ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν· Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειομανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆς αἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦς παρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλασμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσία ποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνει τὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ᾽ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ᾽ ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέχρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱ Ἀρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρ εἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺς ἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸ ποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών.