Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Η πτώση της ειδωλολατρίας, των μαντείων και της μαγείας

Η οικουμενική επικράτηση της λατρείας του Χριστού, η συντριβή της δαιμονικής πλάνης, η σιγή των χρησμών και η υπεροχή του έναντι των αρχαίων θεοτήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 10 από 12

Οὕτω γὰρ λοιπὸν πανταχόθεν συγκλειόμενος ὁ ἄνθρωπος καὶ πανταχοῦ, τοῦτ᾽ ἔστιν ἐν οὐρανῷ, ἐν ᾅδῃ, ἐν ἀνθρώπῳ, ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ Λόγου θειότητα βλέπων, οὐκ ἔτι μὲν ἀπατᾶται περὶ Θεοῦ, μόνον δὲ τοῦτον προσκυνεῖ, καὶ δι᾽ αὐτοῦ καλῶς τὸν Πατέρα γινώσκει.

Τούτοις μὲν οὖν καὶ Ἕλληνες εἰκότως δυσωπηθήσονται παρ᾽ ἡμῶν ἐκ τῶν εὐλόγων· εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ᾽ ὄψεσι πάντων φαινομένων πιστούσθωσαν τὰ λεγόμενα.

Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ᾽ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Θεὸς Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ᾽ Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ;

Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ᾽ οὗ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν;

Πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, εἰ μὴ ὅτε ἡ τοῦ Θεοῦ Δύναμις ὁ Λόγος, ὁ πάντων καὶ τούτων Δεσπότης, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβάς, ἐπὶ γῆς ἐφάνη; Πότε δὲ τῆς μαγείας ἡ τέχνη καὶ τὰ διδασκαλεῖα ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφάνια τοῦ Λόγου γέγονεν ἐν ἀνθρώποις;

Καὶ ὅλως, πότε τῶν Ἑλλήνων ἡ σοφία μεμώραται, εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ Θεοῦ Σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφανέρωσε; Πάλαι μὲν γὰρ πᾶσα ἡ οἰκουμένη καὶ πᾶς τόπος τῇ θρησκείᾳ τῶν εἰδώλων ἐπλανᾶτο, καὶ οὐδὲν ἄλλο ἢ τὰ εἴδωλα θεοὺς ἐνόμιζον οἱ ἄνθρωποι. Νῦν δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην, τὴν μὲν τῶν εἰδώλων δεισιδαιμονίαν καταλιμπάνουσιν οἱ ἄνθρωποι, ἐπὶ δὲ τὸν Χριστὸν καταφεύγουσι, καὶ Θεὸν αὐτὸν προσκυνοῦντες, δι᾽ αὐτοῦ καὶ ὃν οὐκ ᾔδεισαν Πατέρα γινώσκουσι.

Καὶ τό γε θαυμαστόν, διαφόρων ὄντων καὶ μυρίων σεβασμάτων, καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον, καὶ μὴ ἰσχύοντος τοῦ παρ᾽ αὐτοῖς λεγομένου θεοῦ τὸν πλησίον ὑπερβῆναι τόπον, ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτόν, ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου—οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεόν, ἀλλ᾽ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλον, νομίζων τῶν πάντων αὐτὸ κύριον εἶναι—, μόνος ὁ Χριστὸς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώλων ἡ ἀσθένεια ποιῆσαι, ὥστε κἂν τοὺς πλησίον οἰκοῦντας πεῖσαι, τοῦτο ὁ Χριστὸς πεποίηκεν, οὐ μόνον τοὺς πλησίον ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην πείσας ἕνα καὶ τὸν αὐτὸν Κύριον σέβειν, καὶ δι᾽ αὐτοῦ Θεὸν τὸν αὐτοῦ Πατέρα.

Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντείων ἐπεπλήρωτο, καὶ τὰ ἐν Δελφοῖς καὶ Δωδώνῃ καὶ Βοιωτίᾳ καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμάζοντο τῇ φαντασίᾳ παρὰ τῶν ἀνθρώπων· νῦν δὲ ἀφ᾽ οὗ Χριστὸς καταγγέλλεται πανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος.

Καὶ πάλαι μὲν δαίμονες ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους, καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας. Νῦν δὲ τῆς θείας ἐπιφανείας τοῦ Λόγου γεγενημένης πέπαυται τούτων ἡ φαντασία. Τῷ γὰρ σημείῳ τοῦ σταυροῦ καὶ μόνον ὁ ἄνθρωπος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας.

Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεούς, Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας, ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο σέβοντες· ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγνώσθησαν ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινοῦ Θεοῦ Θεὸς Λόγος.

Τί δὲ περὶ τῆς θαυμαζομένης παρ᾽ αὐτοῖς μαγείας ἄν τις εἴποι; Ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ᾽ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσίᾳ τῆς ἀληθείας καὶ τῇ ἐπιφανείᾳ τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.

Περὶ δὲ τῆς Ἑλληνικῆς σοφίας καὶ τῆς τῶν φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ᾽ ἡμῶν δεῖσθαι λόγου, ἐπ᾽ ὄψει πάντων ὄντος τοῦ θαύματος, ὅτι τοσαῦτα γραψάντων τῶν παρ᾽ Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἂν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ᾽ ἀρετὴν βίου, μόνος ὁ Χριστὸς δι᾽ εὐτελῶν ῥημάτων, καὶ δι᾽ ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν, καὶ μηδὲν μὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι.

Ταῦτα δὲ τὰ λεγόμενα παρ᾽ ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν. Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρετῆς τὸ γνώρισμα ἐν ταῖς Χριστοῦ παρθένοις καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις, τῆς δὲ ἀθανασίας τὴν πίστιν ἐν τῷ τοσούτῳ τῶν μαρτύρων αὐτοῦ χορῷ.

Ἡκέτω δὲ καὶ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ᾽ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντείων ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημειῷ τοῦ γελωμένου παρ᾽ αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι᾽ αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται.

Τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ Χριστός, ὁ τῇ ἑαυτοῦ ὀνομασίᾳ καὶ παρουσίᾳ τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας; Λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες Ἕλληνες.

Εἰ μὲν γὰρ ἄνθρωπός ἐστι, καὶ πῶς εἷς ἄνθρωπος τὴν πάντων τῶν παρ᾽ αὐτοῖς θεῶν δύναμιν ὑπερῆρε, καὶ οὐδὲν ἐκείνους ὄντας τῇ ἑαυτοῦ δυνάμει διήλεγξεν; Εἰ δὲ μάγον αὐτὸν λέγουσι, πῶς οἷόν τέ ἐστιν ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν, καὶ μὴ μᾶλλον συνίστασθαι;

Εἰ μὲν γὰρ ἀνθρώπους μάγους ἐνίκα, ἢ καθ᾽ ἑνὸς ἴσχυε μόνου, καλῶς ἂν ἐνομίσθη παρ᾽ αὐτοῖς κρείττονι τέχνῃ τὴν τῶν ἄλλων ὑπερβάλλων. Εἰ δὲ κατὰ πάσης ἁπλῶς μαγείας καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρός, δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν Σωτῆρα, ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες ὡς δεσπότην φεύγουσι.

Τίς οὖν ἄρα ἐστὶ λεγέτωσαν οἱ μόνον ἐν τῷ χλευάζειν ἔχοντες τὴν σπουδὴν Ἕλληνες. Ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐτὸν γεγενῆσθαι, καὶ οὕτως ἰσχύειν. Τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην, πάλιν ταῖς προτέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι. Πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα;

Εἰ μὲν γὰρ ἁπλῶς δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῷ ἄρχοντι τῶν δαιμονίων ἰσχύειν αὐτὸν κατὰ τῶν ἐλαττόνων, ὁποῖα καὶ Ἰουδαῖοι θέλοντες αὐτὸν ὑβρίζειν ἔλεγον αὐτῷ. Εἰ δὲ πᾶσα τῶν δαιμόνων μανία ἐξίσταται τῇ τούτου ὀνομασίᾳ καὶ διώκεται, φανερὸν ἂν εἴη καὶ ἐν τούτῳ πλανᾶσθαι αὐτούς, καὶ μὴ εἶναι ὡς νομίζουσι δαιμονικήν τινα δύναμιν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Χριστόν.

Οὐκοῦν εἰ μήτε ἄνθρωπος ἁπλῶς μήτε μάγος μήτε δαίμων τίς ἐστιν ὁ Σωτήρ, ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ Ἑλλήνων σοφίαν τῇ ἑαυτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε, φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται ὅτι οὗτος ἀληθῶς Θεοῦ Υἱός ἐστι, Λόγος καὶ Σοφία καὶ Δύναμις τοῦ Πατρὸς ὑπάρχων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἐστιν αὐτοῦ τὰ ἔργα, ἀλλ᾽ ὑπὲρ ἄνθρωπον, καὶ Θεοῦ τῷ ὄντι γινώσκεται ταῦτα, καὶ ἀπ᾽ αὐτῶν τῶν φαινομένων καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους συγκρίσεως.

Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἵας ὁ κοινὸς πάντων Κύριος; Τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν;

Ἀσκληπιὸς ἐθεοποιήθη παρ᾽ αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμάτων ἐπενόει, οὐκ αὐτὸς ταύτας πλάττων ἀπὸ γῆς, ἀλλὰ τῇ ἐκ φύσεως ἐπιστήμῃ ταύτας ἐφευρίσκων. Τί δὲ πρὸς τὸ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ ἀποκατέστησε τὸ πλάσμα;

Ἡρακλῆς ὡς θεὸς προσκυνεῖται παρ᾽ Ἕλλησιν, ὅτι πρὸς ἴσους ἀνθρώπους ἀντεμαχέσατο, καὶ θηρία δόλοις ἀνεῖλε. Τί πρὸς τὰ ὑπὸ τοῦ Λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας καὶ τὸν θάνατον αὐτὸν ἀπήλαυνε τῶν ἀνθρώπων;

Διόνυσος θρησκεύεται παρ᾽ αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς ἀνθρώποις. Ὁ δὲ Σωτὴρ τῷ ὄντι καὶ Κύριος τοῦ παντός, σωφροσύνην διδάξας, χλευάζεται παρ᾽ ἐκείνων. Ἀλλ᾽ ἔστω ταῦτα. Τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θεότητος αὐτοῦ; Τίνος ἀποθνῄσκοντος ἀνθρώπου, ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐσείετο; Ἰδοὺ μέχρι νῦν ἀποθνῄσκουσι καὶ ἀπέθανον ἔτι ἄνωθεν ἄνθρωποι· πότε τι τοιοῦτον ἐπ᾽ αὐτοῖς γέγονε θαῦμα;

Ἤ, ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν τοῦ σώματος αὐτοῦ μνημονεύσω, τίνος πώποτε τῶν γενομένων ἀνθρώπων ἡ διδασκαλία, ἀπὸ περάτων ἕως περάτων γῆς μία καὶ ἡ αὐτὴ δι᾽ ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι;