Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς τοῦ διαβόλου ἀπάτης

Μέγας Αθανάσιος

Η απαρχή της δαιμονικής απάτης μέσω της κτίσεως και των μύθων

Ανάλυση των μεθόδων του διαβόλου, ο οποίος εκμεταλλεύεται την ομορφιά της δημιουργίας και χρησιμοποιεί αισχρούς μύθους για να παρασύρει τους ανθρώπους στη φυσιολατρία, την πίστη στην ειμαρμένη και την ηδυπάθεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Τοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Ἐξήγησις περὶ τῆς ἀπάτης τοῦ διαβόλου καὶ τῆς πλάνης τῶν εἰδώλων. Ὅσα ὁ διάβολος παρεισήνεγκε τῷ γένει τῶν ἀνθρώπων δεινὴν ἀπειλήν, κατὰ τοῦ ἡμετέρου γένους ἐξ ἀρχῆς συνεσκευάσατο καὶ τὴν πονηρίαν καθ᾽ ἡμῶν ἐμηχανήσατο. θεοῦ γὰρ τοῦ ποιήσαντος ἡμᾶς ἠλλοτρίωσεν, παραδείσου ἡμᾶς ἐξέβαλεν, θανάτῳ ἡμᾶς παραδέδωκεν, ἁμαρτίας ἐνέβαλεν, φθορὰν ἡμῖν προυξένησεν, πόνους ἡμῖν ἐπενόησεν· τούτων τῶν κακῶν 〈ἡμᾶς〉 ἐνέπλησεν ὁ πονηρός, τούτων ἐρρύσατο ὁ ἀγαθὸς θεός, δεῖ δὲ ἐφίκεσθαι καὶ πονηρίαν, ἵνα γνόντες πρὸς τίνα ἔχομεν ἀσφαλισώμεθα. αὐτοῖς γὰρ καλῶς γέγονεν καθ᾽ ἡμῶν ... κακία τοῖς κεκοσμημένοις προυξένησεν ἀκοσμίαν, προθέμενος γὰρ ἡμᾶς θεοῦ τοῦ ἀγαθοῦ ἀλλοτριῶσαι, παγίδας συνεστήσατο ἡμῖν διά τε οὐρανοῦ καὶ ἀέρος καὶ γῆς καὶ θαλάσσης, ἵνα ὅπου ἀνανεύσωμεν ἢ περιστραφῶμεν, περιληφθῶμεν οἷς συνεσκευάσατο. θεωρήσας γὰρ ὅτι καλὰ τὰ δημιουργήματα, πρώτοις τούτοις ἐπεχείρησεν ἡμᾶς τοῦ δημιουργοῦ ἀπαλλοτριῶσαι.

λαμπρός, φησίν, ὁ οὐρανός, κεχρήσομαι αὐτῷ, ἀποχρήσομαι αὐτῷ εἰς τὸ σκοτίσαι· καὶ ἥλιος φαίνῃ, ἔστω σκοτεινὸς τοῖς ἀνθρώποις· καὶ τὴν τάξιν τῶν δημιουργημάτων εἰς ἀταξίαν καθ᾽ ἡμῶν καθώπλισεν, τὰ γὰρ κατ᾽ οὐρανὸν τῶν δημιουργημάτων κάλλη ὑποδεικνύων ἀπεστέρησεν ἡμᾶς τοῦ προσκυνεῖν τὸν ποιητὴν καὶ ἀφέντες τὸν δημιουργὸν ἔστημεν εἰς τὰ δημιουργήματα καὶ γέγονεν ἡμῖν ἡ τάξις εἰς ἀταξίαν καὶ ὁ κόσμος εἰς ἀκοσμίαν καὶ τὸ φῶς εἰς σκότος καὶ τὰ ποιήματα εἰς προσκυνήματα. ἐπειδὴ φύσει ὀρέγεται ἡ ψυχὴ καλοῦ, θεασάμενος εἰς τί κἂν ἀνένευκεν ἡ ψυχή, κάλλη ὑποκρίσει προτείνει, ἵνα τῶν καλλίστων ἀποστερηθῇ· περιθεὶς δὲ 〈πίστιν〉 τῷ δρόμῳ τῶν ἄστρων καὶ τὴν τάξιν τὴν κατ᾽ οὐρανὸν ψευδῶς εἱμαρμένην ἐκάλεσεν τὴν πρόνοιαν ἐκβαλών, ἵνα μὴ ἑξώμεθα θεῷ βουλόμενοι σώζεσθαι· καὶ ἃ χρὴ ἐπιζητῆσαι παρὰ θεοῦ, ταῦτα, φησί, πάντα παρὰ τῶν ἄστρων ζητεῖ, συκοφαντήσας τὰ δημιουργήματα, ἵνα μὴ ζητηθῇ ὁ δημιουργήσας· καὶ λέξεις καλὰς τοῖς ποιηταῖς ἐνδοὺς καὶ σχήματα ἐπιτετηδευμένα περιθεὶς καὶ τῇ ἡδονῇ τῶν μύθων τὸ ψεῦδος κρύψας φησίν, ὁ οὐρανὸς γεννᾷ.

