Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Οι αρειανίζουσες σύνοδοι και οι εκθέσεις πίστεως της Αντιοχείας

Παρουσίαση των αλλεπάλληλων εκθέσεων πίστεως που συντάχθηκαν σε τοπικές συνόδους, όπως στα Ιεροσόλυμα και την Αντιόχεια, μαζί με την εκτενή έκθεση που απεστάλη στη Δύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 10

Πλὴν ὅτι συνόδους συνεχεῖς κατὰ τῆς οἰκουμενικῆς ποιοῦντες οὐδέπω κεκμήκασι. μετὰ γὰρ τὴν ἐν Νικαίᾳ σύνοδον οἱ περὶ Εὐσέβιον καθῃρέθησαν. ἀλλὰ μετὰ χρόνον ἐπιβάντες ἀναισχύντως ταῖς ἐκκλησίαις ἤρξαντο τοῖς μὲν ἀντιλέγουσιν αὐτοῖς ἐπισκόποις ἐπιβουλεύειν, ἀντὶ δὲ τούτων τοὺς τῆς αἱρέσεως ἑαυτῶν καθιστάνειν εἰς τὰς ἐκκλησίας, ἵν᾽ ὅτε βούλονται ποιήσωσι τὰς συνόδους ἔχοντες τοὺς συντρέχοντας αὐτοῖς, οὓς ἐπίτηδες εἰς αὐτὸ τοῦτο προεχειρίσαντο. συνέρχονται τοίνυν ἐν Ἱερουσαλὴμ καὶ γράφουσι ταῦτα· Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις θεοῦ χάριτι συναχθεῖσα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ ἐν Ἀλεξανδρείᾳ καὶ τοῖς κατὰ πᾶσαν τὴν Αἴγυπτον καὶ Θηβαίδα καὶ Λιβύην καὶ Πεντάπολιν καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν κυρίῳ χαίρειν.

Πᾶσι μὲν ἡμῖν τοῖς ἐπὶ τὸ αὐτὸ συνελθοῦσιν ἐξ ἐπαρχιῶν διαφόρων πρὸς τῇ μεγάλῃ πανηγύρει, ἣν ἐπὶ τῇ ἀφιερώσει τοῦ σωτηρίου μαρτυρίου σπουδῇ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου τῷ πάντων βασιλεῖ θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ κατασκευασθέντος ἐπετελέσαμεν, πλείονα θυμηδίαν ἡ τοῦ Χριστοῦ χάρις παρέσχεν, ἣν ἐποίησεν αὐτός τε ὁ θεοφιλέστατος βασιλεὺς διὰ γραμμάτων οἰκείων τοῦθ᾽, ὅπερ ἐχρῆν, παρορμήσας πάντα μὲν ἐξορίσαι τῆς ἐκκλησίας τοῦ θεοῦ φθόνον καὶ πᾶσαν μακρὰν ἀπελάσαι βασκανίαν, δι᾽ ἧς τὰ τοῦ Χριστοῦ μέλη πάλαι πρότερον διειστήκει, ἡπλωμένῃ δὲ καὶ εἰρηναίᾳ ψυχῇ δέξασθαι τοὺς περὶ Ἄρειον, οὓς πρός τινα καιρὸν ὁ μισόκαλος φθόνος ἔξω γενέσθαι τῆς ἐκκλησίας εἰργάσατο. ἐμαρτύρει δὲ τοῖς ἀνδράσιν ὁ θεοφιλέστατος βασιλεὺς διὰ τῆς ἐπιστολῆς πίστεως ὀρθοτομίαν, ἣν παρ᾽ αὐτῶν πυθόμενος αὐτός τε δι᾽ ἑαυτοῦ παρὰ ζώσης φωνῆς αὐτῶν ἀκούσας ἀπεδέξατο ἡμῖν τε φανερὰν κατεστήσατο, ὑποτάξας τοῖς ἑαυτοῦ γράμμασιν ἔγγραφον τὴν τῶν ἀνδρῶν ὀρθοδοξίαν, ἣν ἐπέγνωμεν οἱ πάντες ὑγιῆ τε οὖσαν καὶ ἐκκλησιαστικήν. καὶ εἰκότως παρεκάλει τοὺς ἄνδρας ὑποδεχθῆναι καὶ ἑνωθῆναι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ, ὥσπερ οὖν καὶ αὐτοὶ ἐκ τῶν ἰσοτύπων εἴσεσθε τῆς αὐτῆς ἐπιστολῆς, ἧς πρὸς τὴν ὑμετέραν εὐλάβειαν διεπεμψάμεθα.

