Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Η ανδρεία και η υπομονή του Ιώβ απέναντι στις μεθοδείες του διαβόλου

Περιγραφή του πνευματικού αγώνα και της σταθερότητας του Ιώβ ενάντια στις επιθέσεις και τις φαντασιώσεις του πονηρού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Ἀθανάσιος. Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμός· μείζων δὲ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ. Καὶ πολὺς μὲν ἔῤῥεεν ὁ πειράζων, καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ τῷ μεγέθει τῆς διανοίας.

Γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή. Ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβάντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγον ἐν τῷ ψαλμῷ· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων ἀνδρεῖός ἐστι, καὶ ὁ ἀνδρεῖος ὑπομονητικὸς ἂν εἴη. Διὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπατηθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς ὑποκρύπτει καὶ σκέπει· ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ. Οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ᾽ ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, καὶ τὴν διάνοιαν αὐτῶν παραποιῶν. Οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτῇ ὑποκρίνεσθαι φιλανδρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν. Οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον.