Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Η Αποκάλυψη του Ιωάννη
Επισκόπηση των οραμάτων του Ιωάννη, των εσχατολογικών προφητειών, των επτά σφραγίδων και της καθόδου της νέας Ιερουσαλήμ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Αποκάλυψη του Ιωάννη
Επισκόπηση των οραμάτων του Ιωάννη, των εσχατολογικών προφητειών, των επτά σφραγίδων και της καθόδου της νέας Ιερουσαλήμ.
Βιβλίον ηʹ. Ἀποκάλυψις Ἰωάννου. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ ταύτην τὴν ἀποκάλυψιν αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος ἑώρακεν ἐν τῇ Πάτμῳ καλουμένῃ νήσῳ, ἐν ἡμέρᾳ Κυριακῇ, καὶ κελευσθεὶς ἔγραψεν αὐτὴν, ὥστε πέμψαι εἰς τὰς ἑπτὰ Ἐκκλησίας ταύτας, εἰς Ἔφεσον, εἰς Σμύρναν, εἰς Πέργαμον, εἰς Θυάτειραν, εἰς Σάρδεις, εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. Ἃ δέ εἰσιν ἐν τῇ ὀπτασίᾳ, πολλά εἰσι καὶ διάφορα. Καὶ τέλος τὴν τοῦ Ἀντιχρίστου ἀπώλειαν μετὰ τοῦ διαβόλου ἑώρακε. Κελεύεται δὲ πρῶτον γράψαι ἑκάστῳ ἀγγέλῳ τῶν προειρημένων Ἐκκλησιῶν κατὰ τὰς ἑκάστου πράξεις. Πολλὰς μὲν οὖν ἑώρακε καὶ παραδόξους ὀπτασίας, εἶδε δὲ ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν ὅμοιον Υἱῷ ἀνθρώπου· καὶ ἡρμηνεύθησαν αὐτῷ, ὅτι αἱ λυχνίαι εἰσὶν αἱ ἑπτὰ Ἐκκλησίαι· ὁ δὲ ἐν μέσῳ αὐτῶν ὁ Κύριος. Εἶδε καὶ θύραν ἀνεῳγμένην ἐν τῷ οὐρανῷ, καὶ ἐν θρόνῳ καθήμενον τὸν Κύριον, καὶ πρεσβυτέρους κδʹ, καθημένους ἐπὶ θρόνους καὶ προσκυνοῦντας τὸν Κύριον. Ἑώρακε καὶ σφραγῖδας λυομένας, καὶ λυομένης ἑκάστης, ὀπτασία τις ἐγίνετο. Εἶτα ἑώρακεν ἑπτὰ ἀγγέλους ἔχοντας ἑπτὰ σάλπιγγας, καὶ ἑκάστου σαλπίζοντος, ἐγίνετο σημεῖον· τοῦ δὲ ἑβδόμου σαλπίζοντος, ἤκουσε λεγόντων, ὅτι «Ἡ βασιλεία τοῦ κόσμου ἐγένετο τοῦ Κυρίου.» Καὶ ἑώρακε τὴν κιβωτὸν τῆς Διαθήκης ἐν οὐρανῷ.
Εἶτα ἑώρακε γυναῖκα ὠδίνουσαν, καὶ δράκοντα πυρὸς διώκοντα αὐτήν. Ἡ μὲν οὖν γυνὴ ἐσώθη εἰς τὴν ἔρημον· ὁ δὲ δράκων ἐβλήθη εἰς τὸ πῦρ.
Εἶτα ἑώρακε θηρίον ἔχον κέρατα δέκα, καὶ κεφαλὰς ἑπτὰ, καὶ τὸ διάδημα αὐτοῦ βλασφημίας γέμον· τὸ δὲ ὄνομα αὐτοῦ οὐκ ἐδήλωσεν, ἀλλὰ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ χξϛʹ. Ἤκουσε καὶ παρθένων ᾀδόντων, καὶ ἀκολουθούντων τῷ Ἀρνίῳ, καὶ εἶδεν ἄγγελον πετόμενον ἐν μεσουρανήματι, καὶ ἄλλον ἀκολουθοῦντα, καὶ ἄλλον, καὶ νεφέλην λευκὴν, καὶ ἐπ᾽ αὐτῆς καθήμενον ὅμοιον Υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. Εἶτα ἑώρακεν ἀγγέλους ἑπτὰ, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, καὶ φιάλας χρυσᾶς γεμούσας ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. Εἶτα ἀπηνέχθη τῷ πνεύματι εἰς ἔρημον, καὶ ἑώρακε γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ἔχον κεφαλὰς ἑπτά· καὶ ἐσήμανεν ἀπὸ ταύτης ἔσεσθαι τὸν Ἀντίχριστον. Εἶτα ἑώρακε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἔφιππον λευκὸν, καὶ ἐκαλεῖτο τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. Εἶτα ἑώρακε τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, θέλοντας ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ. Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ᾽ αὐτοῦ ὁ ψευδοπροφήτης, ὅστις ἦν ὁ Ἀντίχριστος, καὶ εἶδε βαλλομένους αὐτοὺς εἰς τὴν λίμνην τοῦ πυρός.
Εἶτα ἑώρακε καταβαίνοντα ἄγγελον ἐκ τοῦ οὐρανοῦ, καὶ βάλλοντα τὸν Σατανᾶν καὶ τοὺς ἔχοντας τὸ χάραγμα αὐτοῦ εἰς τὴν ἄβυσσον, καὶ κλείοντα ἐπάνω αὐτοῦ, ἵνα μηκέτι πλανήσῃ τὰ ἔθνη ἕως ἐτῶν χιλίων. Εἶτα ἑώρακε τοὺς μάρτυρας ἐν δόξῃ βασιλεύοντας ἐν Χριστῷ. Εἶτα ἑώρακεν, ὅτι μετὰ χίλια ἔτη λυθήσεται ὁ Σατανᾶς, καὶ βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς μετὰ τοῦ Ἀντιχρίστου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἶτα ἑώρακεν οὐρανὸν καινὸν, καὶ γῆν, καὶ τὴν Ἱερουσαλὴμ καινὴν, καὶ ἑώρακε ποταμὸν ὕδατος ζωῆς, καὶ τοὺς δούλους τοῦ Θεοῦ θεωροῦντας τὸ πρόσωπον αὐτοῦ, καὶ ἔχοντας ἐπὶ τοῦ μετώπου τὸ ὄνομα αὐτοῦ. Ταῦτα ἑωρακὼς Ἰωάννης ἔπεσε, θέλων προσκυνῆσαι τῷ ἀγγέλῳ δεικνύοντι αὐτῷ ταῦτα πάντα.
Καὶ ἐκώλυσεν αὐτὸν ὁ ἄγγελος λέγων· «Μὴ ἐμοὶ προσκύνει, ἀλλὰ τῷ Θεῷ· ἐγὼ γὰρ σύνδουλός σου εἰμί.» Βλέπων δὲ ταῦτα, ἤκουε παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ὁ ὤν ἐστι, καὶ αὐτός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὅστις ὕστερον δι᾽ ἡμᾶς σαρκωθείς· λέγω δὴ τέλειος γέγονεν ἄνθρωπος, καὶ ἐκλήθη Υἱὸς ἀνθρώπου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.