Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς τοῦ διαβόλου ἀπάτης

Μέγας Αθανάσιος

Η πτώση των πρωτοπλάστων και η εγκαθίδρυση της ειδωλολατρίας

Αναδρομή στην αρχέγονη απάτη στον Παράδεισο και περιγραφή της μεθόδευσης της δαιμονικής πλάνης, η οποία μετέτρεψε τα υλικά αγαθά σε είδωλα και υποδούλωσε την ανθρωπότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Πάντα ἐκίνησε καθ᾽ ἡμῶν ὁ διάβολος· τὰ μὲν ἕκοντα, τὰ δὲ ἄκοντα. οὐρανὸν καθ᾽ ἡμῶν οὐκ ἕκοντα, οὐ γὰρ θέλει 〈ὁ〉 οὐρανὸς προσκυνεῖσθαι ἀλλὰ μηνύειν τὸν προσκυνούμενον. ὃ δὲ μὴ βούλεται οὐρανὸς προσχαρισάμενος τῷ μὴ θέλοντι καὶ συκοφαντήσας τὸ δημιούργημα πρὸς τὸ προσκυνεῖσθαι ἀπεστέρησεν· ὅσον ἐπ᾽ αὐτὸν τὸ〈ν〉 προσκυνούμενον τοῦ προσκυνεῖσθαι ἀπεστέρησεν ὅσον ἐπ᾽ αὐτόν ... οὐ γὰρ θεὸς ταῦτα ἀπαιτεῖ, ἡμᾶς δὲ ὠφελεῖ, —ἐνέπλησεν ἡμῶν τὰς καρδίας μύθων, ἵνα μὴ δεξώμεθα τὴν ἀλήθειαν. πολλοί, φησί, θεοὶ καὶ μὴ ζητείσθω ὁ εἷς· καὶ γλυκεῖα ἡ ἡδονή, παροράσθω ἡ σωφροσύνη· καὶ οἱ θεοί, φησίν, ἀσεβοῦσιν, μὴ ζήτει τὸ σεμνόν· καὶ οἷς δέδωκεν ἡμῖν ὁ θεὸς καλοῖς, τούτοις ἐχρήσατο καθ᾽ ἡμῶν οὐ κατὰ τὸν θεόν. καλός, φησίν, ὁ χρυσός, χωνευέσθω εἰς ψεῦδος καὶ ὁ ἄργυρος γινέσθω ἄγαλμα εἰς ἀπάτην καὶ οἱ λαμπροὶ λίθοι εἰς ἄλλην ἐπίνοιαν καὶ τὰ σύνδενδρα ἀφοριζέσθω δαίμοσι καὶ πηγαὶ ἀνατιθέσθωσαν ἀλλ[ή]λοις καὶ οἱ ποταμοὶ ἑτέροις καὶ ἡ θάλασσα ἄλλοις.

Ὀκνῶ λέγειν, συνείσασιν δὲ οἱ εἰδότες· ἐσπούδασεν ἀλλοτριῶσαι τὰ δημιουργήματα, ἐπενόησε ταῦτα. ὑπηκούσαμεν ἡμεῖς, οὐ γὰρ ἀνάγκη 〈ὅτι〉 ἡμᾶς εἵλκυσεν, ἀλλὰ πείσας ἔλαβεν, ὥσπερ οἱ εὐγενεῖς τῶν παίδων ὑποφθείρονται, διὰ γλυκέων τινῶν ἀπὸ τῶν γονέων ἀποσυλῶνται. οὕτως καὶ ὁ διάβολος εἰς παράδεισον εἰσελθὼν ἔδειξεν ὅτι καλὸν τὸ δένδρον καὶ ἐνέβαλεν ἰόν, τοῖς γὰρ καλοῖς ἀναφύεται φθόνος. εἰ δὲ ἄνθρωπον ἐν παραδείσῳ διαίτημα ἀγγέλων ἔχοντα, φιλούμενον ὑπὸ τοῦ πλάσαντος, τετιμημένον ὑπὸ τοῦ δημιουργήσαντος ... πάντα εἶχεν δεδομένα τῷ ἀνθρώπῳ εἰς λειτουργίαν, πάντα εἰς ὑπηρεσίαν, οὐκ ἤνεγκεν τοῦ ἀνθρώπου τὴν εὐπραγίαν καὶ προσῆλθεν ὡς φίλος, ἔδρασε δὲ τὰ τῶν ἐχθρῶν, διέβαλε τὸν πλασθέντα πρὸς τὸν πλάσαντα, ἔπειθε παρακούειν. ἵνα αὐτὸς πιστεύθῃ, ἔδει τὸν θεὸν ὀργισθῆναι εἰς αὐτοὺς δημιουργήσαντα καὶ ὁ εὐεργέτης οὐκ ἐπιστεύθῃ, ὁ δὲ σύνδουλος προεπιστεύθῃ· καίτοι προησφαλίσατο ὁ θεὸς καὶ ἠπείλησε θάνατον, ἐὰν παρακούσῃ, οὐχ ἵνα ἀποθανῇ, ἀλλ᾽ ἵνα μὴ παρακούσας μὴ ἀποθανῇ. ὁ δὲ ἐξαπατήσας καὶ πείσας καὶ λαβὼν αἰχμάλωτον τὸν ἄνθρωπον καὶ ... ἐπειδὴ ἔλαβεν, ἐπέσφιγξεν αὐτῷ τὰ δεσμά, ἐπλήθυνεν αὐτῷ τὴν ἀπάτην, ἵνα μήποτε τῆς κακουργίας αἰσθανόμενος ζητήσῃ τὸν εὐεργέτην.

διὰ τοῦτο διὰ τὰ τοιαῦτα ἐξήπλωσεν αὐτῷ ὁ διάβολος δίκτυα· ἔδειξεν οὐρανὸν καὶ φησίν, προσκυνεῖτε, καὶ ἥλιον θεοποιεῖ, ἵνα θεοῦ ἐκπέσωμεν καὶ σελήνην ἄλλως τιμᾶσθαι παρὰ τὸ πρέπον κατεσκεύασεν. πολλοὺς ὠνόμασεν τοὺς μὴ ὄντας, ἵνα τοῦ ὄντος ἐκπέσωμεν· ἔστησε πρὸ ὀφθαλμῶν ἀρρένων γυμνὰς θηλείας ὡς θεούς, ἵνα οἱ ὀφθαλμοὶ γυμνὴν τὴν προσκυνουμένην ὁρῶντες ἐγείρωσιν καθ᾽ ἑαυτῶν τὴν καθεύδουσαν ἡδονήν. οὕτως γοῦν ἐπιθυμίαν ὁρᾷ δι᾽ ὁράσεως προβεβλημένην· καὶ γὰρ τοῖς ἰχθύσιν οὐ καθαρὸς ὁ χαλκὸς προβάλλεται ἀλλὰ διὰ τῆς τροφῆς κρυπτόμενος· καὶ νῦν ἀγάλματα χωνευθέντα πλάσμασι καὶ τέχναις περιεργα[ζε]σθέν〈τα〉 φέρει γυμνά, κρύπτει ἐν αὐτοῖς τὰ ἔνεδρα, παραδειγματίζει τὴν θηλείαν, παροξύνει τὴν ἡδονήν, σκανδαλίζει τοὺς ἄρρενας ἀφίστασθαι θεοῦ, ἀπωθεῖσθαι τὴν σωφροσύνην, ῥιζοῖ τὴν ἀσέλγειαν. τίς γὰρ γυνὴ τὴν νομιζομένην θεὰν γυμνὴν ὁρῶσα καλύπτεσθαι σπουδάζει ἢ τίς ὡς τελοῦσα ἑορτὰς μοιχείας θεοῦ αὐτῆς συνείδησιν ἀνδρὶ φυλάσσει;