, εἰ μὴ μόνος ὁ ἄνθρωπος. Ἀμέλει, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ οὐρανός, οὐ τὰ ἄστρα, οὐχ ὕδωρ, οὐκ αἰθὴρ παρήλλαξαν τὴν τάξιν, ἀλλ᾽ εἰδότες τὸν ἑαυτῶν δημιουργὸν καὶ βασιλέα Λόγον μένουσιν ὡς γεγόνασιν· ἄνθρωποι δὲ μόνοι ἀποστραφέντες τὸ καλόν, λοιπὸν τὰ οὐκ ὄντα ἀντὶ τῆς ἀληθείας ἐπλάσαντο, καὶ τὴν εἰς Θεὸν τιμὴν καὶ τὴν περὶ αὐτοῦ γνῶσιν δαίμοσι καὶ ἀνθρώποις ἐν λίθοις ἀνατεθείκασιν.

Ὅθεν εἰκότως, ἐπειδὴ παριδεῖν τὸ τηλικοῦτον οὐκ ἄξιον ἦν τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλὰ καὶ ἐν τῷ ὅλῳ αὐτὸν διέποντα καὶ ἡγεμονεύοντα οὐκ ἠδυνήθησαν αὐτὸν γνῶναι οἱ ἄνθρωποι, μέρος τοῦ ὅλου λαμβάνει ἑαυτῷ ὄργανον τὸ ἀνθρώπινον σῶμα, καὶ ἐπιβαίνει τούτῳ, ἵν᾽ ἐπειδὴ ἐν τῷ ὅλῳ αὐτὸν οὐκ ἠδυνήθησαν γνῶναι, κἂν ἐν τῷ μέρει μὴ ἀγνοήσωσιν αὐτόν· καὶ ἐπειδὴ ἀναβλέψαι οὐκ ἠδυνήθησαν εἰς τὴν ἀόρατον αὐτοῦ δύναμιν, κἂν ἐκ τῶν ὁμοίων λογίσασθαι καὶ θεωρῆσαι δυνηθῶσιν αὐτόν.

Ἄνθρωποι γὰρ ὄντες, διὰ τοῦ καταλλήλου σώματος καὶ τῶν δι᾽ αὐτοῦ θείων ἔργων, ταχύτερον καὶ ἐγγύτερον τὸν τούτου Πατέρα γινώσκειν δυνήσονται, συγκρίνοντες ὡς οὐκ ἀνθρώπινα, ἀλλὰ Θεοῦ ἔργα ἐστί, τὰ ὑπ᾽ αὐτοῦ γινόμενα.

Καὶ ἐὰν ἄτοπον ἦν κατ᾽ αὐτοὺς διὰ τῶν τοῦ σώματος ἔργων τὸν Λόγον γνωρίζεσθαι, πάλιν ἄτοπον ἂν εἴη ἐκ τῶν ἔργων τοῦ παντὸς γινώσκεσθαι τοῦτον. Ὥσπερ γὰρ ἐν τῇ κτίσει ὤν, οὐδέν τι τῆς κτίσεως μεταλαμβάνει, ἀλλὰ μᾶλλον τὰ πάντα τῆς αὐτοῦ δυνάμεως μεταλαμβάνει, οὕτως καὶ τῷ σώματι ὀργάνῳ χρώμενος, οὐδενὸς τῶν τοῦ σώματος μετεῖχεν, ἀλλὰ μᾶλλον αὐτὸς ἡγίαζε καὶ τὸ σῶμα.

Εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς Ἕλλησι θαυμαζόμενος Πλάτων φησὶν ὅτι ὁρῶν τὸν κόσμον ὁ γεννήσας αὐτὸν χειμαζόμενον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος δύνειν τόπον, καθίσας ἐπὶ τοὺς οἴακας τῆς Ψυχῆς βοηθεῖ, καὶ πάντα τὰ πταίσματα διορθοῦται· τί ἄπιστον λέγεται παρ᾽ ἡμῖν, εἰ πλανωμένης τῆς ἀνθρωπότητος ἐκάθισεν ὁ Λόγος ἐπὶ ταύτην, καὶ ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσῃ διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγαθότητος;

Ἀλλ᾽ ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον ποιῆσαι, καὶ μὴ σώματος ἅψασθαι τὸν τούτου Λόγον, ὥσπερ οὖν καὶ πάλαι πεποίηκεν, ὅτε ἐκ τοῦ μὴ ὄντος αὐτὰ συνίστη.

Πρὸς δὲ ταύτην αὐτῶν τὴν ἀντίθεσιν εἰκότως ἂν λεχθείη ταῦτα, ὅτι πάλαι μὲν οὐδενὸς οὐδαμῆ ὑπάρχοντος, νεύματος γέγονε χρεία καὶ βουλήσεως μόνης εἰς τὴν τοῦ παντὸς δημιουργίαν. Ὅτε δὲ γέγονεν ὁ ἄνθρωπος, καὶ χρεία ἀπῄτησεν οὐ τὰ μὴ ὄντα ἀλλὰ τὰ γενόμενα θεραπεῦσαι, ἀκόλουθον ἦν ἐν τοῖς ἤδη γενομένοις τὸν Ἰατρὸν καὶ Σωτῆρα παραγενέσθαι, ἵνα καὶ τὰ ὄντα θεραπεύσῃ. Γέγονε δὲ ἄνθρωπος διὰ τοῦτο, καὶ ἀνθρωπείῳ ὀργάνῳ κέχρηται τῷ σώματι.