Κἀμοῦ ἀνέχεσθαι μνημονεύοντος μύθων ἐν καιρῷ· οὐχ ἵνα μιανῶ τὸν ἅγιον τόπον αἰσχρῶν μνημονεύσω, ἀλλ᾽ ἵνα τὰ αἰσχρὰ ἐνταῦθα ἐλεγχθέντα ἐλευθερώσῃ τοὺς κατεχομένους τῇ ἀπάτῃ. οὐ γὰρ ὁ ἀπόστολος κατώκνησεν μνημονεῦσαι τὰ ἀπὸ τῶν πράξεων φαῦλα 〈καὶ〉 διηγήσασθαι, “οὐχ ἵνα,” φησίν, “ταῦτα μάθωμεν, ἀλλ᾽ ἵνα τούτων ἐλευθερῶμεν”· τὸ γὰρ “ἄρρενες ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι”, αἰσχρὰ πρᾶξις καὶ οὐ σεμνὸν τὸ ῥῆμα, ἀναγκαία δὲ ἡ θεραπεία. πᾶς γὰρ ὁ θεραπεύων ἕλκος ἀνέχεται δυσωδίας, μολύνει τὰς χεῖρας· ἐὰν γὰρ μείνωσι καθαραὶ αἱ χεῖρες, ἐπιμένει ἡ νομή. ἐπεὶ τοίνυν τὸ ψεῦδος ἐλέγξαι δεῖ, ἵνα φανῇ ὁ ἔλεγχος ... ἔοικεν γὰρ ὁ πονηρὸς τοῖς τὰ θανάσιμα φάρμακα διδοῦσιν γλυκέσιν ἐκπόμασιν, οὕτως καὶ αὐτὸς λέξεσι καλαῖς τὴν πονηρίαν κρύψας ἔλαθεν ἐπιβουλεύων διὰ τῆς ἔξωθεν ἐπισκιάσεως καὶ ὡς πάλιν οἱ τὰ φάρμακα διδόντες οὐ γυμνὰ διὰ τὴν πικρότητα παρέχουσιν, ἀλλὰ τῇ εἰθισμένῃ τροφῇ ἐγκρύπτουσιν τὴν πονηρίαν, οὕτως λέξεις κομψὰς καὶ σχήματα ἐπιτετηδευμένα ἐμβαλὼν τῇ τῶν μύθων πλάνῃ καὶ τῇ τῆς ἀσελγείας ἡδονῇ καὶ προσθεὶς τῶν ἑορτῶν τὴν μέθην καὶ τὴν ἑστίαν, ἵνα βαρυνόμενοι μὴ περιεργασώμεθα τῶν μύθων τὸ ψεῦδος, ἀλλ᾽ ἑορτάζωμεν καθ᾽ ἑαυτῶν γυμνούμενοι διὰ τὸν οἶνον, πηλῷ φυρόμενοι διὰ τὴν ἀσέβειαν, αἰσχρὰ φθεγγόμενοι καὶ πάσχοντες.

καὶ πάντα ἐνδέδωκε τῇ ἡδονῇ, ἵνα μὴ ζητηθῇ ὁ τῆς σωφροσύνης ἔκδικος, ἐπειδὴ γὰρ ἑώρα ὅτι συντείνει εἰς τὸ θεῖον ἡμῶν ἡ ψυχή, εἰσάγει μὴ ὄντας θεούς, ἵνα τοῦ ὄντος ἐκπέσωμεν καὶ τούτοις περιτίθησι μοιχείας, ἵνα μὴ ἀσκήσωμεν σωφροσύνην.

Τίς γὰρ ἀκούων ὅτι θεὸς κατὰ τὸν μῦθον, —εἴπερ γάρ εἰσι λεγόμενοι θεοί, —ἀλλὰ δὴ τίς ἀκούων ὅτι θεός τις ὢν καὶ πρῶτος θεῶν ταῦρος γέγονεν, ἵνα παρθένον συλήσῃ καὶ πάλιν χρυσός, ἵνα κόλπους ἐρημώσῃ καὶ πάλιν ἀετός, ἵνα νεανίαν εἰς παρὰ φύσιν ἡδονὴν ἁρπάσῃ, τίς οὐκ ἀνάσχηται μιμεῖσθαι ὃν προσκυνεῖ. εἰ γὰρ ὁ προσκυνούμενος μεταβάλλει τὴν φύσιν, ἵνα φθείρῃ ψυχὴν ἢ ὁ ἄνω λεγόμενος κατέρχεται διὰ ἀσέλγειαν, τί πάθωσιν οἱ κάτω κυλιόμενοι, μιμούμενοι τὸν προσκυνούμενον. ἡδονῆς δὲ ἐπεισαχθείσης τῇ ψυχῇ ἐσκότωται πρὸς διάγνωσιν τῶν πραγμάτων· ὥσπερ κονιορτοῦ ἐμπεσόντος ἐν τῷ ὀφθαλμῷ ἀπεστέρηται ἡ ὄψις τοῦ διακρίνειν, οὕτως πάθους ἐμπεσόντος τῇ ψυχῇ οὐδὲν διακρίνει ἡ παθοῦσα καὶ ὥσπερ ἡ τοῦ κυβερνήτου τέχνη ἐπελθόντος χειμῶνος ἀπόλλυται, οὕτως ἐπερχομένων παθῶν τῇ ψυχῇ ἥττηται ὁ λογισμός. ὅσα κακὰ ὁ διάβολος περιεργάσατο, ἵνα γνώσθῃ, ὅσα ὁ θεὸς ἀγαθὰ διὰ Χριστοῦ ἐχαρίσατο· ὅταν γὰρ φανῇ ἡ προλαβοῦσα ἡμᾶς νόσος διὰ τὴν ἐπιβουλήν, ἡ χρονία ἐκείνη καὶ πολυπαμποίκιλος φανήσεται τοῦ ἰατροῦ ἡ δύναμις.