Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύμβολον τοῦ Ἀθανασίου

Μέγας Αθανάσιος

Πρώτη μορφή του συμβόλου πίστεως

Συνοπτική διατύπωση της ορθόδοξης πίστης, με αναφορά στο τριαδικό δόγμα, την ενανθρώπηση, το πάθος και τη μέλλουσα κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΣΥΜΒΟΛΟΝ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ. Εἴ τις θέλει σωθῆναι, πρὸ πάντων χρὴ αὐτῷ τὴν καθολικὴν κρατῆσαι πίστιν· ἣν εἰ μή τις ὑγιῆ καὶ ἄμωμον τηρήσειε, πάσης ἀμφιβολίας ἐκτὸς εἰς τὸν αἰῶνα ἀπολεῖται. Πίστις δὲ καθολικὴ αὕτη ἐστὶν, ἵνα ἕνα Θεὸν ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι σέβωμεν, μήτε συγχέοντες τὰ πρόσωπα, μήτε τὴν οὐσίαν διαιροῦντες.

Ἄλλη γάρ ἐστιν ἡ τοῦ Πατρὸς ὑπόστασις, ἄλλη τοῦ Υἱοῦ, καὶ ἄλλη τοῦ ἁγίου Πνεύματος· ἀλλὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἐστὶ θεότης, ἴση δόξα, συνδιαιωνίζουσα ἡ μεγαλειότης. Οἷος ὁ Πατὴρ, τοιοῦτος καὶ ὁ Υἱὸς, τοιοῦτον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἄκτιστος ὁ Πατὴρ, ἄκτιστος ὁ Υἱὸς, ἄκτιστον καὶ τὸ ἅγιον Πνεῦμα. Ἄμετρος ὁ Πατὴρ, ἄμετρος ὁ Υἱὸς, ἄμετρον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Αἰώνιος ὁ Πατὴρ, αἰώνιος ὁ Υἱὸς, αἰώνιον καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ὅμως οὐ τρεῖς αἰώνιοι, ἀλλ᾽ εἷς αἰώνιος· ὥσπερ οὐ τρεῖς ἄκτιστοι, οὐδὲ τρεῖς ἄμετροι, ἀλλ᾽ εἷς ἄκτιστος, καὶ εἷς ἄμετρος. Ὁμοίως παντοκράτωρ ὁ Πατὴρ, παντοκράτωρ ὁ Υἱὸς, παντοκράτωρ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅμως οὐ τρεῖς παντοκράτορες, ἀλλ᾽ εἷς παντοκράτωρ. Οὕτω Θεὸς ὁ Πατὴρ, Θεὸς ὁ Υἱὸς, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ᾽ ὅμως οὐ τρεῖς θεοὶ, ἀλλ᾽ εἷς Θεός. Ὡσαύτως Κύριος ὁ Πατὴρ, Κύριος ὁ Υἱὸς, Κύριος τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅμως οὐ τρεῖς κύριοι, ἀλλ᾽ εἷς ἐστι Κύριος. Ὅτι, ὥσπερ μοναδικῶς ἑκάστην ὑπόστασιν Θεὸν καὶ Κύριον ὁμολογεῖν Χριστιανικῇ ἀληθείᾳ ἀναγκαζόμεθα, οὕτω τρεῖς θεοὺς ἢ τρεῖς κυρίους λέγειν καθολικῇ εὐσεβείᾳ κωλυόμεθα. Ὁ Πατὴρ ὑπ᾽ οὐδενός ἐστι πεποιημένος, οὔτε δεδημιουργημένος, οὔτε γεγεννημένος.

Ὁ Υἱὸς ἀπὸ μόνου τοῦ Πατρός ἐστιν οὐ πεποιημένος, οὐδὲ δεδημιουργημένος, ἀλλὰ γεγεννημένος. Τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς οὐ πεποιημένον, οὔτε δεδημιουργημένον, οὔτε γεγεννημένον, ἀλλ᾽ ἐκπορευτόν. Εἷς οὖν ἐστι Πατὴρ, οὐ τρεῖς πατέρες· εἷς Υἱὸς, οὐ τρεῖς υἱοί· ἓν Πνεῦμα ἅγιον, οὐ τρία πνεύματα ἅγια. Καὶ ἐν ταύτῃ τῇ Τριάδι οὐδὲν πρῶτον ἢ ὕστερον, οὐδὲν μεῖζον ἢ ἔλαττον, ἀλλ᾽ ὅλαι αἱ τρεῖς ὑποστάσεις συνδιαιωνίζουσαι ἑαυταῖς εἰσι καὶ ἴσαι. Οὕτως, ἵνα διὰ πάντων, ὥσπερ ἤδη προείρηται, καὶ Τριὰς ἐν μονάδι, καὶ μονὰς ἐν Τριάδι λατρεύηται. Ὁ θέλων οὖν σωθῆναι οὕτω περὶ τῆς ἁγίας Τριάδος νοείτω. Ἀλλ᾽ ἀναγκαῖον δέ ἐστι πρὸς αἰωνίαν σωτηρίαν, ἵνα καὶ τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βεβαίως πιστεύῃ. Ἔστιν οὖν πίστις ὀρθὴ, ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Υἱὸς, Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, πρὸ αἰώνων γεννηθείς· καὶ ἄνθρωπός ἐστιν ἐκ τῆς οὐσίας τῆς μητρὸς, ἐν χρόνῳ γεννηθείς. Τέλειος Θεὸς, καὶ τέλειος ἄνθρωπος, ἐκ ψυχῆς λογικῆς καὶ ἀνθρωπίνης σαρκὸς ὑποστάς· ἴσος τῷ Πατρὶ κατὰ τὴν θεότητα, ἥττων τοῦ Πατρὸς κατὰ τὴν ἀνθρωπότητα.

Ὃς, εἰ καὶ Θεὸς ὑπάρχει καὶ ἄνθρωπος, ὅμως οὐ δύο, ἀλλ᾽ εἷς ἐστι Χριστός· εἷς δὲ οὐ τροπῇ θεότητος εἰς σάρκα, ἀλλὰ προσλήψει ἀνθρωπότητος εἰς θεότητα. Εἷς καθόλου οὐ συγχύσει φύσεων, ἀλλ᾽ ἑνώσει ὑποστάσεων· ὥσπερ γὰρ ψυχὴ λογικὴ καὶ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι Χριστός· ὁ παθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ κατελθὼν εἰς τὸν ᾅδην, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, καὶ ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθήμενος ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς τοῦ παντοκράτορος, ὅθεν ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς.

Οὗ τῇ ἐλεύσει πάντες ἄνθρωποι ἀναστήσονται σὺν τοῖς ἑαυτῶν σώμασιν ἀποδώσοντες περὶ τῶν ἰδίων ἔργων λόγον· καὶ οἱ καλὰ πράξαντες εἰσελεύσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ κακὰ εἰς πῦρ αἰώνιον. Αὕτη ἐστὶν ἡ καθολικὴ πίστις, ἣν εἰ μή τις πιστῶς τε καὶ βεβαίως πιστεύσῃ, σωθῆναι οὐ δυνήσεται.