Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ

Μέγας Αθανάσιος

Αντιπαράθεση με τους Αρειανούς περί της σημασίας των ρημάτων «ποιώ» και «γεννώ»

Ερμηνεία της Γραφής με αναφορά στα τέκνα του Ιώβ, με σκοπό την αναίρεση των αρειανικών επιχειρημάτων περί της κτιστότητας του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 5

ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν· Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειομανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆς αἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦς παρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλασμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσία ποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνει τὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ᾽ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ᾽ ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέχρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱ Ἀρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρ εἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺς ἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸ ποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών.

Καὶ οὐ διαφέρεται. Κἀνταῦθα δὲ περὶ τοῦ Ἰὼβ εἴρηται· Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτά· ὥσπερ καὶ Μωϋσῆς ἐν τῷ νόμῳ φησίν· Ἐὰν γένωνται. Χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστιν. Τούτου γὰρ ἀποδεικνυμένου, παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια, καὶ φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν.

Δέδεικται γὰρ, ὅτι ἡ τοῦ, ἐποίησε, λέξις καὶ ἐπὶ τῶν γνησίων καὶ τῶν φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ. Ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου φύσει καὶ γνησίου υἱοῦ, κἂν λέγηται ἐπ᾽ αὐτοῦ (sic) τὸ, ἐποίησεν, ἢ ἐγένετο, οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ᾽ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι.