Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Προσέγγιση των Ομοιουσιανών και ιστορική θεμελίωση του όρου «ομοούσιος»

Διασαφήνιση της ορθόδοξης έννοιας του ομοουσίου για όσους αποδέχονται το «ομοιούσιον» και ιστορική επεξήγηση της επιλογής του όρου, σε αντιδιαστολή με τη σύνοδο κατά του Παύλου Σαμοσατέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 10

Καὶ περὶ μὲν τῶν ἐξ ὅλου τὴν σύνοδον ἀρνουμένων ἀρκεῖ πρὸς ἔλεγχον τὰ ὀλίγα ταῦτα, πρὸς δὲ τοὺς ἀποδεχομένους τὰ μὲν ἄλλα πάντα τῶν ἐν Νικαίᾳ γραφέντων, περὶ δὲ μόνον τὸ ὁμοούσιον ἀμφιβάλλοντας χρὴ μὴ ὡς πρὸς ἐχθροὺς διακεῖσθαι. καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὡς πρὸς Ἀρειομανίτας οὐδ᾽ ὡς μαχομένους πρὸς τοὺς πατέρας ἐνιστάμεθα, ἀλλ᾽ ὡς ἀδελφοὶ πρὸς ἀδελφοὺς διαλεγόμεθα τὴν αὐτὴν μὲν ἡμῖν διάνοιαν ἔχοντας, περὶ δὲ τὸ ὄνομα μόνον διστάζοντας. καὶ γὰρ ὁμολογοῦντες ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι καὶ μὴ ἐξ ἑτέρας ὑποστάσεως τὸν υἱὸν κτίσμα τε μὴ εἶναι μηδὲ ποίημα αὐτόν, ἀλλὰ γνήσιον καὶ φύσει γέννημα ἀιδίως τε αὐτὸν συνεῖναι τῷ πατρὶ λόγον ὄντα καὶ σοφίαν οὐ μακράν εἰσιν ἀποδέξασθαι καὶ τὴν τοῦ ὁμοουσίου λέξιν. τοιοῦτος δέ ἐστι Βασίλειος ὁ ἀπὸ Ἀγκύρας γράψας περὶ πίστεως. τὸ μὲν γὰρ ‘ὅμοιον’ μόνον λέγειν ‘κατ᾽ οὐσίαν’ οὐ πάντως σημαίνει καὶ τὸ ‘ἐκ τῆς οὐσίας’, ἐξ οὗ μᾶλλον, ὡς καὶ αὐτοὶ εἰρήκασι, σημαίνεται τὸ γνήσιον τοῦ υἱοῦ πρὸς τὸν πατέρα. καὶ γὰρ καὶ κασσίτερος ὅμοιός ἐστι μόνος τῷ ἀργύρῳ καὶ λύκος τῷ κυνὶ καὶ χαλκὸς χρυσίζων τῷ ἀληθινῷ χρυσῷ, οὔτε δὲ κασσίτερος ἐκ τοῦ ἀργύρου τυγχάνει οὔτε λύκος ὡς υἱὸς τοῦ κυνὸς ἂν νομισθείη. ἐπειδὴ δὲ καὶ ‘ἐκ τῆς οὐσίας’ καὶ ‘ὁμοιοούσιον’ αὐτὸν εἰρήκασι, τί ἕτερον σημαίνουσιν ἐκ τούτων ἢ τὸ ὁμοούσιον;

καὶ γὰρ ὥσπερ ὁ λέγων μόνον ‘ὁμοιοούσιον’ οὐ πάντως καὶ τὸ ἐκ τῆς οὐσίας γνωρίζει οὕτως ὁ λέγων ὁμοούσιον ἀμφοτέρων τοῦ τε ὁμοιοουσίου καὶ τοῦ ἐκ τῆς οὐσίας σημαίνει τὴν διάνοιαν. καὶ αὐτοὶ γοῦν ἐνιστάμενοι πάλιν πρὸς τοὺς κτίσμα λέγοντας εἶναι τὸν λόγον, καὶ μὴ θέλοντας αὐτὸν γνήσιον υἱὸν εἶναι ἐξ ἀνθρωπίνων παραδειγμάτων υἱοῦ καὶ πατρὸς εἰλήφασι τὰς κατ᾽ αὐτῶν ἀποδείξεις, ἐξαιρουμένου τούτου ὅτι μὴ ὡς ἄνθρωπός ἐστιν ὁ θεὸς μηδὲ ὡς ἀνθρωπίνη γονὴ οὕτως ἐστὶν ἡ τοῦ υἱοῦ γέννησις, ἀλλ᾽ ὡς ἡ θεῷ πρέπουσα καὶ ἡμᾶς ἁρμόζουσα νοεῖν. καὶ γὰρ καὶ πηγὴν εἰρήκασι τὸν πατέρα τῆς σοφίας καὶ τῆς ζωῆς, τὸν δὲ υἱὸν ἀπαύγασμα φωτὸς ἀιδίου καὶ αὐτὸν εἶναι τὸ ἐκ τῆς πηγῆς γέννημα λέγοντα· «ἐγώ εἰμι ἡ ζωὴ» καὶ «ἐγώ εἰμι ἡ σοφία, κατεσκήνωσα βουλήν». τὸ δὲ ἐκ φωτὸς ἀπαύγασμα καὶ ἐκ πηγῆς γέννημα καὶ ἐκ πατρὸς υἱὸν πῶς ἄν τις ἁρμοζόντως ὀνομάσειεν ἢ ὁμοούσιον; ἆρ᾽ οὖν μὴ ἐπειδὴ τὰ ἐξ ἀνθρώπων γεννήματα ὁμοούσιά ἐστιν, εὐλαβεῖσθαι δεῖ μὴ καὶ ὁ υἱὸς λεγόμενος ὁμοούσιος νομισθείη καὶ αὐτὸς ὡς ἀνθρώπινον γέννημα; μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. ἀλλὰ καὶ ταχεῖαν ἔχει τὴν λύσιν τοῦτο· λόγος γάρ ἐστι καὶ σοφία τοῦ πατρὸς ὁ υἱός, ἐξ ὧν τὸ ἀπαθὲς καὶ τὸ ἀμέριστον τῆς ἐκ πατρὸς γεννήσεως γνωρίζεται.

λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων μέρος ἐστὶν οὐδὲ κατὰ πάθος ἐξ αὐτῶν προέρχεται, μήτι γε ὁ τοῦ θεοῦ, ὃν υἱὸν εἶναι ἑαυτοῦ ὁ πατὴρ ἐδήλωσεν, ἵνα μὴ πάλιν τις ἀκούων μόνον λόγον νομίσῃ τοιοῦτον εἶναι, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων ἀνυπόστατος, ἀλλ᾽ ἀκούων ὅτι υἱός ἐστι γινώσκῃ τοῦτον εἶναι ζῶντα λόγον καὶ ἐνούσιον σοφίαν.

Ἔπειτα ὥσπερ τὸ γέννημα λέγοντες οὐκ ἀνθρωπίνως νοοῦμεν καὶ πατέρα τὸν θεὸν εἰδότες οὐ σωματικήν τινα περὶ αὐτοῦ λαμβάνομεν ἔννοιαν, ἀλλὰ τὰ μὲν παραδείγματα καὶ τὰς τοιαύτας λέξεις ἀκούομεν, ἁρμοζόντως δὲ περὶ θεοῦ νοοῦμεν· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός· οὕτως ἄρα καὶ τὸ ὁμοούσιον ἀκούοντες ὑπερβαίνειν ὀφείλομεν πᾶσαν αἴσθησιν καὶ κατὰ τὴν θείαν παροιμίαν «νοητῶς νοεῖν τὰ παρατιθέμενα ἡμῖν», ὥστε μέντοι γινώσκειν ὅτι μὴ θελήσει ἀλλὰ ἀληθῶς υἱός ἐστιν ἐκ πατρὸς γνήσιος ὡς ἐκ πηγῆς ζωὴ καὶ φωτὸς ἀπαύγασμα. ἢ διὰ τί τὸ μὲν γέννημα καὶ τὸ υἱὸς οὐ σωματικῶς, τὸ δὲ ὁμοούσιον ὡς ἐπὶ σωμάτων διανοούμεθα, καὶ μάλιστα ὅτι οὐ περὶ ἄλλου καὶ ἄλλου ἐστὶ τὰ λεγόμενα, ἀλλὰ περὶ οὗ τὸ γέννημα, περὶ τούτου καὶ τὸ ὁμοούσιον ἐλέχθη, καὶ πρέπει τὴν αὐτὴν διάνοιαν ἀμφοτέρων τῶν λέξεων ἐπὶ τοῦ σωτῆρος διασώζειν καὶ μὴ τὸ μὲν γέννημα καλῶς ἐξηγεῖσθαι, τὸ δὲ ὁμοούσιον ἄλλως, ἐπεὶ ἀκόλουθόν ἐστιν οὕτω διακειμένους ὑμᾶς καὶ λέγοντας λόγον καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱὸν διάφορον ἔχειν καὶ περὶ τούτων τὴν διάνοιαν, καὶ ἄλλως μὲν τὸν λόγον νοεῖν, ἑτέρως δὲ τὴν σοφίαν.

ἀλλ᾽ ὥσπερ ἄτοπον τοῦτο, λόγος γὰρ καὶ σοφία τοῦ πατρός ἐστιν ὁ υἱὸς καὶ ἕν ἐστι τὸ ἐκ πατρὸς γέννημα καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ, οὕτως εἷς ἐστιν ὁ νοῦς τοῦ γεννήματος καὶ τοῦ ὁμοουσίου καὶ ὁ φρονῶν γέννημα τὸν υἱὸν φρονεῖ τοῦτον ὀρθῶς καὶ ὁμοούσιον.

Αὐτάρκη μὲν οὖν ταῦτα δεῖξαι τῶν ἀγαπητῶν τὴν διάνοιαν μὴ ἀλλοτρίαν μηδὲ μακρὰν οὖσαν τοῦ ὁμοουσίου. ἐπειδὴ δέ, ὡς αὐτοί φασι (τὴν γὰρ ἐπιστολὴν οὐκ ἔσχον ἐγώ), οἱ τὸν Σαμοσατέα κατακρίναντες ἐπίσκοποι γράφοντες εἰρήκασι μὴ εἶναι ὁμοούσιον τὸν υἱὸν τοῦ θεοῦ τῷ πατρί, καὶ λοιπὸν αὐτοὶ διὰ τὴν πρὸς τοὺς εἰρηκότας εὐλάβειάν τε καὶ τιμὴν οὕτω περὶ τὴν λέξιν διάκεινται· καλὸν μετ᾽ αὐτῶν μετ᾽ εὐλαβείας καὶ περὶ τούτου διασκέψασθαι. συγκρούειν μὲν τούτους πρὸς ἐκείνους ἀπρεπές· πάντες γάρ εἰσι πατέρες· διακρίνειν δὲ πάλιν ὡς οὗτοι μὲν καλῶς, ἐκεῖνοι δὲ τοὐναντίον εἰρήκασιν οὐχ ὅσιον· οἱ πάντες γὰρ ἐκοιμήθησαν ἐν Χριστῷ. οὐ χρὴ δὲ φιλονεικεῖν οὐδὲ τῶν συνελθόντων τὸν ἀριθμὸν συμβάλλειν, ἵνα μὴ δοκῶσιν οἱ πλείους τοὺς ἐλάττονας ἐπικρύπτειν, οὐδ᾽ αὖ πάλιν τὸν χρόνον ἀναμετρεῖν, ἵνα μὴ δοκῶσιν οἱ προλαβόντες ἀφανίζειν τοὺς μετὰ ταῦτα γενομένους. οἱ πάντες γάρ, καθὰ προείρηται, πατέρες εἰσί· καὶ ὅμως οὐδὲ οἱ τʹ νεώτερόν τι φρονήσαντες ἔγραψαν οὐδὲ ἑαυτοῖς καταθαρσήσαντες ἀγράφων προέστησαν λέξεων, ἀλλ᾽ ἐκ πατέρων ὁρμώμενοι καὶ αὐτοὶ τοῖς ἐκείνων ἐχρήσαντο ῥήμασι. Διονύσιοι γὰρ δύο γεγόνασιν ἔμπροσθεν πολὺ τῶν ἑβδομήκοντα τῶν καθελόντων τὸν Σαμοσατέα· τούτων ὁ μὲν τῆς Ῥώμης, ὁ δὲ τῆς Ἀλεξανδρείας ἦν ἐπίσκοπος.

ἀλλά τινων αἰτιασαμένων παρὰ τῷ ἐπισκόπῳ Ῥώμης τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον ὡς λέγοντα ποίημα καὶ μὴ ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ ἡ μὲν κατὰ Ῥώμην σύνοδος ἠγανάκτησεν, ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος τὴν πάντων γνώμην γράφει πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ. κἀκεῖνος λοιπὸν ἀπολογούμενος τὸ μὲν βιβλίον ἐπιγράφει ‘ἐλέγχου καὶ ἀπολογίας’. γράφει δὲ ταῦτα πρὸς ἐκεῖνον· «Καὶ δι᾽ ἄλλης ἐπιστολῆς ἔγραψα, ἐν οἷς ἤλεγξα καὶ ὃ προφέρουσιν ἔγκλημα κατ᾽ ἐμοῦ »ψεῦδος ὂν ὡς οὐ λέγοντος τὸν Χριστὸν ὁμοούσιον εἶναι τῷ θεῷ. εἰ γὰρ καὶ τὸ ὄνομα τοῦτό «φημι μὴ εὑρηκέναι μηδ᾽ ἀνεγνωκέναι που τῶν ἁγίων γραφῶν, ἀλλά γε τὰ ἐπιχειρήματά »μου τὰ ἑξῆς ἃ σεσιωπήκασι, τῆς διανοίας ταύτης οὐκ ἀπᾴδει. καὶ γὰρ ἀνθρωπείαν γονὴν «παρεθέμην δῆλον ὡς οὖσαν ὁμογενῆ, φήσας πάντως τοὺς γονεῖς μόνον ἑτέρους εἶναι τῶν »τέκνων, ὅτι μὴ αὐτοὶ εἶεν τὰ τέκνα, ἢ μήτε γονεῖς ἀναγκαῖον ὑπάρχειν εἶναι μήτε τέκνα. «καὶ τὴν μὲν ἐπιστολήν, ὡς προεῖπον, διὰ τὰς περιστάσεις οὐκ ἔχω προκομίσαι· εἰ δ᾽ οὖν, »αὐτά σοι τὰ τότε ῥήματα, μᾶλλον δὲ καὶ πάσης ἀνέπεμψα τὸ ἀντίγραφον· ὅπερ ἐὰν «εὐπορήσω, ποιήσω. οἶδα δὲ καὶ μέμνημαι πλείονα προσθεὶς τῶν συγγενῶν ὁμοιώματα· »καὶ γὰρ καὶ φυτὸν εἶπον ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἀνελθὸν ἕτερον εἶναι τοῦ ὅθεν ἐβλάσ«τησε, καὶ πάντως ἐκείνῳ καθέστηκεν ὁμοφυές.

καὶ ποταμὸν ἀπὸ πηγῆς ῥέοντα ἕτερον καὶ »σχῆμα καὶ ὄνομα μετειληφέναι· μήτε γὰρ τὴν πηγὴν ποταμὸν μήτε τὸν ποταμὸν πηγὴν «λέγεσθαι καὶ ἀμφότερα ὑπάρχειν καὶ τὴν μὲν πηγὴν οἱονεὶ πατέρα εἶναι, τὸν δὲ ποταμὸν »εἶναι τὸ ἐκ τῆς πηγῆς γεννώμενον.» οὕτως εἴρηκεν ὁ ἐπίσκοπος.

Εἴπερ οὖν μέμφεταί τις τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ὡς εἰρηκόσι παρὰ τὰ δόξαντα τοῖς πρὸ αὐτῶν, ὁ αὐτὸς μέμψαιτ᾽ ἂν εἰκότως καὶ τοῖς ἑβδομήκοντα, ὅτι μὴ τὰ τῶν πρὸ αὐτῶν ἐφύλαξαν· πρὸ αὐτῶν δὲ ἦσαν οἱ Διονύσιοι καὶ οἱ ἐν Ῥώμῃ τὸ τηνικαῦτα συνελθόντες ἐπίσκοποι. ἀλλ᾽ οὔτε τούτους οὔτε ἐκείνους ὅσιον αἰτιάσασθαι· πάντες γὰρ ἐπρέσβευον τὰ Χριστοῦ καὶ πάντες σπουδὴν ἐσχήκασι κατὰ τῶν αἱρετικῶν, καὶ οἱ μὲν τὸν Σαμοσατέα, οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν κατέκριναν. ὀρθῶς δὲ καὶ οὗτοι κἀκεῖνοι καὶ καλῶς πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν γεγράφασι.

καὶ ὥσπερ ὁ μακάριος ἀπόστολος Ῥωμαίοις μὲν ἐπιστέλλων ἔλεγεν· «ὁ νόμος πνευματικός ἐστι» καὶ «ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή», καὶ μετ᾽ ὀλίγον· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει», Ἑβραίοις δὲ ἔγραφεν· «ὁ νόμος οὐδένα τετελείωκε», καὶ Γαλάταις μέν· «ἐν νόμῳ οὐδεὶς δικαιοῦται», Τιμοθέῳ δὲ ὅτι «καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται», καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἅγιον ὡς ἐναντία καὶ μαχόμενα γράφοντα, ἀλλὰ καὶ μᾶλλον θαυμάσειεν ἁρμοζόντως πρὸς ἑκάστους ἐπιστέλλοντα, ἵνα οἱ μὲν Ῥωμαῖοι καὶ οἱ ἄλλοι μάθωσιν ἀπὸ τοῦ γράμματος ἐπιστρέφειν εἰς τὸ πνεῦμα, οἱ δὲ Ἑβραῖοι καὶ Γαλάται παιδευθῶσι μὴ εἰς τὸν νόμον, ἀλλ᾽ εἰς τὸν κύριον τὸν δεδωκότα τὸν νόμον ἔχειν τὰς ἐλπίδας, οὕτως εἰ ἀμφοτέρων τῶν συνόδων οἱ πατέρες διαφόρως ἐμνημόνευσαν περὶ τοῦ ὁμοουσίου, οὐ χρὴ πάντως ἡμᾶς διαφέρεσθαι πρὸς αὐτούς, ἀλλὰ τὴν διάνοιαν αὐτῶν ἐρευνᾶν, καὶ πάντως εὑρήσομεν ἀμφοτέρων τῶν συνόδων τὴν ὁμόνοιαν.

οἱ μὲν γὰρ τὸν Σαμοσατέα καθελόντες σωματικῶς ἐκλαμβάνοντες τὸ ὁμοούσιον τοῦ Παύλου σοφίζεσθαί τε θέλοντος καὶ λέγοντος· ‘εἰ μὴ ἐξ ἀνθρώπου γέγονεν ὁ Χριστὸς θεός, οὐκοῦν ὁμοούσιός ἐστι τῷ πατρὶ καὶ ἀνάγκη τρεῖς οὐσίας εἶναι, μίαν μὲν προηγουμένην, τὰς δὲ δύο ἐξ ἐκείνης’, διὰ τοῦτ᾽ εἰκότως εὐλαβηθέντες τὸ τοιοῦτον σόφισμα τοῦ Σαμοσατέως εἰρήκασι μὴ εἶναι τὸν Χριστὸν ὁμοούσιον· οὐκ ἔστι γὰρ οὕτως ὁ υἱὸς πρὸς τὸν πατέρα ὡς ἐκεῖνος ἐνόει· οἱ δὲ τὴν ἀρειανὴν αἵρεσιν ἀναθεματίσαντες, θεωρήσαντες τὴν πανουργίαν τοῦ Παύλου, καὶ λογισάμενοι μὴ οὕτως καὶ ἐπὶ τῶν ἀσωμάτων καὶ μάλιστα ἐπὶ θεοῦ τὸ ὁμοούσιον σημαίνεσθαι γινώσκοντές τε μὴ κτίσμα, ἀλλ᾽ ἐκ τῆς οὐσίας γέννημα εἶναι τὸν λόγον καὶ τὴν οὐσίαν τοῦ πατρὸς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν εἶναι τοῦ υἱοῦ καὶ αὐτοαληθὴς ὁμοιότης ἦν τοῦ γεννήσαντος, οὐχ ὡς ἑτεροφυὴς ὥσπερ ἡμεῖς ἐσμεν, χωριζόμενός ἐστι τοῦ πατρός, ἀλλ᾽ ὡς ἐξ αὐτοῦ υἱὸς ἀδιαίρετος ὑπάρχει ὡς ἔστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, ἔχοντες δὲ καὶ τὰ τῶν περὶ Διονύσιον παραδείγματα τὴν πηγὴν καὶ τὴν περὶ τοῦ ὁμοουσίου ἀπολογίαν, πρὸ δὲ τούτων τὴν τοῦ σωτῆρος ἑνοειδῆ φωνήν, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», τούτου ἕνεκεν εἰκότως εἰρήκασι καὶ αὐτοὶ ὁμοούσιον τὸν υἱόν.

καὶ ὥσπερ, καθὰ προεῖπον, οὐκ ἄν τις αἰτιάσαιτο τὸν ἀπόστολον, εἰ περὶ τοῦ νόμου Ῥωμαίοις μὲν οὕτως, Ἑβραίοις δὲ οὕτως ἔγραψε, τὸν αὐτὸν τρόπον οὔτε οἱ νῦν τοῖς προτέροις ἐγκαλέσαιεν βλέποντες αὐτῶν τὴν ἑρμηνείαν, οὔτε οἱ πρότεροι τοὺς μετ᾽ αὐτοὺς μέμψαιντ᾽ ἂν ὁρῶντες τὴν ἑρμηνείαν αὐτῶν καὶ τὴν χρείαν δι᾽ ἣν οὕτως ἔγραψαν περὶ τοῦ κυρίου. καὶ γὰρ καὶ τὴν αἰτίαν ἑκάστη σύνοδος εὔλογον ἔχει δι᾽ ἣν οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασιν. ἐπειδὴ γὰρ ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι πρὸ Μαρίας τὸν υἱόν, ἀλλ᾽ ἀπ᾽ αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι, τούτου ἕνεκεν οἱ τότε συνελθόντες καθεῖλον μὲν αὐτὸν καὶ αἱρετικὸν ἀπέφηναν, περὶ δὲ τῆς τοῦ υἱοῦ θεότητος ἁπλούστερον γράφοντες οὐ κατεγένοντο περὶ τὴν τοῦ ὁμοουσίου ἀκρίβειαν, ἀλλ᾽ οὕτως ὡς ἐξειλήφασι περὶ τοῦ ὁμοουσίου εἰρήκασι. τὴν φροντίδα γὰρ εἶχον πᾶσαν, ὅπερ ἐπενόησεν ὁ Σαμοσατεὺς ἀνελεῖν καὶ δεῖξαι πρὸ πάντων εἶναι τὸν υἱὸν καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε θεός, ἀλλὰ θεὸς ὢν ἐνεδύσατο δούλου μορφὴν καὶ λόγος ὢν γέγονε σάρξ, ὡς εἶπεν ὁ Ἰωάννης καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται.

