Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Η χωρική περιοριστικότητα των κτισμάτων και το απερίγραπτο του Θεού

Ερμηνευτικός σχολιασμός του διαλόγου του Θεού με τον διάβολο, με έμφαση στην τοπική περιγραφή των κτιστών όντων έναντι του πανταχού παρόντος Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Καὶ εἶπεν ὁ Θεὸς τῷ διαβόλῳ· Πόθεν παραγέγονας; Ἀθανασίου. Ἅμα δὲ ἐν τούτοις παρίσταται, εἰ καὶ τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι. Καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν ἐπὶ τῆς κλίμακος. Κἀνταῦθα, Ἦλθον, φησὶ, παραστῆναι ἐνώπιον Κυρίου. Καὶ πεῦσις γίνεται πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας;

Ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι· μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος· τὸν πανταχοῦ παρόντα ζητοῦσιν, ἵν᾽ εὕροιεν ἐν χωρίῳ τινὶ συγκλειόμενον τὸν ἀόριστον. Ἀλλὰ τὸ παραστῆναι, τοῦτό ἐστι τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι. Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πονηροτάτη, κατὰ τὸ ἀπερίγραπτον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ, κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα.