Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνταγμα πρὸς μοναχούς

Μέγας Αθανάσιος

Ασκητική πολιτεία και κανόνες της μοναχικής ζωής

Πρακτικές οδηγίες για τη σεμνότητα, την εγκράτεια, τη χειρωνακτική εργασία, την καθοδήγηση των νεοτέρων και τη συμπεριφορά των μοναχών εντός και εκτός της μονής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Γίνου ταπεινὸς καὶ ἡσύχιος, τρέμων διὰ παντὸς τὰ λόγια κυρίου. Μὴ γίνου μάχιμος, μὴ τύπτε ἄνθρωπον, ἢ μόνον παιδίον σου μικρὸν πρὸς παιδείαν, καὶ αὐτὸ παρατετηρημένως, σκοπῶν μή πως διὰ σοῦ φόνος γένηται, πολλαὶ γάρ εἰσιν ἀφορμαὶ τοῦ θανάτου.

Μὴ μυκτήριζε πάντα ἄνθρωπον. Μὴ βδελύσσου τινὰ ἀπὸ σχήματος. Παρατετηρημένως ἔχε τὴν ἐσθῆτα, μήτε μαλακοῖς χρώμενος ἱματίοις, μήτε ἐσθῆτι φαινομένῃ δικαίων ἐνδυσμενία τουτέστιν ῥυπαροῖς προερχόμενος.

Σάκκον δὲ ἐὰν ἔχῃς ἵνα πενθῇς τὰς ἁμαρτίας σου, σκόπει μὴ φανῇ σου ὁ σάκκος, ἀλλ᾽ ἔστω κεκρυμμένος ἔσω. Καὶ μήτε δέρματα ἀμφιάζου, μή πως δόξαν παρὰ ἀνθρώπων λήψῃ. Ὅλως τρίχας μὴ τρέφε· ἐξέκοψεν γὰρ τὸ τοιοῦτον σχῆμα ὁ ἀπόστολος.

Μὴ ξύρα τὸ γένειον, καὶ μὴ περικουρείοις χρῶ κειρόμενος. Εἰ δύνασαι καὶ ἑβδομάδα νηστεύειν, μηδενὶ δείκνυε. Κρεῶν ἀπέχου, οὐχ ὡς βδελυσσόμενος ἀλλ᾽ ὡς ἀνακόπτων τὸ σῶμα τῆς τρυφῆς καὶ ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ ἀντὶ τῶν ἐπιγείων τῶν οὐρανίων ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι αὐτοῦ πρὸς ἐγκράτειαν.

Οἴνου ὅλως μὴ λάμβανε, ἢ μόνον γεύεσθαι καὶ εὐλογεῖν τὸν κτίσαντα. Ἐὰν δὲ καὶ σὺ ὥσπερ Τιμόθεος διὰ τὴν πολλὴν πολιτείαν νόσοις περιπέσῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως, πολιῷ δὲ αὐτῷ χρώμενος ἀμφοτέρας ἀσθενείας σεαυτὸν περιβαλεῖς· εἰ δέ, ἕως ἑνὸς ποτηρίου ἢ δύο, περισσὸν δὲ μή.

Εἰ δυνατόν σοι ἀνυπόδητον ὁδεύειν, γενναίως ἐναχθήσῃ· εἰ δὲ ἀνάγκη ἐστὶν πάντως ὑποδέεσθαι, ψιλὰ ἔσονταί σου τὰ ὑποδήματα. Καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασιν, ἑταιρισμοῦ σχήμασιν, ἐπαιρίδεσθαι.

Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ᾽ ἴσος γίνου τοῖς ἀδελφοῖς, οἷον [ἐὰν ἐν] λαχάνοις χρώμενος καὶ ἑψήμασι.

Καὶ εἰ ἀνάγκη γάρον ἐσθίειν ἢ καὶ ἰχθύος μεταλαμβάνειν, ἐὰν θέλῃς, ἕως τούτου μόνου, καὶ πάλιν ἀνάλαβε τὴν πρώτην ἄσκησιν. Πάλιν ἐὰν ἀρρωστήσῃς καὶ λάβῃς ὠοῦ, ἁμαρτία οὐκ ἔστιν. Εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ καὶ λάβῃς πετεινοῦ καὶ κρεῶν, ἥττημα μέν σοί ἐστι, μὴ λογίσῃ δὲ αὐτὸ ἁμαρτίαν, λυποῦ δὲ ὅτι ἀνεκόπης σου τῆς πολιτείας καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ.

Εἰ δὲ ἐπὶ νόσῳ ἀναγκασθῇς, λουτρῷ χρῆσαι ἕως ἅπαξ καὶ δίς· ὑγιαίνων δὲ βαλανείου οὐ χρείαν ἔχεις. Σὺ ὁ μονάζων καὶ ἱερεύς, χαμευνεῖν θέλε, ἐὰν ᾖς ὑγιής. Πρὸ παντὸς δὲ τέχνην ἐπιχειρεῖν. Ἐν ἀγρῷ ἐργάζου, ἵνα μὴ ἐσθίῃς ἄρτον ἀργόν.

Μᾶλλον δὲ ἐκ τῶν χειρῶν σου ἔχε πρὸς τὸ ἀναπαύειν ἀδελφοὺς καὶ ξένους καὶ [εἰ δυνατὸν] χήρας καὶ ὀρφανοὺς καὶ μετρίους. Καὶ εἰ μὲν μετάξυ τῶν ἀνθρώπων οἰκεῖς καὶ ἔχεις χωρίον πατρικὸν ἤτοι γεώργιον ἐργάζεσθαι, δικαίως συνάγων καρποὺς καὶ μὴ ἔχων τι ἀδικίας, πρῶτον μὲν τὰς ἀπαρχὰς τοῖς ἱερεῦσι πρόσφερε, ἔπειτα θέλε καὶ χήρας ἀναπαύειν καὶ λοιποὺς ἀπὸ δικαίων πόνων, μὴ ἀπὸ τόκων ἢ πλεονασμῶν ἢ πραγματειῶν ἢ διασεισμάτων.

Εἰ δὲ εἰς μονὴν καθέζῃ, μὴ ὕβριζε τὴν ἄσκησιν τῆς μονῆς. Ἐὰν χωρίον κέκτησαι ἐν μοναστηρίῳ ἀναχωρῶν, οὐκ ἀνεχώρησέν σοι, ἀλλ᾽ ἐμπαίζεις καὶ ἐμπαίζῃ. Καθεζόμενος δὲ ἐν μοναστηρίῳ μὴ θέλε εἶναι ἀργὸς καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἀλλὰ δεῖ σεαυτὸν ἢ τέχνην ἰδεῖν ἢ ἐργατεύεσθαι, ἵνα πως τὴν ἐφήμερον προσπορήσῃς τροφήν.

Νεωτέρους δὲ ἐὰν ἔχῃς περὶ σεαυτόν, πρῶτον μὲν ταπεινοφρόνει καὶ μὴ θέλε εἶναι διδάσκαλος. Εἰ δὲ ἴδῃς ψυχὰς σωζομένας διὰ τῆς σῆς ἀναστροφῆς, τελειῶσαι βουλόμενος τῶν πέντε ταλάντων τὰ διπλάσια ὧν εἴληφας, μερίμνα τὰς περὶ σὲ ψυχάς.

Καὶ ἐπίστυφε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον αὐτῶν ἔν τε τῇ ὁμιλίᾳ καὶ ἐν τῇ ἀναστροφῇ, χωρὶς μόνης τῆς τραπέζης καὶ συνάξεως καὶ ψαλμῳδίας. Ἐν δὲ τῷ ὑπνεῖν, ἕκαστον ἴδια περιβάλλεσθαι, καὶ ἕκαστον τὸ στιχάριον αὐτοῦ ἔχειν ἤτοι σακκίον κεκρυμμένον, ἵνα ἄν που εὔχῃ νυκτὸς ἕτοιμοι εὑρεθῶσιν.

Θέλε ἀγρυπνεῖν συμμέτρως ἐν ψαλμοῖς καὶ εὐχαῖς, καὶ ἡμέρας μὲν εὔχεσθαι πυκνῶς. Μὴ χρονίζειν δὲ ἐν εὐχῇ ἢ κράζειν καὶ βαττολογεῖν, συμμέτρως δὲ ψάλλειν, ἵνα μὴ περικακῶσιν αἱ ψυχαί. Θέλε δὲ τοὺς παῖδας σιωπητικοὺς προβιβάζειν.

Εἰς καπηλεῖον ὅλως μὴ εἰσέλθῃς, ἀλλ᾽ εἰ ἀνάγκη γένηται ἐπὶ ξένης γενόμενος καὶ χρείαν ἔχεις ἐδέσματος ἢ ποτοῦ, ἀποστείλας ἀγόρασον, καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίε, ἐν τόπῳ αὐτῆς ἀνακεχωρημένῳ. Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ μηδὲ οἰκία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται καὶ εἰσέλθῃς εἰς πανδοχεῖον, θέλε μένειν ἐν πανδοχείῳ ὅπου οὐκ εἰσὶν γυναῖκες οὔτε καπηλεῖον, καὶ τοῦτο μετὰ λύπης Ἐὰν οὖν τὰς προειρημένας ἐντολὰς φυλάξας καὶ τῶν προειρημένων σφαλμάτων ἑαυτὸν τηρήσας τὸν δρόμον τελειώσῃς ἐν πίστει τε καὶ ἁγνότητι καὶ πολιτείᾳ, κατὰ τὸ εἰρημένον, βαθμὸν σεαυτῷ μέγαν καὶ ἀγαθὸν περιποιήσῃ.

Αὗταί εἰσιν αἱ τῆς προειρημένης πίστεως ἐντολαὶ καὶ παραφυλάγματα, ἃς ἐὰν ποιήσῃς καὶ τὴν πίστιν τηρήσῃς, ἔσῃ μαθητὴς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ δέ τις ἀντιλέγει τοῖς προειρημένοις, θεῷ ἐστὶν ἀντιλέγων· ψηλαφίσει γὰρ τὰς θείας γραφὰς καὶ κατανοήσει τὴν παράδοσιν τῆς ἐκκλησίας, καὶ ἔχει συνιέναι ὅτι περὶ τούτων ὅλων ἐντέλλεται ὁ κύριος.