ἐπειδὴ δὲ καὶ οἱ περὶ Εὐσέβιον καὶ Ἄρειον πρὸ χρόνων μὲν εἶναι τὸν υἱὸν ἔλεγον, πεποιῆσθαι μέντοι καὶ ἕνα τῶν κτισμάτων αὐτὸν ἐδίδασκον, καὶ τὸ ἐκ τοῦ θεοῦ οὐχ ὡς υἱὸν ἐκ πατρὸς γνήσιον ἐπίστευον, ἀλλ᾽ ὡς τὰ κτίσματα, οὕτω καὶ ἐπ᾽ αὐτοῦ τὸ ἐκ τοῦ θεοῦ εἶναι διεβεβαιοῦντο, τήν τε τῆς ὁμοιώσεως ἑνότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα οὐκ ἔλεγον κατὰ τὴν οὐσίαν οὐδὲ κατὰ τὴν φύσιν, ὡς ἔστιν υἱὸς ὅμοιος πατρί, ἀλλὰ διὰ τὴν συμφωνίαν τῶν δογμάτων καὶ τῆς διδασκαλίας, ἀλλὰ γὰρ καὶ ἀπεσχοίνιζον καὶ ἀπεξενοῦντο παντελῶς τὴν οὐσίαν τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς ἑτέραν ἀρχὴν αὐτῷ τοῦ εἶναι παρὰ τὸν πατέρα ἐπινοοῦντες καὶ εἰς τὰ κτίσματα καταφέροντες αὐτόν, τούτου χάριν οἱ ἐν Νικαίᾳ συνελθόντες θεωρήσαντες τὴν πανουργίαν τῶν οὕτω φρονούντων καὶ συναγαγόντες ἐκ τῶν γραφῶν τὴν διάνοιαν λευκότερον γράφοντες εἰρήκασι τὸ ὁμοούσιον, ἵνα καὶ τὸ γνήσιον ἀληθῶς ἐκ τούτου γνωσθῇ τοῦ υἱοῦ καὶ μηδὲν κοινὸν ἔχῃ πρὸς τοῦτον τὰ γενητά. ἡ γὰρ τῆς λέξεως ταύτης ἀκρίβεια τήν τε ὑπόκρισιν αὐτῶν ἐὰν λέγωσι τὸ ἐκ τοῦ θεοῦ ῥητόν, διελέγχει καὶ πάσας αὐτῶν τὰς πιθανότητας, ἐν αἷς ὑφαρπάζουσι τοὺς ἀκεραίους, ἐκβάλλει. πάντα γοῦν δυνάμενοι σοφίζεσθαι καὶ μεταποιεῖν ὡς θέλουσι, ταύτην μόνην τὴν λέξιν ὡς διελέγχουσαν αὐτῶν τὴν αἵρεσιν δεδίασιν, ἣν οἱ πατέρες ὥσπερ ἐπιτείχισμα κατὰ πάσης ἀσεβοῦς ἐπινοίας αὐτῶν ἔγραψαν.

Πεπαύσθω τοίνυν πᾶσα φιλονεικία καὶ μηκέτι προσκόπτωμεν ἡμεῖς, εἰ διαφόρως ἐξειλήφασιν αἱ σύνοδοι τὴν τοῦ ὁμοουσίου λέξιν. ἔχομεν γὰρ εἰς ἀπολογίαν εὐλόγους περὶ αὐτῶν αἰτίας, τὰς προειρημένας μέν, καὶ ταύτην δέ. τὸ ἀγέννητον εἰ καὶ μὴ παρὰ τῶν γραφῶν τοῦτο μεμαθήκαμεν (οὐδαμοῦ γὰρ ἀγέννητον τὸν θεὸν εἰρήκασιν αἱ γραφαί), ὅμως ἐπειδὴ καὶ πολλοὶ τῶν δοκούντων ἐμνημόνευσαν τοῦ ὀνόματος, φιλοπευστήσαντες ἔγνωμεν ὅτι καὶ τοῦτο τὸ ὄνομα διάφορα ἔχει τὰ σημαινόμενα. καὶ οἱ μὲν τὸ ὂν μέν, μήτε δὲ γεννηθὲν μήτε ὅλως ἔχον τὸν αἴτιον λέγουσιν ἀγέννητον, οἱ δὲ τὸ ἄκτιστον. ὥσπερ οὖν τούτων οὕτω σημαινομένων, εἰ μέν τις ἀποβλέπων εἰς τὸ πρότερον σημαινόμενον τὸ ‘μὴ ἔχον τὸν αἴτιον’ ἔλεγε ‘μὴ εἶναι ἀγέννητον τὸν υἱόν’, οὐκ ἂν κατηγόρει βλέπων ἕτερον βλέποντα εἰς τὸ μὴ εἶναι ποίημα μηδὲ κτίσμα, ἀλλ᾽ ἀίδιον γέννημα καὶ λέγοντα ἀγέννητον τὸν υἱόν· ἀμφότεροι γὰρ πρὸς τὸν ἴδιον σκοπὸν ὁρῶντες καλῶς εἰρήκασιν· οὕτως εἰ καὶ τῶν πατέρων οἱ μὲν οὕτως, οἱ δὲ οὕτως εἰρήκασι περὶ τοῦ ὁμοουσίου, μὴ φιλονεικῶμεν ἡμεῖς, ἀλλ᾽ εὐσεβῶς τὰ παρ᾽ αὐτῶν δεχώμεθα, ἕως μάλιστα τὴν σπουδὴν εἶχον εἰς εὐσέβειαν.

Ἰγνάτιος οὖν ὁ μετὰ τοὺς ἀποστόλους ἐν Ἀντιοχείᾳ κατασταθεὶς ἐπίσκοπος καὶ μάρτυς τοῦ Χριστοῦ γενόμενος γράφων περὶ τοῦ κυρίου εἴρηκεν «εἷς ἰατρός ἐστι, σαρκικὸς καὶ πνευματικός, γενητὸς καὶ ἀγένητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ.» τινὲς δὲ καὶ τῶν μετὰ Ἰγνάτιον διδάσκαλοι καὶ αὐτοὶ γράφουσιν «ἓν τὸ ἀγένητον ὁ πατὴρ καὶ εἷς ὁ ἐξ αὐτοῦ υἱὸς γνήσιος, γέννημα ἀληθινόν, λόγος καὶ σοφία τοῦ πατρός.» εἰ μὲν οὖν καὶ πρὸς τούτους ἐναντίως διακείμεθα, ἔστω καὶ πρὸς τὰς συνόδους ἡμῖν ἡ μάχη· εἰ δὲ τὴν ἐν Χριστῷ πίστιν αὐτῶν γινώσκοντες πεπείσμεθα ὅτι καὶ ὁ μακάριος Ἰγνάτιος ὀρθῶς ἔγραψε γενητὸν αὐτὸν λέγων διὰ τὴν σάρκα (ὁ γὰρ Χριστὸς σὰρξ ἐγένετο), ἀγένητον δέ, ὅτι μὴ τῶν ποιημάτων καὶ γενητῶν ἐστιν, ἀλλ᾽ υἱὸς ἐκ πατρός, οὐκ ἀγνοοῦμεν δὲ ὅτι καὶ οἱ εἰρηκότες ἓν τὸ ἀγένητον τὸν πατέρα λέγοντες οὐχ ὡς γενητοῦ καὶ ποιήματος ὄντος τοῦ λόγου οὕτως ἔγραψαν, ἀλλ᾽ ὅτι μὴ ἔχει τὸν αἴτιον· καὶ μᾶλλον αὐτὸς πατὴρ μέν ἐστι τῆς σοφίας, τὰ δὲ γενητὰ πάντα ἐν σοφίᾳ πεποίηκε· διὰ τί μὴ καὶ τοὺς πατέρας τούς τε τὸν Σαμοσατέα καθελόντας καὶ τὴν ἀρειανὴν αἵρεσιν στηλιτεύσαντας εἰς εὐσέβειαν συνάγομεν, ἀλλὰ διαστέλλομεν ἀνὰ μέσον αὐτῶν καὶ οὐ μᾶλλον ὀρθῶς περὶ αὐτῶν φρονοῦμεν;

ὅτι κἀκεῖνοι, καθάπερ εἶπον, πρὸς τὸ σόφισμα τοῦ Σαμοσατέως καὶ τὴν ἑρμηνείαν αὐτοῦ τὴν διάνοιαν ἔχοντες ἔγραψαν· ‘οὐκ ἔστιν ὁμοούσιος’, καὶ οὗτοι δὲ καλῶς νοήσαντες εἰρήκασιν ὁμοούσιον εἶναι τὸν υἱόν. καὶ γὰρ κἀγὼ τοιαῦτα μὲν νοῶν περὶ τῶν εὐσεβούντων εἰς τὸν Χριστὸν δι᾽ ὀλίγων ἔγραψα, εἰ δὲ δυνατὸν ἦν εὐπορῆσαι καὶ τῆς ἐπιστολῆς ἣν λέγουσιν ἐκείνους γεγραφέναι, ἡγοῦμαι πλείους εὑρεθήσεσθαι τὰς προφάσεις, δι᾽ ἃς ἠναγκάσθησαν οὕτω γράψαι οἱ μακάριοι ἐκεῖνοι. δεῖ γὰρ ἡμᾶς καὶ πρέπει τοιαῦτα φρονεῖν τοιαύτην τε σώζειν ἀγαθὴν συνείδησιν πρὸς τοὺς πατέρας, εἴγε μὴ νόθοι τυγχάνομεν, ἀλλ᾽ ἐξ αὐτῶν ἔχομεν τὰς παραδόσεις καὶ παρ᾽ αὐτῶν τὴν τῆς εὐσεβείας διδασκαλίαν.