Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς τοῦ διαβόλου ἀπάτης

Μέγας Αθανάσιος

Έλεγχος των ελληνικών μύθων και αναίρεση των δαιμονικών πρακτικών

Εκτενής κριτική της ανηθικότητας των ψευδώνυμων θεών της ελληνικής μυθολογίας, καταδίκη των αιματηρών θυσιών, αναίρεση της μαντείας και ανάδειξη της παραφροσύνης των ειδωλολατρικών τελετουργιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Καὶ δέον κατακλᾶσαι τὰς παγίδας. προσεκύνησε μὲν τὰς ἐπιβουλάς· πῦρ ἐπὶ πῦρ τὰ ὑφ᾽ αὐτῶν πλασθέντα καὶ ὑφ᾽ αὐτῶν τοῖς τοίχοις γραφέντα, ἵνα πᾶσα τέχνη καθ᾽ ἡμῶν, καὶ ἡ γραφικὴ καὶ ἡ πλαστικὴ δι᾽ ὧν πλάττει, καὶ ἡ λαξεύουσα δι᾽ ὧν λαξεύει, καὶ ἡ γεωργοῦσα· τοὺς καρποὺς ἐδίδου εἰς καῦσιν καὶ οἱ καλοὶ μόσχοι 〈εἰς〉 πρόσκομμα καὶ τὰ σκιώδη φυτὰ ἡμῖν εἰς πλάνην. καὶ πᾶσαν ἐπενόησε τὴν δημιουργίαν καθ᾽ ἡμῶν, ἵνα διὰ πάντων 〈μὴ〉 φανῇ τοῦ σωτῆρος ἡ δύναμις. κἀμοὶ λεγέτωσαν οἱ Ἕλληνες πότερον ψευδεῖς οἱ μῦθοι ἢ ἀληθεῖς; ἐχέτωσαν τὰ αἰσχρά, οἷον ἀγαθὸν κεχάρισται ἡμῖν· [οὐ] τὰ τῶν προγόνων διακόπτωμεν, τὴν κακὴν κληρονομίαν διασύρωμεν αὐτήν· οἱ ἀπὸ δούλων ἐξευγενισθέντες οὐ κατοκνοῦσι πολλάκις τὴν δουλείαν τῶν πατέρων ἀνεκθέσθαι, ἵνα χάριν δῶσι τῷ ἐλευθερώσαντι. ὥσπερ καὶ οἱ ἀπὸ χειμῶνος διασωθέντες οὐκ ἀδήλως μνημονεύουσι τῶν περιστατικῶν δεινῶν καὶ ὥσπερ οἱ ἀπὸ νόσου ἐγερθέντες πρὸς τὸ εὐχαριστεῖν τῷ ἰατρῷ τὴν κάκωσιν ἐξηγοῦνται, εἴπωμεν ποίοις κατειχόμεθα, ἵνα γνῶμεν τὸ μέγεθος τῆς χάριτος. εἰ ψευδεῖς οἱ μῦθοι, χάρις τῷ ἀπαλλάξαντι τὸ ψεῦδος· εἰ δὲ ἀληθεῖς οἱ μῦθοι, χάρις τῷ σώσαντι. εἴτε γὰρ ἐψεύσατο ὁ εἰπὼν ὅτι οὐρανὸς ἐγέννα, εἴτε ὁ υἱὸς αὐτοῦ ἀπέκοψεν αὐτόν, τί δίδωσιν αὐτῷ πάθος.

εἰ γὰρ ὁ υἱὸς ἀπέτεμεν τὸν πατέρα, οὔτε ὁ πατὴρ θεὸς ὁ παθὼν οὔτε ὁ ἀποκόψας υἱός, δράσας ἃ οὐ ποιοῦσιν ἡμέτεροι υἱοί. αὐτοῦ, φησίν, κατέπιεν παῖδας, ἵνα μὴ ὃ ἐποίησεν πατρὶ πάθῃ ὑφ᾽ ὧν ἐγέννησε, καὶ κατέπιε θεὸς λεγόμενος οὓς ἐγέννα· καὶ μήτηρ φεισαμένη υἱοῦ ἔδωκεν λίθον, ὁ δὲ λάβρως σπεύδων τὸν παῖδα καταπιεῖν οὐκ ᾔσθετο λίθου ἢ υἱοῦ.

Αἰσχρὰ ταῦτα καὶ αἰδοῦμαι λέγων, ὅτε δὲ ἦλθεν φῶς, ἅπερ γε νῦν αἰσχυνόμεθα ἐλθούσης ἡμέρας αἰδούμεθα. συγχαίρω ὑμῖν καὶ συνευχαριστῶ ὅτι οὓς προσεκύνουν ὑμῶν οἱ πατέρες καὶ οἱ πρόγονοι διὰ στόματος λέγειν κατοκνεῖτε καὶ ἀκούειν δι᾽ ὤτων οὐκ ἀνέχεσθε. ἐπεὶ τοίνυν τοσαύτη γέγονε μεταβολή, εἴπωμεν τί ἐμισήσαμεν καὶ εὐχαριστήσωμεν τῷ ἀγαπήσαντι πᾶσαν μεταβολήν. περιέθηκεν τῷ λεγομένῳ πατρὶ θεῶν καὶ ἀνδρῶν κατὰ τοῦτο, ἵνα πολλὰς παρθένας διαφθείρῃ. καὶ ἐκεῖνοι μὲν οἱ λεγόμενοι θεοὶ διέφθειραν παρθένους, ὁ δὲ καί πως παρθένους τηρεῖ ἕως γήρους· καὶ ὁ μὲν παρὰ φύσιν κατῆλθεν, ὁ δὲ ὑπὲρ φύσιν ἀνῆλθεν. ὅτι δὲ ταῦτα τὰ πράγματα ψευδῆ ... εἰ γὰρ ἐγέννων θεοὶ τότε, τί παθόντες νῦν οὐ γεννῶσιν; ἆρα ἐγήρασαν καὶ οὗτοι ἢ τεθνήκασιν καὶ τίς ὁ σωφρονήσας; ἀλλ᾽ ἆρα γεννῶσιν καὶ νῦν καὶ τοσοῦτοι οὐ φαίνονται; εἰ γὰρ ἀθάνατοι γεννῶσιν ἐνεπλήθησαν 〈ἂν〉 τὰ σύμπαντα, μὴ τοῦ θανάτου συγκόπτοντος τοὺς γεννωμένους· ἀλλ᾽ οὔτε ἐγέννων οἱ μὴ ὄντες, οἱ δὲ ποιηταὶ καλὰς λέξεις συνθέντες κακὸν ψεῦδος ἐνέθηκαν. ἐξ οὗ γὰρ ἐπαύσαντο οἱ ποιηταί, οὐ φαίνονται γενέσεις θεῶν· καὶ εἰ μὲν ἦσαν τοιοῦτοι ἐξ ἀρχῆς τὰς παρθένους τὰς παρὰ ἀνθρώποις περιεργαζόμενοι, τί παθόντες ἐν τοσούτῳ αἰῶνι ἐξ οὗ οἱ ἄκροι τῶν ποιητῶν ἐλήρησαν; ἆρα οὐκ εἶδον παρθένον καλὴν ἐπὶ τῆς γῆς· ἆρα οὐκ ἐκινήθη ἡ ἐπιθυμία αὐτῶν;

οὐκέτι εἰς ταῦρον μετέβαλεν, οὐκέτι χρυσὸς εἰς κόλπους, οὐκέτι ἡ παρθένος φεύγει, ὁ δὲ διώκων διώκει καὶ ἡ μὲν παρθένος κατὰ τὸν μῦθον τῇ σωφροσύνῃ ἐπερειδομένη ἔφυγεν, ὁ δὲ λεγόμενος θεὸς τῇ ἀσελγείᾳ ἐκλυόμενος οὐ κατελάμβανεν; ἐπειδὴ δὲ ἡ μὲν παρθένος ἔφυγεν, ἵνα μείνῃ παρθένος, ὁ δὲ θεὸς ἐδίωκεν, ἵνα συλήσῃ τὴν ἄνθρωπον—αἰσχύνομαι λέγειν, ἀνάγκη δὲ εἰπεῖν. ἔτι δὲ καὶ φωτὸς ἀνατείλαντός τινες ἀναισχυντοῦσιν καὶ ἀγανακτοῦσιν [ἐν] ἀγάλμασιν αἰσχροῖς καὶ θέλουσι ναοὺς μὲν εἶναι ἐν οἷς ταῦτα ταμιεύονται ... καὶ χρήσιμα τὰ λείψανα, ἵνα μάθωμεν τίνων ἀπηλλάγμεθα. ὁ δὲ διώκων θεὸς ἐκ τῶν ἔργων γνωσθήσεται. Ἰωσὴφ νέος ὢν καὶ δουλεύων παρ᾽ ἀξίαν ἐπαγγελλομένης τῆς δεσποίνης καὶ βιαζομένης καὶ ἑλκούσης ἀφῆκεν τὸν χιτῶνα καὶ ἔφυγεν σεμνῶς· καὶ ὁ μὲν σεμνὸς ἄνθρωπος 〈μᾶλλον〉 μετὰ σωφροσύνης εἰς δεσμωτήριον καὶ μετὰ σεμνότητος ὡς δοῦλος ἢ μετὰ ἀκολασίας δεσπότης· ὁ δὲ λεγόμενος θεὸς τῶν ψευδωνύμων ἐδίωκε παρθένον καὶ οὐ κατελάμβανεν.

ῥώννυσι γὰρ σωφροσύνη καὶ θηλείαν, ἐκλύει γὰρ καὶ ἄρρενας ἡδονή· ὡς δὲ ἤγγιζεν ἡ γῆ καὶ αὐτὴ θεὸς λεγομένη, οὖσα δὲ ὅ ἐστι, φεισαμένη τῆς παρθένου κατὰ τὸν μῦθον—οὐδὲν γὰρ τούτων ἀληθές—καὶ καταγνοῦσα τοῦ διώκοντος μετέβαλεν εἰς φυτόν, φησίν, τὴν παρθένον, ὁ δὲ καὶ μεταβληθείσης τῆς παρθένου οὐ συμμετέβαλεν τὴν ἐπιθυμίαν ἀλλὰ κλάδον ἀποδρέπεται καὶ τὴν ἡττηθεῖσαν κεφαλὴν ἀπὸ τῆς νικησάσης στέφει. καὶ 〈μη〉νύω γοῦν τοὺς στεφάνους τοὺς ἐν ἀγῶνι τοῖς νικῶσι· χορηγοῦντες τοῦ ἡττηθέντος σύμβολον φέρουσιν ἐπὶ τὴν κεφαλὴν στέφανον Δάφνης, στεφάνωμα τοῦ νικηθέντος, οἱ νῦν νικᾶν δοκοῦντες. ἐπειδὴ δὲ ταῦτα ψευδῆ, χάρις τῇ ἀληθείᾳ ὅτι ἐρρύσθημεν. εἰ δὲ ταῦτα ἀληθῆ, ἐχέτωσαν τὴν αἰσχύνην οἱ σπεύδοντες. εἰ γὰρ οἱ ἄνθρωποι ταῦτα ἔπλασαν, αἱ δὲ θεραπευόμεναι δυνάμεις τούτοις οὐ χαίρουσιν, μὴ οἰκέτωσαν τοὺς ναοὺς αἱ συκοφαντούμεναι· εἰ γὰρ ψεύδεται τὸ ἄγαλμα τὴν ἱστορίαν, μηδὲν παρεδρευέτω τῷ ψεύδει. εἰ τοίνυν οὐ παρεδρεύει, μάτην προσκυνεῖς· εἰ δὲ τούτων οὕτως γινομένων παρεδρεύει, τούτοις χαίρει, οἱ δὲ τούτοις χαίροντες δαίμονες μισεῖσθαι καὶ οὐ προσκυνεῖσθαι ἄξιοι.

Τί δ᾽ ἂν εἴποις περὶ αἱμάτων ἐκχύσεως, τί δὲ περὶ καπνοῦ, τί δὲ περὶ τῆς δυσωδίας; οἱ προσκυνοῦντες ἀποφράττουσι τὰς ῥῖνας καὶ οἱ προσκυνούμενοι δέχονται. καὶ ἐπὶ μὲν τῆς οἰκίας σου ῥανίδα αἵματος οὐ βούλει ἰδεῖν, ἐν δὲ τοῖς ναοῖς μυριάδας καὶ χιλιάδας· καὶ ἐν μὲν τῇ οἰκίᾳ σου αὐλὸν οὐ θέλεις ἠχῆσαι, ἐν δὲ ταῖς ἑορταῖς καταυλοῦσι· καὶ τὴν μὲν θυγατέρα σου αἰσχρὰ φθέγγεσθαι οὐ βούλει, αἰσχρὰς δὲ ᾠδὰς ἐν τοῖς ναοῖς ᾄδουσι· καὶ τὴν γυναῖκά σου γυμνὴν οὐ θέλεις τινὰς θεάσασθαι, ἀλλ᾽ οὐδὲ σεαυτόν, ὡς ἔξεστιν, τὴν δὲ θεὰν γυμνὴν προσκυνεῖς, κακὸν ὑπόδειγμα σωφροσύνης· καὶ δοῦλον προδιδόντα τὴν φύσιν κτήσασθαι οὐ προαιρήσει—δεῖ γάρ, ὡς προείρηται, σεμνοτέρᾳ χρήσασθαι τῇ γλώττῃ—τὸν δὲ ἁρπαγέντα νεανίαν εἰς παράχρησιν τοῦτον προσκυνεῖς· καὶ δούλην μὲν πορνεύουσαν οὐκ ἀνέχῃ κτήσασθαι, τὴν δὲ ἀσκοῦσαν πορνείας ταύτην προσκυνεῖς. ἡ δὲ ἀπολογία κατηγορίας χείρων καὶ τὸ φάρμακον τοῦ ἕλκους πικρότερον, ὅτε γὰρ ταῦτα ἐγκαλοῦμεν, τί ἀπολογοῦνται; οἴδαμεν καὶ ἡμεῖς, φησίν, ὅτι οὐ θεοί ποτε ... μαθόντες ὅτε ἥλιος ἄνισχεν. οὐκ εἰσὶ θεοὶ καὶ τί προσκυνεῖς; οἰκεῖοι, φησί, τοῦ θεοῦ· ἡ ἀπολογία ὅτι οἰκεῖοι τοῦ θεοῦ. μὴ λάθῃ δέ σε τὸ ψεῦδος· ὃς γὰρ ἄνδρα ἐδημιούργησεν, ἀνδράσι ... 〈οἱ γὰρ〉 τοῦ θεοῦ οἰκεῖοι οὐχ ὑβρίζουσιν 〈οὐδὲ〉 τοῦ κτίσαντος τὴν δημιουργίαν παραφέρουσι, ὡς μήτε ἄνδρα ἐᾶσαι ...

καὶ εἰς γυναῖκα μὴ περιπεσεῖν .... ... 〈δείκνυται〉 δι᾽ ὧν ἐργάζεται ἐχθρὰ καὶ οὐκ οἰκεῖα. θεὸς γάμους ἐχαρίσατο εἰς διαδοχὴν καὶ παραμυθίαν τῶν θνητῶν, ἵνα νοσοῦντες θεραπεύωνται ἄνθρωποι καὶ γυναῖκες τύχωσι τῆς φιλανθρωπίας, ἡ δὲ τὴν πορνείαν ἀσκοῦσα δαίμων τὰς σεμνὰς παραφθείρασα ἀλλότρια καὶ οὐκ οἰκεία, ὥσπερ γὰρ βασιλέως σεμνοῦ οὐχ οἱ ἀκόλαστοι οἰκεῖοι, ἀλλ᾽ οἱ σεμνοί.

Ζητῶ αὐτοῦ τὴν ἐπαγγελίαν, ἐπισκέψομαι τὰς πράξεις· οὐ γὰρ τὸ λέγειν καλὰ ζητεῖται, ἀλλὰ τὸ μετιέναι ἀλήθειαν. ὅταν ἀκούω ὅτι ναός ... εὐθὺς ἐταπεινώθη μὲν ἡ διάνοια ... εἰ ναὸν ἔχει θεὸς ἐπὶ γῆς καὶ χαμαί, καὶ οὐρανῶν ἐπέκεινα. ζητῶ γὰρ κατ᾽ ἐπαγγελίαν τὰ πράγματα. εἰ θεός, τί ζητεῖς ἐπὶ γῆς, καίτοι καὶ ἐπὶ γῆς θεός, ἀλλ᾽ οὐκ ἐν κοιτῶνι κεκλεισμένος, οὐκ εἰς ἄγαλμα συνδεδεμένος, οὐδὲ κακούργοις ὑποτιθείς, οὐδὲ μαγίᾳ κατακλεισθείς· εἰ γὰρ οὐκ ἀφ᾽ ἡμῶν κατεσκιώθη ἀλλ᾽ ὑφ᾽ ἡμῶν ἐγυμνώθη, ἴδωμεν τὰ κρυπτόμενα καὶ γνῶμεν τὰ ἐλεγχόμενα. ἐπεὶ τοίνυν ἐπαγγέλλονται θεὸν καὶ θεούς, δότωσαν τὴν ἐπαγγελίαν, μὴ δειξάτωσαν ἡμῖν ναοὺς ἀλλὰ οὐρανοὺς ἐπέκεινα, μὴ ἐκχέτωσαν αἷμα, μὴ καπνίζωσι τὰ ἀγάλματα, ὁ μάντις μὴ μαινέσθω· εἰ γὰρ θεὸς ἐνεργεῖ, μὴ πιπτέτω, ἀλλὰ καὶ πεσὼν ἀναστήτω· μὴ παραφρονείτω ὁ λέγων τὰ μέλλοντα, μὴ ἀγνοείτω τὰ παρόντα· εἰ γὰρ ἔκφρων γίγνεται καὶ ταῖς διανοίαις ἐκπίπτει καὶ τὰ παρόντα οὐχ ὁρᾷ, σχολῇ ἐπιγινώσκει τὰ μέλλοντα.