Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Εισαγωγή: Κριτική των νέων συνόδων και υπεράσπιση της Νικαίας

Αναφορά στη σύγκληση των συνόδων του Αριμίνου και της Σελευκείας, επισήμανση της σύγχυσης από τη συνεχή αναζήτηση της πίστεως και αντιπαραβολή τους με το κύρος της εν Νικαία συνόδου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 10

Τοῦ αὐτοῦ ἐπιστολὴ περὶ τῶν γενομένων ἐν τῇ Ἀριμίνῳ τῆς Ἰταλίας καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδων Ἔφθασε μὲν ἴσως καὶ παρ᾽ ὑμᾶς ἡ ἀκοὴ περὶ τῆς καὶ νῦν θρυλουμένης συνόδου· καὶ γὰρ βασιλέως καὶ τῶν ἐπάρχων ἐφοίτησε πανταχῆ γράμματα καλοῦντα τοὺς εἰς ταύτην συνερχομένους· ἐπειδὴ δὲ καὶ φιλομαθεῖς ὄντες ζητεῖτε γνῶναι τὰ πεπραγμένα ἀκόλουθον εἶναι νενόμικα, ἅπερ ἑώρακα καὶ ἔγνων ἀκριβῶς ταῦτα καὶ ὑμῖν δηλῶσαι, ἵνα μὴ παρ᾽ ἑτέρων ἀκούοντες ἀμφίβολον ἔχητε τὴν διάνοιαν, μάλιστα ὅτι τινὲς εἰώθασιν ἑτέρως ἀπαγγέλλειν τὰ πραττόμενα ἢ ὡς γέγονεν. ἐν μὲν οὖν τῇ Νικαίᾳ, ὥσπερ ἦν ὁρισθέν, οὐκέτι γέγονε τὸ συνέδριον, ἀλλὰ δεύτερον πρόσταγμα πεφοίτηκεν, ὥστε τοὺς μὲν ἐν τοῖς δυτικοῖς μέρεσιν ἐπισκόπους ἐν Ἀριμίνῳ τῆς Ἰταλίας συνελθεῖν, τοὺς δὲ ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐν τῇ λεγομένῃ Τραχείᾳ Σελευκείᾳ τῆς Ἰσαυρίας συγκροτηθῆναι. ἡ δὲ πρόφασις τῆς τοιαύτης συνελεύσεως ἐθρυλεῖτο περὶ πίστεως τῆς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. οἱ δὲ ταύτην παρασχόντες εἰσὶν ἀπὸ μὲν τῆς Παννονίας Οὐρσάκιος καὶ Οὐάλης καὶ Γερμίνιός τις, ἀπὸ δὲ τῆς Συρίας Ἀκάκιος, Εὐδόξιος καὶ Πατρόφιλος ὁ ἀπὸ τῆς ἐπωνύμου τῶν Σκυθῶν πόλεως τυγχάνων.

οὗτοι γὰρ ἀεὶ τῆς Ἀρείου μερίδος ὄντες καὶ μὴ «νοοῦντες μήτε πῶς πιστεύουσι μήτε περὶ τίνων διαβεβαιοῦνται», ἀπατῶντες δὲ ἕκαστον ἠρέμα καὶ σπέρματα τῆς αἱρέσεως ἑαυτῶν ἐπισπείροντες ὑφήρπασάν τινας «τῶν δοκούντων εἶναί τι» καὶ αὐτὸν τὸν βασιλέα Κωνστάντιον αἱρετικὸν ὄντα σχηματισάμενοι περὶ πίστεως, ὥστε ποιῆσαι γενέσθαι σύνοδον, νομίζοντες δύνασθαι καλύψαι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ τοὺς πάντας μεταπείθειν, ὥστε τὴν ἀσέβειαν ἀντὶ τῆς ἀληθείας κρατῆσαι πανταχοῦ.

Πρῶτον μὲν οὖν ἔγωγε θαυμάζω (ἡγοῦμαι δὲ καὶ πάντα ὁντιναοῦν φρόνιμον τοῦτο συνορᾶν) ὅτι καθολικῆς ὁρισθείσης συνόδου καὶ ταύτην πάντων προσδοκώντων ἐξαίφνης διῃρέθη· καὶ οἱ μὲν ἐκεῖ συνῆλθον, οἱ δὲ ὧδε συνεκρότησαν ἑαυτούς. ἦν δὲ ἄρα τοῦτο τῆς προνοίας ἔργον, ἵνα ἐν ἑκάστῃ τῶν μὲν τὸ ἄδολον καὶ καθαρὸν τῆς πίστεως δειχθῇ φρόνημα, τῶν δὲ τὸ ὕποπτον καὶ ἀμφίβολον ἦθος ἐλεγχθῇ. ἔπειτα κἀκεῖνο διενοούμην μετὰ τῶν ἐνταῦθα γνησίων ἀδελφῶν καὶ καθ᾽ ἑαυτοὺς ἠσχάλλομεν θεωροῦντες τὸ ἀπρεπὲς τῆς τοσαύτης συνδρομῆς. τί γὰρ τοσοῦτον ἤπειξεν, ὥστε τὴν οἰκουμένην διαταραχθῆναι καὶ τοὺς λεγομένους ἐν τῷ καιρῷ τούτῳ κληρικοὺς διατρέχειν ἄνω καὶ κάτω καὶ ζητεῖν, πῶς ἄρα μάθωσι πιστεύειν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν; εἰ γὰρ ἐπίστευον, οὐκ ἂν ὡς μὴ ἔχοντες ἐζήτουν. τοῦτο δὲ τοῖς μὲν κατηχουμένοις οὐκ ὀλίγον σκάνδαλον, τοῖς δὲ Ἕλλησιν οὐ τὸ τυχόν, ἀλλὰ καὶ πλατὺν γέλωτα παρέσχεν, εἰ Χριστιανοὶ ὥσπερ ἐξ ὕπνου νῦν ἐγερθέντες ζητοῦσι, πῶς δεῖ περὶ Χριστοῦ πιστεύειν. οἱ δὲ λεγόμενοι κληρικοὶ τούτων καίτοι τὰ πρεσβεῖα παρὰ τῶν λαῶν ἐκδικοῦντες ὡς διδάσκαλοι νῦν ἤλεγξαν ἑαυτοὺς ἀπίστους ζητοῦντες ὅπερ οὐκ ἔχουσι.

καὶ ἠγνόησαν οἱ περὶ Οὐρσάκιον τούτων αἴτιοι γενόμενοι, ὅσην ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν λέγοντος τοῦ κυρίου διὰ μὲν τῶν ἁγίων· «οὐαὶ δι᾽ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι», διὰ δὲ ἑαυτοῦ ἐν τοῖς εὐαγγελίοις· «ὃς οὖν ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρεμασθῇ εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα», ὡς ὁ Λουκᾶς προσέθηκε, «σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα».

Τί γὰρ ἔλειπε διδασκαλίας εἰς εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν περὶ πίστεως ζητῶσι καὶ τὴν ὑπατείαν τῶν παρόντων χρόνων προτάσσωσι τῶν παρ᾽ αὐτῶν ἐκτιθεμένων ῥημάτων δῆθεν περὶ πίστεως; Οὐρσάκιος γὰρ καὶ Οὐάλης καὶ Γερμίνιος καὶ οἱ σὺν αὐτοῖς πεποιήκασιν ὃ μήτε γέγονε μήτε ἠκούσθη πώποτε παρὰ Χριστιανοῖς. Γράψαντες γὰρ ὡς ἤθελον αὐτοὶ πιστεύειν προέταξαν τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν τοῦ παρόντος χρόνου, ἵνα δείξωσι πᾶσι τοῖς φρονίμοις ὅτι μὴ πρότερον, ἀλλὰ νῦν ἐπὶ Κωνσταντίου ἀρχὴν ἔχει τούτων ἡ πίστις. πάντα γὰρ πρὸς τὴν ἰδίαν αἵρεσιν βλέποντες ἔγραψαν. πρὸς τούτοις περὶ τοῦ κυρίου προσποιούμενοι γράφειν ἄλλον ‘δεσπότην’ ὀνομάζουσιν ἑαυτοῖς Κωνστάντιον· αὐτὸς γὰρ ἦν ὁ τὴν δυναστείαν τῆς ἀσεβείας αὐτοῖς παρέχων· καὶ ‘αἰώνιον’ δὲ αὐτὸν ‘βασιλέα’ εἰρήκασιν οἱ τὸν υἱὸν ἀίδιον ἀρνούμενοι· οὕτως εἰσὶ πρὸς ἀσέβειαν χριστομάχοι. ἀλλ᾽ ἴσως αὐτοῖς ἐστι πρόφασις τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων ἔχουσι μνήμην.

καὶ Ἡσαίας μὲν καὶ Ὠσηὲ «ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου» γεγόνασιν, Ἱερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου, Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου καὶ Δαρείου καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλόμενοι. ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ ἦν καὶ πρὸ καταβολῆς κόσμου ταύτην ἡμῖν ὁ θεὸς ἐν Χριστῷ προητοίμασεν. οὐδὲ τῆς αὐτῶν δὴ πίστεως τοὺς χρόνους ἐσήμαινον· ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί· ἀλλὰ τῆς δι᾽ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ χρόνοι. ἦν δὲ ἡ ἀπαγγελία προηγουμένη μὲν περὶ τῆς ἐπιδημίας τοῦ σωτῆρος, ἐπακολούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι. καὶ ἦσαν οἱ χρόνοι σημαινόμενοι οὐκ ἀρχῆς πίστεως, καθὰ προεῖπον, ἀλλ᾽ αὐτῶν τῶν προφητῶν, καθ᾽ οὓς οὗτοι γενόμενοι τοιαῦτα προεφήτευον. οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες ‘ἐξετέθη ἡ πίστις ἡ καθολικὴ’ εὐθὺς προσέθηκαν καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν, ἵνα, ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον σημάνωσι. καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον ‘νῦν γὰρ ἤρξατο’ καὶ μὴ ὡς περὶ τῆς καθολικῆς ἐπεχείρουν· οὐ γὰρ ἔγραψαν ‘οὕτω πιστεύομεν’, ἀλλ᾽ ὅτι ‘ἐξετέθη ἡ καθολικὴ πίστις’.

Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν, τὸ δὲ καινὸν ἐπινόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς ἀρειανῆς αἱρέσεως. οὕτω γὰρ γράψαντες ἔδειξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί, ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι. καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐτέθη δόγμα» περὶ τῆς ἀπογραφῆς καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο, ἐν αἷς καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες ‘ἐξετέθη νῦν ἡ πίστις’ ἔδειξαν ὅτι νεώτερόν ἐστι τὸ τῆς αἱρέσεως αὐτῶν φρόνημα καὶ οὐκ ἦν πρότερον. εἰ δὲ προστιθέασι ‘τῆς καθολικῆς’, ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παράνοιαν τῶν ἀπὸ Φρυγίας, ὥστε καὶ αὐτοὺς κατ᾽ ἐκείνους εἰπεῖν· ‘ἡμῖν πρῶτον ἀπεκαλύφθη καὶ ἀφ᾽ ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν’. καὶ ὥσπερ ἐκεῖνοι Μαξιμίλλαν καὶ Μοντανόν, οὕτως οὗτοι ἀντὶ τοῦ Χριστοῦ Κωνστάντιον ‘δεσπότην’ ἐπιγράφονται. εἰ δὲ κατ᾽ αὐτοὺς ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυρες, τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παρ᾽ αὐτῶν κατηχηθέντας καὶ πρὸ τῆς ὑπατείας ταύτης κοιμηθέντας, πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι τούτους ἀπαλείψωσιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν ἐπισπείρωσιν αὐτοῖς;

οὕτως εἰσὶν ἀμαθεῖς μόνον εἰδότες πλάττειν προφάσεις καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους ἐχούσας ἐγγὺς τὸν ἔλεγχον.

Ἡ μὲν γὰρ ἐν Νικαίᾳ σύνοδος οὐχ ἁπλῶς γέγονεν, ἀλλ᾽ εἶχε τὴν χρείαν κατεπείγουσαν καὶ τὴν αἰτίαν εὔλογον. οἱ μὲν γὰρ ἀπὸ τῆς Συρίας καὶ Κιλικίας καὶ Μεσοποταμίας ἐχώλευον περὶ τὴν ἑορτὴν καὶ μετὰ τῶν Ἰουδαίων ἐποίουν τὸ πάσχα, ἥ τε ἀρειανὴ αἵρεσις ἐπαναστᾶσα ἦν κατὰ τῆς καθολικῆς ἐκκλησίας καὶ προστάτας εἶχεν εἴς τε τὴν ὑπὲρ ἑαυτῆς σπουδὴν καὶ εἰς τὴν κατὰ τῶν εὐσεβούντων ἐπιβουλὴν τοὺς περὶ Εὐσέβιον. καὶ αὕτη αἰτία γέγονεν οἰκουμενικὴν συναχθῆναι σύνοδον, ἵνα πανταχοῦ μία τῆς ἑορτῆς ἡμέρα ἐπιτελῆται καὶ ἡ παραφυεῖσα αἵρεσις ἀναθεματισθῇ. γέγονε γοῦν, καὶ οἱ μὲν ἀπὸ τῆς Συρίας ἐπείσθησαν, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀπεφήναντο πρόδρομον τοῦ ἀντιχρίστου καὶ κατ᾽ αὐτῆς γράψαντες ἐκδεδώκασι καλῶς. καὶ ὅμως γράψαντες καὶ τοσοῦτοι ὄντες οὐδὲν τοιοῦτον τετολμήκασιν οἷον οἱ τρεῖς ἢ τέσσαρες οὗτοι. οὐ γὰρ προέταξαν ὑπατείαν καὶ μῆνα καὶ ἡμέραν, ἀλλὰ περὶ μὲν τοῦ πάσχα ‘ἔδοξε τὰ ὑποτεταγμένα’. τότε γὰρ ἔδοξε πάντας πείθεσθαι· περὶ δὲ τῆς πίστεως ἔγραψαν οὐκ ‘ἔδοξεν’, ἀλλ᾽ ‘οὕτως πιστεύει ἡ καθολικὴ ἐκκλησία’ καὶ εὐθὺς ὡμολόγησαν πῶς πιστεύουσιν, ἵνα δείξωσιν ὅτι μὴ νεώτερον, ἀλλ᾽ ἀποστολικόν ἐστιν αὐτῶν τὸ φρόνημα καὶ ἃ ἔγραψαν οὐκ ἐξ αὐτῶν εὑρέθη, ἀλλὰ ταῦτ᾽ ἐστιν ἅπερ ἐδίδαξαν οἱ ἀπόστολοι.

Αἱ δὲ νῦν κινούμεναι παρ᾽ αὐτῶν σύνοδοι ποίαν ἔχουσιν εὔλογον αἰτίαν; εἰ μὲν γὰρ καινοτέρα τις ἄλλη γέγονεν αἵρεσις μετὰ τὴν ἀρειανήν, εἰπάτωσαν τὰ τῆς ἐπινοίας αὐτῆς ῥήματα καὶ τίνες οἱ ταύτην ἐφευρόντες εἰσί, γράφοντές τε ἀναθεματιζέτωσαν τὰς πρὸ τῆς συνόδου ταύτης αἱρέσεις, ἐν αἷς ἐστι καὶ ἡ ἀρειανή, ὥσπερ οἱ ἐν Νικαίᾳ πεποιήκασιν, ἵνα δόξωσι καὶ αὐτοὶ πιθανήν τινα πρόφασιν ἔχειν τοῦ καινότερα λέγειν· εἰ δὲ μηδέν τι τοιοῦτον γέγονε, μηδὲ δύνανται δεῖξαι (αὐτοὶ δὲ μᾶλλον ἔχοντες τὴν ἀσέβειαν Ἀρείου ταῦτα φθέγγονται καὶ καθημέραν ἐλεγχόμενοι μεταβάλλονται), τίς ἡ χρεία τῶν συνόδων ἀρκούσης τῆς ἐν Νικαίᾳ γενομένης πρός τε τὴν ἀρειανὴν καὶ τὰς ἄλλας αἱρέσεις, ἃς κατέκρινε πάσας διὰ τῆς ὑγιαινούσης πίστεως. καὶ γὰρ καὶ ὁ θρυλούμενος Ἀέτιος ὁ ἐπικληθεὶς Ἄθεος οὐκ ἰδίαν ἐφευρὼν μανίαν θρασύνεται, ἀλλ᾽ εἰς τὴν ἀρειανὴν ἑτεροδοξίαν χειμαζόμενος ἐναυάγησε καὶ αὐτὸς μετὰ τῶν ἀπατηθέντων παρ᾽ αὐτοῦ. μάτην γοῦν περιτρέχοντες προφασίζονται διὰ πίστιν ἠξιωκέναι γενέσθαι τὰς συνόδους. ἔστι μὲν γὰρ ἱκανωτέρα πάντων ἡ θεία γραφή, εἰ δὲ καὶ συνόδου χρεία περὶ τούτου, ἔστι τὰ τῶν πατέρων.

καὶ τούτου γὰρ οὐκ ἠμέλησαν οἱ ἐν Νικαίᾳ συνελθόντες, ἀλλὰ καὶ ἔγραψαν οὕτω καλῶς, ὥστε τοὺς γνησίως ἐντυγχάνοντας τοῖς ἐκείνων γράμμασι δύνασθαι παρ᾽ αὐτῶν ὑπομιμνήσκεσθαι τὴν ἐν ταῖς θείαις γραφαῖς καταγγελλομένην εἰς Χριστὸν εὐσέβειαν.

Οὐκοῦν, ἐπειδὴ μηδὲν εὔλογόν ἐστι παρ᾽ αὐτοῖς, ἀποροῦσι δὲ πανταχόθεν, καίτοι καὶ προφάσεις πλάττοντες, τοῦτο λοιπὸν αὐτοῖς περιλείπεται λέγειν· ἡμεῖς ἀντιλέγοντες τοῖς πρὸ ἡμῶν καὶ παραβαίνοντες τὰς τῶν πατέρων παραδόσεις ἠξιώσαμεν σύνοδον γενέσθαι. ἀλλὰ πάλιν φοβηθέντες μὴ πάλιν εἰς ἓν συνελθόντων μάταιος ἡμῖν ἡ σπουδὴ γένηται, ἠξιώσαμεν εἰς δύο διαιρεθῆναι τὴν σύνοδον, ἵνα ἐν μέρει γενόμενοι δείξαντες ἅπερ ἐγράψαμεν ὑφαρπάσαι δυνηθῶμεν τὸ πλέον ἀπειλοῦντες τὸν προιστάμενον τῆς ἀσεβείας Κωνστάντιον, καὶ οὕτω τὰ μὲν ἐν Νικαίᾳ πραχθέντα σχολάσαι ποιήσωμεν σχηματισάμενοι τὴν ἁπλότητα τῶν γραφέντων παρ᾽ ἡμῶν‘. ταῦτα δὲ εἰ καὶ μὴ τοῖς ῥήμασιν αὐτοῖς εἰρήκασιν, ἀλλὰ τῇ διανοίᾳ ταύτῃ πάντα πεποιήκασί τε καὶ διετάραξαν. ἀμέλει πολλὰ πολλάκις εἰρηκότες καὶ γράψαντες ἐν διαφόροις συνόδοις οὐδεπώποτε περὶ τῆς ἀρειανῆς αἱρέσεως ὡς φαύλης ἐμνημόνευσαν, ἀλλ᾽ εἰ καί ποτε παρόντες τινὲς τὰς αἱρέσεις διέβαλλον, αὐτοὶ τὴν ἀρειανὴν ἐξεδίκουν, ἣν ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε, καὶ μᾶλλον οὗτοι τοὺς τὰ Ἀρείου λέγοντας γνησίως ἐδέχοντο. μέγα μὲν οὖν καὶ τοῦτο τεκμήριον, ὅτι μὴ δι᾽ ἀλήθειαν, ἀλλ᾽ ἐπ᾽ ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων ἡ ἐπίνοια τῶν νῦν συνόδων ἦν· ἃ δὲ καὶ ἐν αὐταῖς ταῖς συνόδοις παρ᾽ αὐτῶν καὶ τῶν ὁμοίων πέπρακται, δείκνυσιν οὐδὲν ἧττον εἶναι ταῦτα ἀληθῆ.

λοιπὸν γὰρ ἀναγκαῖον ὡς ἕκαστα γέγονε δηλῶσαι.