Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Ηθικές παραγγελίες, προσευχή και εκκλησιαστικά καθήκοντα

Κανόνες για την αποφυγή αμαρτημάτων, την τήρηση της προσευχής και της νηστείας, τη συμμετοχή στα μυστήρια, τη φιλοξενία και την οικονομική ηθική.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἀγωνίζονται μετὰ τοῦ Κύριον τὸν θεόν σου ἀγαπήσεις ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ παιδοφθορήσεις, οὐ φαρμακεύσεις, οὐ διχοστατήσεις.

Ἀπέχου πνικτοῦ καὶ εἰδωλοθύτου καὶ αἵματος. Καὶ ταῦτα μέν ἐστι τὰ προφανῆ ἁμαρτήματα; αἱ δὲ ὡς ἐλαχιστότεραι φαινόμεναι ἐντολαί, ὧν καὶ αὐτῶν λόγον ἀποδώσομεν, εἰσὶν αὗται. Τέως μὲν τοὺς μονάζοντάς τε καὶ ἐγκρατεῖς δεῖ ἀνακεχωρισμένους εἶναι ἀπὸ γυναικῶν, καὶ μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, εἰ δυνατόν, μήτε ὁρᾶν αὐτὰς φιλοτιμεῖσθαι, ἵνα μή τις ζημία γένηται ἐὰν μοιχεύσῃ καρδία διὰ τῆς τῶν ὀφθαλμῶν ὁράσεως.

Φυλάττεσθαί τε μὴ εἶναι δίλογον, μὴ δίγνωμον, μὴ ψεύστην, μὴ κατάλαλον, μὴ ἀκαιροπερίσπαστον, μὴ ἀναίσχυντον, μὴ ῥέμβον, μὴ ἀναίσθητον, μὴ αὐθάδη, μὴ σαπρὸν λόγον ἐκ χειλέων προφέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ ναὶ ναί, οὒ οὔ· καὶ ἐάν που ἀνάγκη γένηται, λέγειν ἐν ὁμιλίᾳ Γίνωσκε, ἢ Ἀλήθειαν λέγω, ἢ Οὐ ψεύδομαι.

Τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκον μὴ λάμβανε, μήτε ἕτερόν τινα ὅρκον, καθὼς εἶπεν τὸ εὐαγγέλιον. Ταῦτα γὰρ πάντα οὐ προσήκει οὐδὲ ἁρμόττει ποιεῖν, ἀλλὰ καὶ ἀπὸ ἐκκλησίας ἐκβάλλει τὸν μὴ παραφυλαττόμενον, τινὰ δὲ αὐτῶν καὶ ἀποκτενεῖ.

Ἔτι τε μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ἀλλ᾽ ἢ ἀνάγκῃ ἐν λουτρῷ διὰ πάθος ἐν ἀσθενείᾳ πολλῇ γινόμενον. Μὴ λέγειν ἀδελφὸν ῥακά, μήτε μωρέ. Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν, σάββατα μὴ φυλάττειν. Μὴ μαγεύειν, μὴ φαρμακεύειν, μήτε ἄλλον σοι ταῦτα πράττειν ἐπὶ νόσῳ ἢ πάθους ἀλγήματι.

Μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν, μήτε φυλακτήριον ἑαυτῷ περιτιθέναι, μήτε περικαθαίρειν, μήτε μὴν ταῦτά σοι ποιεῖν, μήτε ὑπὸ ἄλλου σοι γένηται. Τὸ σῶμα φυλάττειν ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας. Μὴ ἔχειν γυναῖκα συνείσακτον, καθάπερ τινὲς ἀγαπητὰς ἐπέθεντο αὐταῖς ὄνομα[τα], τάχα δὲ ἐναντίως μισηταὶ αὐτοῖς εὑρεθήσονται.

Μὴ ἔχειν καταψυχὴν πρός τινα, ὁ γὰρ καταψυχὴν ἔχων ἡ εὐχὴ αὐτοῦ τῷ κυρίῳ οὐ προσδέδεκται. Μὴ συνεύχεσθαι αἱρετικῷ, μήτε μετὰ ἐθνικῶν. Μὴ παραβαίνειν νηστείαν, τουτέστιν τετράδα καὶ παρασκευήν, εἰ μή τι ἐπὶ νόσῳ βεβάρησαι, χωρὶς τῆς πεντηκοστῆς μόνης καὶ τῶν ἐπιφανίων.

Τὴν τεσσαρακοστὴν τῆς ἁγίας ἐκκλησίας καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου πάσχα παρατετηρημένως φύλαττε. Λύε τὴν νηστείαν ἐπὰν ἀδελφὸς πρός σε ἐπεδήμησεν, νηστείαν δὲ οὐ τὴν τεταγμένην (τετράδα καὶ παρασκευήν, καὶ τὴν τεσσαρακοστὴν καὶ τοῦ πάθους), ἀλλὰ τὴν ἀπὸ ἰδίας προαιρέσεως, τουτέστιν δευτέρας καὶ τρίτης καὶ πέμπτης.

Σάββατον καὶ κυριακὴν μὴ νηστεύσῃς, πλὴν τοῦ μεγάλου σαββάτου τοῦ ἁγίου πάσχα. Ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ἕως ὥρας ἐννάτης νηστεία τεταγμένη ἐστίν. Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερθέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς.

Νηστεύων δὲ καὶ πολιτευόμενος βλέπε μὴ φυσιωθῇς· ἡ γὰρ φυσίωσις παγίς ἐστιν τοῦ διαβόλου, δι᾽ ἧς ἀπ᾽ οὐρανοῦ πέπτωκεν, ὁμοίως δὲ λοιπὸν δι᾽ αὐτῆς τοὺς ἀνθρώπους παγιδεύων καταβάλλει. Μή τίς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν τὸ παράπαν, μήτε γονυπετεῖν τὸ παράπαν, μήτε ἐν πεντηκοστῇ· οὐ γάρ ἐστιν θεσμὸς ἐκκλησίας Καὶ μὴ ἀνέχου ἵνα πλανήσωσίν σέ τινες Μαρκιωνισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν τὸ σάββατον ἰδίως καὶ κυριακῆς.

Τῶν δὲ συνάξεων μὴ ἀμέλει. Τῶν μυστηρίων ἄξιον σεαυτὸν εὐτρέπιζε, μήπως εἰς κρῖμα συνέλθῃς. Μὴ ἀμέλει πλύνειν πόδας ἀδελφῶν ἐρχομένων πρός σε· ζητηθήσεται γὰρ ἡ τοιαύτη ἐντολὴ περὶ τῶν ὑπερηφανευσάντων αὐτήν, κἂν ἐπίσκοποι ὦσιν· ὁ γὰρ ἡμῶν κύριος αὐτὸς πρῶτος ἔπλυνεν, παραγγείλας αὐτοῖς οὕτως ποιεῖν.

Μὴ γίνου φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος· οἱ γὰρ τοιοῦτοι θεῷ ἀρέσαι οὐ δύνανται. Καὶ ὅλως μὴ πραγματεύου. Πολλαὶ χῶραί εἰσι μὴ σπέρουσαι, καὶ οἱ οἰκοῦντες ἐὰν τέχνας μὴ ἔχωσιν ἀναγκάζονται πραγματεύεσθαι, κἂν μὴν ὦσι μονάζοντες, καὶ πραγματεύονται κακῶς μέν, πλὴν ἀνάγκη ποιεῖ.

Τόκον μὴ λάμβανε. Μὴ προαγόραζέ τι ἥσσονος τῆς πολιτευομένης τιμῆς. Ἀγάπα πάντα ἄνθρωπον καὶ εἰρήνευε μετὰ πάντων, καὶ μεθ᾽ ὧν οὐκ εὔχῃ, εἰ δυνατὸν τὸ ἐκ σοῦ, χωρὶς αἱρέσεως. Ἔχων δὲ μετάδιδε τῷ μὴ ἔχοντι, μὴ ἔχων δὲ οὐκ ἐγκληθήσῃ.

Ἐὰν αἰτήσῃ τις παρὰ σοῦ, εἰς χρῆσιν δίδου, καὶ λάμβανε παρ᾽ αὐτοῦ τὸ κεφάλαιον, ὅταν ἔχῃ, ἄνευ τόκου. Μὴ δολιεύου ἐνώπιον κυρίου. Ἐὰν γὰρ ἔχῃς γεννήματα ἢ ἀργύριον, καὶ ζητῇ τις δανείσασθαι παρὰ σοῦ, εἰ διὰ 〈τὸ〉 μὴ λαμβάνειν σε τόκον πωλεῖς τιμιωτέρως ἵνα ἀγοράσῃς εὐώνως τῷ καιρῷ, [τουτέστιν ὀλιγοτίμως,] δράσσεται ὁ θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ· σκέψαι γὰρ καὶ ὅρα ὅτι ἀνθ᾽ ἑνὸς τόκου τρεῖς ἢ τέσσαρας τόκους εὑρήσεις λαμβάνων.