Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τοῦ μὴ εἰκῇ μεταλαμβάνειν τῶν θείων μυστηρίων

Μέγας Αθανάσιος

Το παράδειγμα του Δαβίδ και η αναγωγή στην Καινή Διαθήκη

Το περιστατικό της βρώσης των άρτων της προθέσεως από τον Δαβίδ χρησιμοποιείται ως επιχείρημα από το έλασσον προς το μείζον για την αναγκαιότητα καθαρότητας προ της Θείας Κοινωνίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 2

Εἰ δὲ ὑπὲρ τοῦ ἀκοῦσαι μόνον φωνῆς κυρίου τοσούτων ἡμερῶν ἁγνισμὸν προσέταττε, πόσῳ μᾶλλον νῦν πρέπον ἐστὶ φυλάττειν τινά, ὅτε αὐτοῦ τοῦ θεοῦ μέλλει τὸ ἄχραντον ὑποδέχεσθαι σῶμα; Καὶ πάλιν ὁμοίως ἐκ τοῦ αʹ. βιβλίου. ‘Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέβηλοι ὑπὸ τὴν χεῖρα μου, ἀλλὰ ἅγιοι εἰσίν· εἰ πεφυλαγμένα τὰ παιδάριά εἰσιν ἀπὸ γυναικός, καὶ φάγονται. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ καὶ εἶπεν αὐτῷ.

Ἀπὸ γυναικὸς ἀπεσχόμεθα χθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε πάντα τὰ παιδάρια ἡγνισμένα. Καὶ ἔδωκεν αὐτῷ Ἀβιμελὲχ τοὺς ἄρτους τῆς προθέσεως’. Καὶ εἰ ἐπὶ τῆς ‘σκιᾶς’, ἤγουν τῆς παλαιᾶς, τοιαύτη παραίτησις ὑπῆρχεν, ὥστε συγγινόμενόν τινα τῇ ἰδίᾳ γυναικὶ μὴ ἐσθίειν ἐκ τῶν ἄρτων τῆς προθέσεως, τῶν πολὺ καὶ ἀσυγκρίτως ἀπεχόντων τῶν ζωοποιῶν μυστηρίων τοῦ ἀχράντου σώματος καὶ αἵματος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ, πόσῳ μᾶλλον νῦν ἐν τῇ ‘χάριτι’, ἔνθα πολὺ μείζονα πολιτείας ἀκρίβειαν ἀπαιτούμεθα, ὀφείλομεν ἁγνεύειν ἑαυτούς, μέλλοντες τῶν τοιούτων φρικτῶν μετέχειν μυστηρίων;