Ἐπεὶ εἰ μὴ τοῦτον ἔδει γενέσθαι τὸν τρόπον, πῶς ἔδει τὸν Λόγον, ὀργάνῳ θέλοντα χρήσασθαι παραγενέσθαι; Ἢ πόθεν ἔδει τοῦτο λαβεῖν αὐτόν, εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρῃζόντων τῆς αὐτοῦ θειότητος διὰ τοῦ ὁμοίου; οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρῃζε σωτηρίας, ἵνα καὶ προστάξει μόνον ἀρκεσθῇ, ἀλλ᾽ ὁ ἤδη γενόμενος ἄνθρωπος ἐφθείρετο καὶ παραπώλλυτο. Ὅθεν εἰκότως ἀνθρωπίνῳ κέχρηται καλῶς ὀργάνῳ, καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ Λόγος.

Ἔπειτα καὶ τοῦτο ἰστέον, ὅτι ἡ γενομένη φθορὰ οὐκ ἔξωθεν ἦν τοῦ σώματος, ἀλλ᾽ αὐτῷ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς ζωὴν αὐτῷ προσπλακῆναι, ἵνα ὥσπερ ἐν τῷ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῷ γένηται καὶ ἡ ζωή.

Εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος, ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι. Εἰ δὲ ἐν τῷ σώματι συνεπλάκη ὁ θάνατος, καὶ ὡς συνὼν αὐτῷ κατεκράτει τούτου, ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῷ σώματι, ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωήν, ἀποβάλῃ τὴν φθοράν. Ἄλλως τε εἰ καὶ ἐγεγόνει ἔξω τοῦ σώματος ὁ Λόγος, καὶ μὴ ἐν αὐτῷ, ὁ μὲν θάνατος ἡττᾶτο ὑπ᾽ αὐτοῦ φυσικώτατα, ἅτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἧττον δὲ ἔμενεν ἐν τῷ σώματι ἡ προσγενομένη φθορά.

Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ Σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ, μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ· ἀλλ᾽ ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. Ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν θάνατος καθ᾽ ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι· διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. Πῶς γὰρ ἂν ὅλως ὁ Κύριος ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε;

Καὶ ὥσπερ τῆς καλάμης ὑπὸ πυρὸς φύσει φθειρομένης, εἰ κωλύει τις τὸ πῦρ ἀπὸ τῆς καλάμης, οὐ καίεται μὲν ἡ καλάμη, μένει δὲ ὅλως πάλιν καλάμη ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλήν· φύσει γάρ ἐστιν ἀναλωτικὸν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκοι τὴν καλάμην ἀμιάντῳ πολλῷ, ὃ δὴ λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρός, οὐκ ἔτι τὸ πῦρ φοβεῖται ἡ καλάμη, ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀκαύστου· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τοῦ θανάτου ἄν τις εἴποι· ὅτι εἰ προστάξει μόνον κωλυθεὶς ἦν ὁ θάνατος ὑπ᾽ αὐτοῦ, οὐδὲν ἧττον πάλιν ἦν θνητὸν καὶ φθαρτὸν κατὰ τὸν τῶν σωμάτων λόγον. Ἀλλ᾽ ἵνα μὴ τοῦτο γένηται, ἐνεδύσατο τὸν ἀσώματον τοῦ Θεοῦ Λόγον· καὶ οὕτως οὐκ ἔτι τὸν θάνατον οὐδὲ τὴν φθορὰν φοβεῖται, ἔχον ἔνδυμα τὴν ζωήν, καὶ ἐν αὐτῷ ἀφανιζομένης τῆς φθορᾶς.

Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν᾽, ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργων γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπῳ ἐργάσηται, καὶ δείξῃ ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων.

Πάλιν γὰρ τὸ αὐτό φημι, τοῖς πρότερον ἐπαναλαβών, ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· «Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.» Εἴτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν βούλεται, ὁρᾷ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανόν, εἰς ἀνθρώπους δὲ μόνον ἀνακύπτει, ὁρᾷ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους δύναμιν, καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις μόνον Θεὸν Λόγον. Εἴτε ἐν δαίμοσί τις ἀπεστράη, καὶ περὶ τούτου ἐπτόηται, ὁρᾷ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην· εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα Θεὸν εἶναι, ὥσπερ Αἰγύπτιοι σέβουσι τὸ ὕδωρ, ὁρᾷ ταύτην μεταβαλλομένην ὑπ᾽ αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν Κύριον.

Εἰ δὲ καὶ εἰς ᾅδην τις κατέβη, καὶ πρὸς τοὺς ἐκεῖ κατελθόντας ἥρωας ἐπτόηται ὡς θεούς, ἀλλ᾽ ὁρᾷ τὴν τούτου γενομένην ἀνάστασιν, καὶ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ λογίζεται καὶ ἐν ἐκείνοις μόνον εἶναι τὸν Χριστὸν ἀληθινὸν Κύριον καὶ Θεόν.

Πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ Κύριος, καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν, ὡς Παῦλός φησιν· «Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ», ἵνα μηκέτι τις ἀπατηθῆναι δυνηθῇ, ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον εὕρῃ.