Ἃ δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις ἐκτίθενται μεταγνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ πλείονα ἔστι ταῦτα· Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν μονογενῆ θεόν, δι᾽ οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, κύριον ἀπὸ κυρίου, λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς ἀληθινόν, ὁδόν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, τῆς θεότητος οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν θεόν, λόγον θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ· «καὶ θεὸς ἦν ὁ λόγος», δι᾽ οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς καὶ ἄνθρωπον γενόμενον, μεσίτην θεοῦ καὶ ἀνθρώπων ἀπόστολόν τε τῆς πίστεως ἡμῶν καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν ὅτι «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», τὸν παθόντα ὑπὲρ ἡμῶν καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς οὐρανούς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκρούς.