Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Οι Καθολικές Επιστολές

Ανασκόπηση του σκοπού και της θεολογίας των επτά Καθολικών Επιστολών των αποστόλων Ιακώβου, Πέτρου, Ιωάννη και Ιούδα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 12 από 15

Βιβλίον ϛʹ, Ἐπιστολαὶ καθολικαὶ ἑπτά· τούτων πρώτη Ἰακώβου. Ἀπ᾽ αὐτῶν τῶν γραψάντων καὶ αὗται προσαγορεύονται. Αὐτὸς γὰρ Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώδεκα φυλῶν διασπαρεῖσι, καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περὶ διαφορᾶς πειρασμῶν, ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων· καὶ ὅτι οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ δεικνύναι δεῖ τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλὰ οἱ ποιηταὶ δικαιοῦνται.

Περί τε πλουσίων παραγγέλλει, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν οἱ πλούσιοι ἐν ταῖς Ἐκκλησίαις, ἀλλὰ μᾶλλον καὶ ἐπιπλήττωνται, ὡς ὑπερήφανοι. Καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ κριτοῦ, καὶ διδάξας περὶ ὑπομονῆς ἐκ τῶν τοῦ Ἰὼβ χρηστῶν, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπουδάζειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου ἄφεσιν ἁμαρτιῶν. Καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Δευτέρα, Πέτρου. Καὶ αὕτη τοῦ γεγραφότος ἐπιφέρεται τὴν κλῆσιν· αὐτὸς γὰρ Πέτρος τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις, καὶ γενομένοις Χριστιανοῖς, γράφει τὴν ἐπιστολὴν διδασκαλικήν. Ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν, ἐπιστηρίζει αὐτούς. Καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν, ὅτι ἡ εἰς Χριστὸν πίστις ἀπὸ τῶν προφητῶν κατηγγέλη, καὶ δι᾽ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, εἰς ἃ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι. Εἶτα, συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέα τιμᾷν, γυναιξί τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει. Καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει, ὅτι καὶ εἰς τὸν ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως, ἵνα καὶ οἱ ἀποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσι πάντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδόντες τῷ κριτῇ. Καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Τρίτη, πάλιν καὶ αὕτη Πέτρου. Ὁμοίως καὶ αὕτη παρὰ τοῦ αὐτοῦ γραφεῖσα τὴν τούτου ἔχει ὀνομασίαν. Αὐτὸς γὰρ Πέτρος καὶ ταύτην ἐπιστέλλει τοῖς ἤδη πιστεύσασιν. Ἔστι δὲ ἡ Ἐπιστολὴ ὑπόμνησις τῶν πρώτων. Εἰδὼς γὰρ ταχεῖαν αὐτοῦ ἔσεσθαι τὴν ἀνάλυσιν τοῦ σώματος, ἐσπούδασε πάντας ὑπομνῆσαι περὶ ὧν κατηχήθησαν τὴν διδασκαλίαν. Καὶ πρῶτον μὲν περὶ τῆς πίστεως ἐξηγεῖται, καὶ δείκνυσιν ἀπὸ τῶν προφητῶν αὐτὴν εὐηγγελίσθαι· καὶ ὅτι αἱ προφητεῖαι αἱ περὶ τοῦ Σωτῆρος οὐκ εἰσὶν ἀνθρώπιναι, ἀλλὰ παρὰ Θεοῦ ἐλαλήθησαν. Ἔπειτα παραγγέλλει μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων ἀγγέλων γέγονε.

Προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι, ἐν αἷς ἐμπαῖκται περιπατήσουσι, καὶ θελήσουσιν ἀπατᾷν τινας, λέγοντες μάτην λέγεσθαι παρ᾽ ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος, διὰ τὸ ἀεὶ λέγεσθαι, καὶ μήπω παραγενέσθαι. Ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπέχεσθαι παραγγέλλει, διδάσκων, μὴ ὀλιγωρεῖν ἐν τοῖς χρόνοις. Πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου, διὰ τὸ καὶ τὴν μίαν ἡμέραν ὡς χίλια ἔτη εἶναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν. Ἔσεσθαι δὲ ταχέως τὴν ἡμέραν Κυρίου διαβεβαιοῦται, καὶ ἀποδείκνυσι, καὶ ἐντέλλεται ἑτοίμους εἶναι πάντας εἰς αὐτὴν ἐν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾷν τὰ ὑπὸ τοῦ ἀποστόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς διαβάλλουσιν αὐτὰ διὰ τὸ καὶ πάσας τὰς θείας Γραφὰς διαβάλλειν αὐτούς. Ὑπομνήσας οὖν καὶ διδάξας πάντας προειδέναι τὰ πράγματα, παραινεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Τετάρτη, Ἰωάννου. Οὕτως καὶ αὕτη καλεῖται, ἐπειδὴ καὶ αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ ταύτην ἐπιστέλλει, ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον. Καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. Θεολογῶν δὲ, ἐξηγεῖται μὴ νεώτερον εἶναι τὸ καθ᾽ ἡμᾶς μυστήριον, ἀλλὰ καὶ ἐξ ἀρχῆς μὲν ἀεὶ τυγχάνειν αὐτὸ, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ, ὅστις ἐστὶ ζωὴ αἰώνιος, καὶ Θεὸς ἀληθινός. Καὶ τὸ αἴτιον δὲ τῆς τοῦ Λόγου παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησιν εἶναι λέγων τοῦτο, ἐπὶ τὸ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερωθῆναι τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα, καὶ αὐτὸν τὸν Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας, ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, καταργηθέντος τοῦ θανάτου. Εἶτα λοιπὸν δι᾽ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾷν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.

Ἐξηγεῖται οὖν ἐπὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς, καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμάτων. Καὶ λοιπὸν διαιρεῖ, ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστι, ποῖον δὲ τῆς πλάνης, καὶ πότε μὲν γινωσκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας ἁμαρτίας ὀφείλομεν εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύναται λέγεσθαι τοῦ Χριστοῦ. Καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι· καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Διακρίνει δὲ ἐν τῇ Ἐπιστολῇ ταύτῃ, λέγων καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστου· εἶναι δὲ τοῦτο τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν αὐτὸν τὸν Χριστὸν, ἵνα, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης. Παραινεῖ δὲ δι᾽ ὅλης τῆς Ἐπιστολῆς μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦνται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέναι ἀπ᾽ αὐτοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς πάλιν ὑπομιμνήσκει λέγων, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ αἰώνιός ἐστι, καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν, καὶ φυλάττωμεν ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.

Πέμπτη, πάλιν καὶ αὕτη Ἰωάννου. Ταύτην ὡς πρεσβύτερος γράφει κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁρῶν τὰ τέκνα ταύτης καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους, καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκὶ, γράφει τὴν Ἐπιστολήν. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα, διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ᾽ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς. Καὶ λοιπὸν διδάσκει ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν. Παραγγέλλει δὲ, ὥστε μὴ δέχεσθαι τοὺς τοιούτους τινὰ εἰς οἰκίαν, μηδὲ λέγειν αὐτοῖς χαίρειν, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Ἕκτη, πάλιν καὶ αὕτη Ἰωάννου. Καὶ αὕτη Ἰωάννου μέν ἐστι, καθὼς καὶ ἐπιγέγραπται. Ἐπέσταλται δὲ πρὸς Γάϊον. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτὸν μαρτυρούμενον ὑπὸ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ προτρέπει τῇ αὐτῇ προθέσει προσμένειν, καὶ προπέμπειν καὶ δεξιοῦσθαι τοὺς ἀδελφούς.

Πάλιν δὲ αὐτοῦ μὲν τὴν πρόθεσιν ἀποδέχεται· αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρέχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦντα. Τοὺς δὲ τοιούτους λέγει ἀλλοτρίους εἶναι τῆς ἀληθείας, καὶ μηδὲ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συνίστησι μαρτυρῶν αὐτῷ τὰ κάλλιστα.

Ἑβδόμη, Ἰούδα. Ταύτην, καθὼς καὶ ἐπιγέγραπται, Ἰούδας γράφει τὴν Ἐπιστολὴν τοῖς ἤδη πιστεύσασιν. Ἡ δὲ πρόφασις αὕτη· Παρεισελθόντων τινῶν καὶ διδασκόντων ἀδιάφορον εἶναι τὴν ἁμαρτίαν, καὶ ἀρνουμένων τὸν Κύριον, ἀνάγκην ἔσχε γράψαι, καὶ ἀσφαλίσασθαι τοὺς ἀδελφούς. Καὶ πρῶτον μὲν παρακαλεῖ αὐτοὺς ἀγωνίζεσθαι καὶ ἐμμένειν τῇ παραδοθείσῃ αὐτοῖς πίστεις ἔπειτα ἀποκηρύττει τοὺς τοιούτους ὡς πλάνους, καὶ παραγγέλλει μηδεμίαν αὐτοὺς ἔχειν κοινωνίαν περὶ τοὺς τοιούτους, εἰδότας, ὅτι οὐκ ἀρκεῖ τὸ κληθῆναι μόνον, ἐὰν μὴ καὶ ἀξίως περιπατήσωμεν τῆς κλήσεως.

Καὶ γὰρ καὶ τὸν πρότερον λαὸν ἐξ Αἰγύπτου ἐξαγαγὼν ὁ Κύριος, καὶ μὴ ἐμμείναντα τῇ πίστει ἑωρακὼς, ἀπώλεσε· καὶ ἀγγέλων δὲ μὴ τηρησάντων τὴν ἰδίαν τάξιν οὐκ ἐφείσατο. Δεῖ οὖν ἀπὸ τῶν τοιούτων ἀναχωρεῖν. Καὶ γὰρ καὶ Μιχαὴλ ὁ ἀρχάγγελος οὐχ ὑπήνεγκε βλασφημίαν τοῦ διαβόλου. Ἔσεσθαι γοῦν τὴν ἀπώλειαν αὐτῶν ὡς Σοδόμων διδάσκει. Εἶτα παραινεῖ εἰς τὰ ἤθη, καὶ ὑπευξάμενος αὐτοῖς βεβαιότητα τῆς πίστεως παρὰ τοῦ Κυρίου, τελειοῖ τὴν Ἐπιστολήν.