πιστεύομεν ὅτι καὶ ὑμῖν αὐτοῖς, ὡς ἂν τὰ οἰκεῖα μέλη τοῦ ὑμετέρου σώματος ἀπολαμβάνουσι, μεγάλη χαρὰ καὶ εὐφροσύνη γενήσεται τὰ ἑαυτῶν σπλάγχνα καὶ τοὺς ἑαυτῶν ἀδελφούς τε καὶ πατέρας γνωρίζουσί τε καὶ ἀπολαμβάνουσιν, οὐ μόνον τῶν πρεσβυτέρων τῶν περὶ Ἄρειον ἀποδοθέντων ὑμῖν, ἀλλὰ καὶ παντὸς τοῦ λαοῦ καὶ τῆς πληθύος ἁπάσης, ἣ προφάσει τῶν εἰρημένων ἀνδρῶν μακρῷ χρόνῳ παρ᾽ ὑμῖν διειστήκει. καὶ πρέπει γε ἀληθῶς γνόντας ὑμᾶς τὰ πεπραγμένα, καὶ ὡς ἐκοινώνησαν οἱ ἄνδρες παρεδέχθησάν τε ὑπὸ τῆς τοσαύτης ἁγίας συνόδου, προθυμότατα καὶ αὐτοὺς ἀσπάσασθαι τὴν πρὸς τὰ οἰκεῖα μέλη συνάφειάν τε καὶ εἰρήνην, ὅτι μάλιστα τὰ τῆς ἐκτεθείσης ὑπ᾽ αὐτῶν πίστεως ἀναμφήριστον σώζει τὴν παρὰ τοῖς πᾶσιν ὁμολογουμένην ἀποστολικὴν παράδοσίν τε καὶ διδασκαλίαν.

Αὕτη τῶν συνόδων αὐτῶν ἡ ἀρχὴ γέγονεν, ἐν ᾗ καὶ τὴν προαίρεσιν ἑαυτῶν ταχέως ἐξήγγειλαν καὶ οὐκ ἠδυνήθησαν κρύψαι. εἰρηκότες γὰρ ἐξηλᾶσθαι πάντα φθόνον καὶ μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον τῆς Ἀλεξανδρείας Ἀθανάσιον γράφοντες δεῖν δεχθῆναι Ἄρειον καὶ τοὺς σὺν αὐτῷ ἔδειξαν ὅτι διὰ τοῦτο αὐτῷ τε τῷ Ἀθανασίῳ ἐπεβούλευον καὶ τοῖς ἄλλοις πᾶσιν ἐπισκόποις τοῖς ἀντιλέγουσιν αὐτοῖς ἐπεβούλευσαν ὑπὲρ τοῦ τοὺς περὶ Ἄρειον δέξασθαι καὶ τὴν αἵρεσιν εἰς τὴν ἐκκλησίαν εἰσαγαγεῖν. καὶ εἰ καὶ πᾶσαν τὴν Ἀρείου κακοφροσύνην ἐπῄνεσαν ἐν ταύτῃ καὶ εἰς κοινωνίαν προσέταξαν αὐτοὺς δεχθῆναι, αὐτοὶ πρότερον τοῦτο ποιήσαντες, ὅμως ἡγούμενοι λείπειν αὐτοῖς ἔτι πρὸς ὃ βούλονται συγκροτοῦσιν ἐν Ἀντιοχείᾳ σύνοδον προφάσει τῶν λεγομένων Ἐγκαινίων. καὶ ἐπειδὴ ἀεὶ ὑπὸ πάντων κατηγοροῦντο περὶ τῆς αἱρέσεως γράφουσι διαφόρως τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως. καὶ τὰ μὲν ἐν μιᾷ ἐπιστολῇ γραφέντα παρ᾽ αὐτῶν ἐστι ταῦτα· Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν· πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθοῦμεν πρεσβυτέρῳ; οὔτε ἄλλην τινὰ πίστιν παρὰ τὴν ἐξ ἀρχῆς παραδοθεῖσαν ἐδεξάμεθα. ἀλλὰ καὶ αὐτοὶ ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι μᾶλλον αὐτὸν προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν· γνώσεσθε δὲ ἀπὸ τῶν λεγομένων.

μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς εἰς ἕνα θεὸν τὸν τῶν ὅλων θεὸν πιστεύειν, τὸν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν, καὶ εἰς ἕνα υἱὸν τοῦ θεοῦ μονογενῆ, πρὸ πάντων αἰώνων ὑπάρχοντα καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν πατρί, δι᾽ οὗ καὶ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, τὸν καὶ ἐπ᾽ ἐσχάτων ἡμερῶν κατ᾽ εὐδοκίαν τοῦ πατρὸς κατελθόντα καὶ σάρκα ἐκ τῆς παρθένου ἀνειληφότα καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βούλησιν συνεκπεπληρωκότα, πεπονθέναι καὶ ἐγηγέρθαι καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ διαμένοντα βασιλέα καὶ θεὸν εἰς τοὺς αἰῶνας. πιστεύομεν δὲ καὶ εἰς τὸ ἅγιον πνεῦμα· εἰ δὲ δεῖ προσθεῖναι πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως καὶ ζωῆς αἰωνίου.

Ἃ δὲ καὶ ἐν ἑτέρᾳ ἐπιστολῇ δεύτερον ἐν τοῖς αὐτοῖς Ἐγκαινίοις ἐκτίθενται μεταγνόντες μὲν ἐπὶ τοῖς προτέροις, ἐπινοήσαντες δὲ καινότερά τινα καὶ πλείονα ἔστι ταῦτα· Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητὴν καὶ προνοητήν, ἐξ οὗ τὰ πάντα· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ, τὸν μονογενῆ θεόν, δι᾽ οὗ τὰ πάντα, τὸν γεννηθέντα πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, κύριον ἀπὸ κυρίου, λόγον ζῶντα, σοφίαν ζῶσαν, φῶς ἀληθινόν, ὁδόν, ἀλήθειαν, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, τῆς θεότητος οὐσίας τε καὶ βουλῆς καὶ δυνάμεως καὶ δόξης τοῦ πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν θεόν, λόγον θεὸν κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ· «καὶ θεὸς ἦν ὁ λόγος», δι᾽ οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς καὶ ἄνθρωπον γενόμενον, μεσίτην θεοῦ καὶ ἀνθρώπων ἀπόστολόν τε τῆς πίστεως ἡμῶν καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησιν ὅτι «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», τὸν παθόντα ὑπὲρ ἡμῶν καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα εἰς οὐρανούς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκρούς.

καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ τελείωσιν τοῖς πιστεύουσι διδόμενον, καθὼς καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο τοῖς μαθηταῖς λέγων «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», δηλονότι πατρός, ἀληθῶς πατρὸς ὄντος, υἱοῦ δὲ ἀληθῶς υἱοῦ ὄντος, τοῦ δὲ ἁγίου πνεύματος ἀληθῶς ἁγίου πνεύματος ὄντος, τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶς κειμένων, ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν οἰκείαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν, ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. ταύτην οὖν ἔχοντες τὴν πίστιν καὶ ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἔχοντες ἐνώπιον τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ πᾶσαν αἱρετικὴν κακοδοξίαν ἀναθεματίζομεν. καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν γραφῶν [ὀρθὴν] πίστιν διδάσκει λέγων ἢ χρόνον ἢ καιρὸν ἢ αἰῶνα ἢ εἶναι ἢ γεγονέναι πρὸ τοῦ γεννηθῆναι τὸν υἱόν, ἀνάθεμα ἔστω. καὶ εἴ τις λέγει τὸν υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων ἢ ποίημα ὡς ἓν τῶν ποιημάτων καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδέδωκαν τῶν προειρημένων ἕκαστον [ἀφ᾽ ἑκάστου], ἢ εἴ τι ἄλλο διδάσκει ἢ εὐαγγελίζεται, παρ᾽ ὃ παρελάβομεν, ἀνάθεμα ἔστω.

ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφόβως καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν.

Καὶ Θεοφρόνιος δέ τις ἐπίσκοπος Τυάνων συνθεὶς καὶ αὐτὸς ἐξέθετο τὴν πίστιν ταύτην ἔμπροσθεν τῶν πάντων, ᾗ καὶ πάντες ὑπέγραψαν ἀποδεξάμενοι τὴν τοῦ ἀνθρώπου πίστιν· Οἶδεν ὁ θεός, ὃν μάρτυρα καλῶ ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι οὕτως πιστεύω· εἰς θεὸν πατέρα παντοκράτορα, τὸν τῶν ὅλων κτίστην καὶ ποιητήν, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, θεόν, λόγον, δύναμιν καὶ σοφίαν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι᾽ οὗ τὰ πάντα, τὸν γεννηθέντα ἐκ τοῦ πατρὸς πρὸ τῶν αἰώνων, θεὸν τέλειον ἐκ θεοῦ τελείου καὶ ὄντα πρὸς τὸν θεὸν ἐν ὑποστάσει, ἐπ᾽ ἐσχάτων δὲ τῶν ἡμερῶν κατελθόντα καὶ γεννηθέντα ἐκ τῆς παρθένου κατὰ τὰς γραφάς, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα ἀπὸ τῶν νεκρῶν καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ πατρὸς αὐτοῦ καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως κρῖναι ζῶντας καὶ νεκροὺς καὶ μένοντα εἰς τοὺς αἰῶνας. καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸν παράκλητον, «τὸ πνεῦμα τῆς ἀληθείας», ὃ καὶ διὰ τοῦ προφήτου ἐπηγγείλατο ὁ θεὸς ἐκχέειν ἐπὶ τοὺς ἑαυτοῦ δούλους καὶ ὁ κύριος ἐπηγγείλατο πέμψαι τοῖς ἑαυτοῦ μαθηταῖς, ὃ καὶ ἔπεμψεν, ὡς αἱ Πράξεις τῶν Ἀποστόλων μαρτυροῦσιν. εἰ δέ τις παρὰ ταύτην τὴν πίστιν διδάσκει ἢ ἔχει ἐν ἑαυτῷ, ἀνάθεμα ἔστω.

καὶ 〈κατὰ〉 Μαρκέλλου τοῦ Ἀγκύρας ἢ Σαβελλίου ἢ Παύλου τοῦ Σαμοσατέως· ἀνάθεμα ἔστω καὶ αὐτὸς καὶ πάντες οἱ κοινωνοῦντες αὐτῷ.

Ἦσαν δὲ οἱ συνελθόντες ἐν τοῖς Ἐγκαινίοις ἐπίσκοποι ἐνενήκοντα, ὑπατείᾳ Μαρκελλίνου καὶ Προβίνου, ἰνδικτιῶνος ιδʹ, ἐκεῖ ὄντος Κωνσταντίου τοῦ ἀσεβεστάτου. ταῦτα πράξαντες ἐν Ἀντιοχείᾳ τοῖς Ἐγκαινίοις, νομίσαντες δὲ μὴ τελείως γεγραφέναι, ῥεμβομένην δὲ τὴν διάνοιαν ἔχοντες αὖθις πάλιν συντιθέασιν ἄλλο γράμμα δῆθεν περὶ πίστεως μετὰ μῆνας ὀλίγους, καὶ ἀποστέλλουσιν εἰς τὰς Γαλλίας Νάρκισσον, Μάριν, Θεόδωρον καὶ Μάρκον. κἀκεῖνοι ὡς ἀπὸ συνόδου πεμφθέντες ἐπιδεδώκασι τῷ τῆς μακαρίας μνήμης Κώνσταντι τῷ Αὐγούστῳ καὶ τοῖς ἐκεῖ πᾶσι ταῦτα· Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται».

καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι᾽ οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς ἀληθινόν, τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ πατρὸς καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάλυτος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ πατρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ εἰς τὸ ἅγιον πνεῦμα, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα, δι᾽ οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ‘ἦν ποτε χρόνος ὅτε οὐκ ἦν’ ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία.

Ἐπὶ τούτοις ὥσπερ μεταγνόντες συλλέγουσι πάλιν τὸ συνέδριον ἑαυτῶν μετὰ ἔτη τρία, καὶ ἀποστέλλουσιν Εὐδόξιον, Μαρτύριον καὶ Μακεδόνιον τὸν ἀπὸ Κιλικίας καὶ σὺν αὐτοῖς ἑτέρους τινὰς εἰς τὰ μέρη τῆς Ἰταλίας ἀποφέροντας πίστιν διὰ πολλῶν γραφεῖσαν προσθήκας τε ἔχουσαν πλείστας παρὰ τὰς προτέρας, ὡς γὰρ καινότερά τινα ἐπινοήσαντες ἀπεδήμησαν ἔχοντες ταῦτα· Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, «ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται»· καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ πατρὸς γεννηθέντα, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, δι᾽ οὗ ἐγένετο τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα καὶ σοφίαν καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς ἀληθινόν, τὸν ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν δι᾽ ἡμᾶς ἐνανθρωπήσαντα καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα καὶ ἀναστάντα ἐκ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀναληφθέντα εἰς οὐρανὸν καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ πατρὸς καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας· καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ πατρὸς οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.

πιστεύομεν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τουτέστι τὸν παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον ἀπέστειλε διδάξαι αὐτοὺς καὶ ὑπομνῆσαι πάντα, δι᾽ οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί.

Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ θεοῦ καὶ ὅτι ἦν χρόνος ποτὲ ἢ αἰών, ὅτε μὴ ἦν, ἀλλοτρίους οἶδεν ἡ καθολικὴ καὶ ἁγία ἐκκλησία. ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι θεοὺς ἢ τὸν Χριστὸν μὴ εἶναι θεὸν ἢ πρὸ τῶν αἰώνων μήτε Χριστὸν μήτε υἱὸν αὐτὸν εἶναι θεοῦ ἢ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ἢ ἅγιον πνεῦμα ἢ ἀγέννητον υἱὸν ἢ ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία.

Οὔτε γὰρ ἐξ οὐκ ὄντων τὸν υἱὸν λέγειν ἀσφαλές, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων γραφῶν φέρεται περὶ αὐτοῦ, οὔτε μὴν ἐξ ἑτέρας τινὸς ὑποστάσεως παρὰ τὸν πατέρα προυποκειμένης, ἀλλ᾽ ἐκ μόνου τοῦ θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διοριζόμεθα. ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον τὸν Χριστοῦ πατέρα ὁ θεῖος διδάσκει λόγος. ἀλλ᾽ οὐδὲ τὸ ‘ἦν ποτε ὅτε οὐκ ἦν’ ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας χρονικόν τι διάστημα προενθυμητέον αὐτοῦ, ἀλλ᾽ ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα θεόν· καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δι᾽ αὐτοῦ. οὔτε μὴν συνάναρχον καὶ συναγέννητον τῷ πατρὶ τὸν υἱὸν εἶναι νομιστέον· συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθήσεται. ἀλλὰ τὸν μὲν πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀγέννητον γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν, τὸν δὲ υἱὸν γεγεννῆσθαι πρὸ αἰώνων καὶ μηκέτι ὁμοίως τῷ πατρὶ ἀγέννητον εἶναι καὶ αὐτόν, ἀλλ᾽ ἀρχὴν ἔχειν τὸν γεννήσαντα πατέρα· «κεφαλὴ γὰρ Χριστοῦ ὁ θεός».

Οὔτε μὴν τρία ὁμολογοῦντες πράγματα καὶ τρία πρόσωπα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κατὰ τὰς γραφὰς τρεῖς διὰ τοῦτο τοὺς θεοὺς ποιοῦμεν, ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον θεὸν ἕνα μόνον οἴδαμεν, τὸν θεὸν καὶ πατέρα τοῦ μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως τοῦτο χαριζόμενον. οὔτε μὴν ἕνα θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα καὶ τὸν Χριστὸν θεὸν εἶναι πρὸ αἰώνων, ὁποῖοί εἰσιν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες τῷ τὴν φύσιν ψιλὸν ἄνθρωπον γεγονέναι. οἴδαμεν γὰρ καὶ αὐτόν, εἰ καὶ ὑποτέτακται τῷ πατρὶ καὶ τῷ θεῷ, ἀλλ᾽ ὅμως πρὸ αἰώνων γεννηθέντα ἐκ τοῦ θεοῦ θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα θεόν, ἀλλ᾽ ἐκ θεοῦ ἐνανθρωπῆσαι δι᾽ ἡμᾶς, καὶ μηδέποτε ἀπολωλεκότα τὸ εἶναι.

Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς λόγον μὲν μόνον αὐτὸν ψιλὸν τοῦ θεοῦ καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον, Χριστὸν δὲ αὐτὸν καὶ υἱὸν τοῦ θεοῦ καὶ μεσίτην καὶ εἰκόνα τοῦ θεοῦ μὴ εἶναι πρὸ αἰώνων θέλοντας, ἀλλ᾽ ἐκ τότε Χριστὸν αὐτὸν γεγονέναι καὶ υἱὸν τοῦ θεοῦ, ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς παρθένου σάρκα ἀνείληφε πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν. ἐκ τότε γὰρ τὸν Χριστὸν ἀρχὴν βασιλείας ἐσχηκέναι ἐθέλουσι καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ τὴν κρίσιν.

Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ Σκοτεινοῦ τῶν Ἀγκυρογαλατῶν, οἳ τὴν προαιώνιον ὕπαρξιν τοῦ Χριστοῦ καὶ τὴν θεότητα καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τῇ μοναρχίᾳ. ἴσμεν γὰρ αὐτὸν ἡμεῖς οὐχ ἁπλῶς λόγον προφορικὸν ἢ ἐνδιάθετον τοῦ θεοῦ, ἀλλὰ ζῶντα θεὸν λόγον καθ᾽ ἑαυτὸν ὑπάρχοντα καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ οὐ προγνωστικῶς συνόντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ πατρὶ καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτῷ τὴν δημιουργίαν εἴτε τῶν ὁρατῶν εἴτε τῶν ἀοράτων. οὗτος γάρ ἐστι πρὸς ὃν εἶπεν ὁ πατὴρ ὅτι «ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν», ὁ καὶ τοῖς πατριάρχαις αὐτοπροσώπως ὀφθείς, δεδωκὼς τὸν νόμον καὶ λαλήσας διὰ τῶν προφητῶν καὶ τὰ τελευταῖα ἐνανθρωπήσας καὶ τὸν ἑαυτοῦ πατέρα πᾶσιν ἀνθρώποις φανερώσας καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας. οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς προσείληφεν ἀξίωμα, ἀλλ᾽ ἄνωθεν τέλειον αὐτὸν καὶ τῷ πατρὶ κατὰ πάντα ὅμοιον εἶναι πεπιστεύκαμεν.

Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, καθ᾽ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας εἰκότως ἀποκηρύσσομεν τῆς ἐκκλησίας, ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ πατέρα χωρητὸν ἅμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται. τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασσιανοὶ μὲν παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ καλούμενοι παρ᾽ ἡμῖν. οἴδαμεν γὰρ ἡμεῖς τὸν μὲν ἀποστείλαντα πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι, τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπληρωκέναι.

Ὅμως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν υἱὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον καὶ ἀπροαίρετον περιτεθεικότας τῷ θεῷ, ἵνα ἄκων γεννήσῃ τὸν υἱόν, δυσσεβεστάτους καὶ τῆς ἐκκλησίας ξένους ἐπιγινώσκομεν, ὅτι τε παρὰ τὰς κοινὰς περὶ θεοῦ ἐννοίας καὶ δὴ καὶ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου γραφῆς τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. αὐτοκράτορα γὰρ ἡμεῖς τὸν θεὸν καὶ κύριον αὐτὸν ἑαυτοῦ εἰδότες ἑκουσίως αὐτὸν καὶ ἐθελοντὴν τὸν υἱὸν γεγεννηκέναι εὐσεβῶς ὑπειλήφαμεν. πιστεύοντες δὲ ἐμφόβως καὶ τῷ περὶ ἑαυτοῦ λέγοντι· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», οὐχ ὁμοίως αὐτὸν τοῖς δι᾽ αὐτοῦ γενομένοις κτίσμασιν ἢ ποιήμασι γεγενῆσθαι νοοῦμεν. ἀσεβὲς γὰρ καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον τὸ τὸν κτίστην τοῖς δι᾽ αὐτοῦ κεκτισμένοις δημιουργήμασι παραβάλλειν καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἄλλοις τρόπον ἔχειν καὶ αὐτὸν νομίζειν. μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ υἱὸν γεγεννῆσθαι γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἱ θεῖαι γραφαί.

Ἀλλ᾽ οὐδὲ τὸν υἱὸν καθ᾽ ἑαυτὸν εἶναι ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ πατρὶ λέγοντες διὰ τοῦτο χωρίζομεν αὐτὸν τοῦ πατρὸς τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἀλλήλοις ἐπισυνῆφθαι καὶ ἀχωρίστους ὑπάρχειν ἑαυτῶν, ὅλου μὲν τοῦ πατρὸς ἐνστερνισμένου τὸν υἱόν, ὅλου δὲ τοῦ υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ πατρὶ καὶ μόνου τοῖς πατρῴοις κόλποις ἐπαναπαυομένου διηνεκῶς. πιστεύοντες οὖν εἰς τὴν παντέλειον τριάδα τὴν ἁγιωτάτην, τουτέστιν εἰς τὸν πατέρα καὶ εἰς τὸν υἱὸν καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, καὶ θεὸν μὲν τὸν πατέρα λέγοντες, θεὸν δὲ καὶ τὸν υἱόν, οὐ δύο τούτους θεούς, ἀλλ᾽ ἓν ὁμολογοῦμεν τῆς θεότητος ἀξίωμα καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν συμφωνίαν, πανταρχοῦντος μὲν καθόλου πάντων καὶ αὐτοῦ τοῦ υἱοῦ μόνου τοῦ πατρός, τοῦ δὲ υἱοῦ ὑποτεταγμένου τῷ πατρί, ἐκτὸς δὲ αὐτοῦ πάντων μετ᾽ αὐτὸν βασιλεύοντος τῶν δι᾽ αὐτοῦ γενομένων καὶ τὴν τοῦ ἁγίου πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι. οὕτω γὰρ τὸν περὶ τῆς εἰς Χριστὸν μοναρχίας συνίστασθαι λόγον παρέδοσαν ἡμῖν οἱ ἱεροὶ λόγοι.

Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ προεκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ᾽ ἵνα πᾶσαν τὴν τῆς ἡμετέρας ὑπολήψεως ἀλλοτρίαν ἀνακαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ᾽ ἡμᾶς ἀγνοοῦσι καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν κυρίῳ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων γραφῶν παρὰ τοῖς ἀδιαστρόφοις.